Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.268.1
Not analysed yet
εἰπεῖν καθ' Ὅμηρον, λευρὸς ὅ ἐστιν ὁμαλὸς τόπος τερσόμενος ἡλίῳ. σύγκειται δὲ ἡ λέξις κατά τινας καθ' ὁμοιότητά τινα τοῦ στρατοπέδου, παρὰ τὸ το ἄρθρον οὐδέτερον καὶ τὴν εἵλην καὶ τὸ πέδον. οἷς καὶ ἀρέσκει, θειλόπεδον ἀεὶ ἄνευ ἄρθρου προφέρειν, ὡς ἐγκειμένου τοῦ ἄρθρου συνθέτως τῇ λέξει. διὸ καὶ μὴ δεῖν φασι λέγειν τὸ θειλόπεδον. ἵνα μή τις λέγῃ τρόπον τινὰ, τὸ τὸ εἱλόπεδον διπλάζων τὸ ἄρθρον καὶ οὕτω βαρβαρικῶς ἀδολεσχῶν. ὥσπερ φασὶν, οὐδὲ ὁ θάτερος εἴποι τις ἂν, ἵνα μὴ ἀδολεσχοίη. καὶ ἐκεῖ γὰρ, Δωρικὸν ἄρθρον ἀρσενικὸν τὸ το, σύγκειται μετὰ τοῦ ἅτερος. ἐξ ὧν θάτερος. καθ' ὁμοιότητα τοῦ οὐδετέρου καὶ τοῦ θηλυκοῦ. ἤγουν τοῦ, τὸ ἅτερον θάτερον. καὶ τὴν ἁτέρα θατέρα. καὶ λέγουσι μὲν οἱ τοιοῦτοι, πιθανῶς. τί γὰρ ἂν καὶ βούλοιτο τὸ θῆτα στοιχεῖον προκατάρχειν ἐν τῷ θειλόπεδον, εἰ μὴ ἐξ ἄρθρου ἦν; ἀντιλέγονται δὲ αὐτοὶ διὰ τὸ θειλοπεδεύω. οὐ γὰρ δή που καὶ ἐν τῷ τοιούτῳ ῥήματι, τὸ το ἄρθρον σύγκειται. εἴποιεν δ' ἂν ἴσως πρὸς τούτοις ἐκεῖνοι, μηδὲν μὴ δὲ τοῦτο αὐτοῖς προσίστασθαι. καθάπαξ γὰρ τὸ το ἄρθρον καθ' ἕξιν τινὰ συντεθὲν ἐν τῷ θειλόπεδον καὶ κραθέν, ἔμεινεν ἀχώριστον τῆς λέξεως καὶ ἐν τῷ ῥήματι. ὁποῖόν τι γέγονε καὶ ἐν τῷ ταυτόν. κἀνταῦθα γὰρ τὸ το ἄρθρον ἑκτικῶς τῇ αὐτὸς ἀντωνυμίᾳ συντακὲν κατὰ σύνθεσιν, διέβη καὶ εἰς τὸ ταυτίζω ῥῆμα καὶ εἰς τὸ θηλυκὸν τὴν ταυτότητα. εἰσὶ δὲ οἱ ἄλλως λύοντες τὴν ἀπορίαν τῆς τοῦ θῆτα στοιχείου προκατάρξεως ἐν τῷ θειλόπεδον, συνέθεντο τὴν λέξιν ἀπὸ τοῦ θεῖναι καὶ τῆς ἕλης καὶ τοῦ πέδον. Ὅτι δὲ τὴν εἵλην οἱ παλαιοὶ καὶ ἕλην φασὶν, ἐν ῥητορικοῖς δηλοῦται λεξικοῖς. ἔνθα κεῖται καὶ ὅτι εἵλη καὶ ἕλη, ἡ τοῦ ἡλίου αὐγή. καὶ εἱληθερεῖν, τὸ ἡλιάζεσθαι, καὶ εἱλεῖν, τὸ ἐν ἡλίῳ ξηραίνειν. καὶ εὔειλον χωρίον, τὸ εὐήλιον. καὶ πρόσειλον, τὸ πρὸς μεσημβρίαν τετραμμένον. (Vers. 124.) καὶ εἱληθερὲς ὕδωρ, τὸ ὑπὸ ἡλίου τεθερμασμένον. Ἐν δὲ τῷ ἕτερον μὲν θειλόπεδον, ἑτέρας δὲ τρυγῶσιν, ἄλλας δὲ τραπέουσιν, ἕτεραι δ' ὑποπερκάζουσιν, ἐφ' ὧν ἐν τρισὶ τόποις κεῖται τὸ ἕτερον εἰωθὸς ἐπὶ δύο λέγεσθαι καὶ δηλοῦν τὸ ἓν ἐξ αὐτῶν, γράφοντες οἱ παλαιοὶ περὶ τοῦ ἕτερος καὶ ἄλλος, λέγεσθαί φασι τὸ ἕτερος καὶ ἐπὶ πολλῶν. Δημοσθένης γοῦν ἐν τῷ κατ' Ἀριστοκράτους φησί. τρίτον δ' ἕτερον δικαστήριον πρὸς τούτοις. οὕτω δὲ καὶ τὸ ἄλλος οὐ μόνον ἐπὶ πολλῶν, ἀλλὰ καὶ ἐπὶ δύο. καὶ ὅλως, ἀδιαφόρως Ἀττικοὶ χρῶνται ἀμφοῖν. ὥστε καὶ ἐκ παραλλήλου λέγουσιν ἀμφότερα. καὶ οὕτω μέν τινες. ἕτεροι δὲ, καὶ οὕτω φασίν. ἕτερον καὶ ἄλλο, ἀδιαφόρως. Πλάτων οὖν ἐν πολιτείαις, φησίν. ἄλλη μὲν ἡ ἀπωθοῦσα χεὶρ, ἑτέρα δὲ ἡ προσαγομένη. καὶ οὕτω μὲν αὐτοί. ἀφανίζοντες τὴν περὶ τοῦ ἕτερος παλαιὰν παρατήρησιν. ἥτις ἐπὶ δύο τίθεσθαι τὸ ἕτερον παραδιδοῦσα, τὸ ἓν ἐκ τῶν δύο λέγει δηλοῦν. εἰ δέ τις ἀκριβῶς τῇ Ὁμηρικῇ φράσει προσχοίη, εὑρήσει κἀνταῦθα φυλαττόμενον τὸ κοινῶς πάλαι παραδοθέν. εἰ γὰρ καὶ οἱ μεθ' Ὅμηρον Ἀττικοὶ τὸ ἕτερον καὶ ἐπὶ τρίτου τινὸς καὶ τετάρτου τιθέασιν, ἀλλ' Ὅμηρος ἐπὶ δύο μόνων τάττει αὐτό. τὸ γοῦν ἕτεραι δ' ὑποπερκάζουσι, πρὸς μόνας τὰς ἀνωτέρω ῥηθείσας ὄμφακας διέστειλεν. ὥσπερ αὖ πάλιν διαστέλλονται πρὸς τὰς ἐν θειλοπέδῳ, αἱ τρυγώμεναι. ἔφη γάρ. ἧς ἕτερον μὲν, θειλόπεδον. ἑτέρας δὲ, τρυγῶσιν. ὅθεν τρίτας μέλλων εἰπεῖν τὰς πατουμένας, οὐ λέγει ἑτέρας δὲ τραπέουσιν, ἵνα μὴ ἐπὶ τρίτου πράγματος θήσῃ τὸ ἕτερον. ἀλλὰ εἰπὼν ὡς ἕτεραι μὲν θειλοπεδεύονται ἕτεραι δὲ τρυγῶνται, ἐπάγει. ἄλλας δὲ τραπέουσι. τὸ μὲν γὰρ ἕτερος, ἐπὶ δύο μόνων λέγεται. τὸ δὲ ἄλλος, ἐπὶ πλειόνων. Ἰστέον δὲ ὡς κατὰ τοὺς παλαιοὺς, οὐ μόνον ἕτερον καὶ ἕτερα, ἀλλὰ καὶ μετὰ τοῦ θῆτα θάτερον καὶ θάτερα λέγεται τὸ τῶν οὐδετέρων πληθυντικὸν ἑνικόν. Χρύσιππος δὲ λέγων τὸν θάτερον τῶν Διοσκούρων, ἐσχάτως βαρβαρίζει ὥς φησι Παυσανίας. τὸ γὰρ ἀρσενικὸν, κατὰ τὴν ὀρθὴν, ἅτερος λέγεται. κραθὲν ἀπὸ τοῦ, ὁ ἕτερος. ἢ καὶ Δωρικῶς φασι τραπὲν κατὰ τὸ, Ἄρτεμις Ἄρταμις. τρέπω τράπω. τρέχω τράχω. αἴκε αἴκα. πιέζω πιάζω. ἔστι δὲ καὶ θατέρου γενικὴ ἑνική. καὶ θατέρῳ δοτικὴ τῶν ἑνικῶν οὐ θατέροις. σολοικισμὸς γὰρ τοῦτο κατὰ Παυσανίαν. ἐπὶ δὲ αἰτιατικῆς, οὐ κιρνᾶται. τὰ δὲ θηλυκὰ, οὕτω συναλείφεται. ῾ἠτέρα. καὶ θητέρα, οὔτε δὲ κατὰ γενικὴν οὐδ' αὐτὰ, οὔτε κατὰ αἰτιατικὴν κιρνᾶται. καὶ οὕτω μὲν ταῦτα. (Vers. 125.) Τὸ δὲ τραπέουσιν, ἀντὶ τοῦ πατοῦσιν. ὅθεν φασὶ καὶ τραπηταὶ, οἱ πατοῦντες τὰς σταφυλάς. γίνεται δὲ παρὰ τὸ τρέπειν ἡ λέξις, ἐπεὶ πατουμένη τρέπεται εἰς ἄλλό τι ἡ σταφυλή, εἰς οἶνον γάρ. τρεπομένη ἀπὸ πηκτοῦ εἰς ῥυτόν. Ἰστέον δὲ ὅτι τὸ τραπεῖν μὲν σταφυλὰς, ποιητικὴ τραχεῖα λέξις. τὸ δὲ πατεῖν, ἀνάπαλιν. κοινή τε γάρ ἐστι καὶ λεία. καὶ εὕρηται καὶ αὐτοῦ χρῆσις παρὰ τοῖς παλαιοῖς, ἔν τε πεζολογίᾳ. οἷον. ἐπάτουν ἑξήκοντα σάτυ-