# Commentarii ad Homeri Odysseam 1.269.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.269.1

ροι πρὸς αὐλὸν ᾄδοντες μέλος ἐπιλήνιον. ἔτι δὲ καὶ ἐν σκολίῳ. Ὑβρίας γοῦν ὁ Κρὴς κατὰ τὴν τοῦ δειπνοσοφιστοῦ ἱστορίαν, γράφει οὕτως. ἔστι μοι πλοῦτος, μέγα δόρυ. καὶ ξίφος. καὶ τὸ καλὸν λαισήϊον πρόβλημα χρωτός. τούτῳ γὰρ ἀρῶ. τούτῳ θερίζω. τούτῳ πατέω τὸν ἁδὺν οἶνον ἀπ' ἀμπέλου. καὶ ἰδοὺ χρῆσις αὕτη τοῦ πατεῖν ληνοβατικῶς. τὸ δὲ σκόλιον, ἔχει καὶ ταῦτα. τούτῳ δεσπότας κέκλημαι. τοιδὲ μὴ τολμῶντες ἔχειν δόρυ καὶ τὸ καλὸν λαισήϊον, πάντες γόνυ πεπτηῶτες ἐμὸν, κυνέοντι δεσπόταν. καὶ μέγαν βασιλέα φωνέοντι. ἤγουν προσκυνοῦσί με ὡς δεσπότην καὶ προφωνοῦσι μέγαν βασιλέα. σκόλια δὲ τοῦτο τὲ καὶ τὰ κατ' αὐτὸ λέγεται, τῷ μὲν τόνῳ, πρὸς διαστολὴν τοῦ κοινῶς σκολιοῦ ἢ πράγματος ἢ λόγου. τῇ δὲ ἐννοίᾳ, οὐχ' ὅτι σκολιά εἰσι λόγῳ ψόγου, ἀλλὰ κατά τινα μελοποιΐας νόμον. ὃς οἷα εἰκὸς, οὐ πρὸς εὐθὺ ἐμέλπετο ἁπλοϊκώτερον, ἀλλὰ ποικίλως ἐσκολιοῦτο. μυρία δὲ τοιαῦτα περιφέρονται. τὰ μὲν, σκωπτικά. τὰ δὲ, πρὸς ἔρωτα. πολλὰ δὲ, καὶ σπουδαῖα. ἐν οἷς καὶ τὸ παιδεῦον ὀρθότητα φιλικὴν, ἔχον οὕτως. ὅ δὲ καρκίνος ὧδ' ἔφη χαλᾷ τὸν ὄφιν λαβών. εὐθέα χρὴ τὸν ἑταῖρον ἔμεν καὶ μὴ σκολιὰ φρονεῖν. ἤγουν καρκίνος χηλῇ τὸν ὄφιν συσχὼν, εἶπεν ὡς ὀρθὸν χρὴ τὸν φίλον εἶναι καὶ μὴ σκολιόφρονα. παίδευσιν δὲ κἀκεῖνο τὸ σκόλιον ἔχει. εἴθ' ἐξῆν ὁποῖός τις ἦν ἕκαστος τὸ στῆθος διελόντα ἔπειτα τὸν νοῦν ἰδόντα, κλείσαντα πάλιν, ἄνδρα φίλον νομίζειν ἀδόλῳ φρενί. αὐτὸ δὲ χρηστὸν μέν ἐστιν εἰς τὴν Ἀχιλλέως γνώμην ὃς ὁμῶς ἀΐδω πύλῃσιν ἄνδρα ἐχθαίρει ἕτερα μὲν κεύθοντα ἐν φρεσὶν ἄλλα δὲ βάζοντα. ὥρμηται δὲ ἀπὸ Αἰσωπείου μύθου. ἐν ᾧ μέμφεται ὁ Μῶμος τὸν Προμηθέα, ὅτι πλάσας ἄνθρωπον, μὴ προσέπλασε τῷ στήθει καὶ πύλας, ὥστε ἀνοιγομένων αὐτῶν, βλέπεσθαι τὰς φρένας αὐτοῦ. ἀλλ' ἀφῆκε κρυψίφρονα εἶναι. ἔτι παιδεύει κἀκεῖνο εἰς φιλίαν τὸ, σύν μοι πῖνε. συνήβα. συνέρα. συγκανηφόρει. σύν μοι μαινομένῳ μαίνεο. συσσωφρόνει σώφρονι. οὗ περ ἀρχὴ, ἐξ Ὁμήρου. εἰπόντες ἐν ταῖς λιταῖς, ὡς καλόν τοι σὺν ἐμοὶ τὸν, κήδειν. καὶ ἑξῆς. Τὸ δὲ πάροιθεν ὄμφακες, ἀντὶ τοῦ, πρὸ ὀφθαλμῶν. οἷα βλεπόμεναι καὶ μὴ εἰς τὸ ἐπιὸν ἔτος ἐλπιζόμεναι. (Vers. 126.) Τὸ δὲ ἄνθος ἀφιεῖσαι, ἐφερμηνευτικόν ἐστι τοῦ ὄμφακες. ὄμφακες γάρ εἰσι κατὰ τοὺς παλαιοὺς, αἱ τὸ ἄνθος καὶ τὴν κύπριν μεταβάλλουσαι εἰς σταφυλάς. ἐπετήσιον δέ πως καὶ τὴν σταφυλὴν ἐκεῖ βούλεται εἶναι ὁ ποιητής. εἴπερ τομὲν αὐτῆς, εἱληθερεῖται. τοδὲ, τρυγᾶται. τοδὲ, πατεῖται. ἄλλο δὲ, ἄνθος ἀφίησι. τοδὲ, περκάζει ὅ ἐστι μελαίνεται. δηλοῖ δὲ τὴν τοῦ περκάζειν σημασίαν, καὶ ὁ περκνὸς εἴτε ἀετὸς εἴτε ἄλλό τι. (Vers. 127.) Πρασιαὶ δὲ, τόποι λαχανηφόροι, ἀπὸ μέρους τῶν πράσων κληθέντες. ἀφ' ὧν καὶ χρῶμα τὸ πράσιον, περιεκτικὴ δὲ ἡ λέξις ὡς καὶ ἡ ἀχυρμιά. (Vers. 128.) Τὸ δὲ γανόωσαι, ἀντὶ τοῦ, γάνος ἐμποιοῦσαι. ὥσπέρ που καὶ χθὼν γελᾶν ἐλέχθη παρὰ τῷ ποιητῇ. καὶ ἐπὶ θαλάσσης δὲ γαληνὰ κλυζούσης τὴν χέρσον, γέλως παρά τισι λέγεται. οὐχ' ὅτι κῦμα γελᾷ, ἀλλ' ὅτι διαχέονται οἱ αὐτὰ ὁρῶντες. μεταγομένου τοῦ πάθους, ἀπὸ τῶν πασχόντων ἐπὶ τὰ ποιοῦντα. οὕτω δὲ καὶ θώρηκες ἐν Ἰλιάδι γανόωντες λέγονται. (Vers. 129.) Αἱ δὲ κρῆναι, χρήσιμοι τῇ τε πόλει, καὶ τοῖς περὶ τὸν κῆπον. διὸ καὶ αὐτὰς προσιστόρησεν ὁ ποιητὴς διὰ τὸ ἀναγκαῖον τῆς χρήσεως. Ὅρα δὲ ὅτι τὸν ῥηθέντα τετράγυον κῆπον, εἰς τρία διεῖλεν. εἰς δενδροφόρον. καὶ εἰς ἀμπελόφυτον ἣν ἁλωὴν εἶπε κατ' ἐξοχήν. καὶ εἰς λαχανηφόρον. (Vers. 132.) Τὸ δὲ ἐν Ἀλκινόου, Ἀττικῶς συντέτακται ὡς καὶ τὸ ἐν ᾅδου καὶ τὸ ἐν Κίρκης καὶ ὅσα τοιαῦτα. (Vers. 137.) Ὅτι καὶ οἱ Φαίακες ὑπνῶσαι μέλλοντες, Ἑρμῇ ἔσπενδον. φησὶ γοῦν περὶ Ὀδυσσέως, ὡς εὗρε τοὺς τῶν Φαιάκων ἡγήτορας, σπένδοντας δεπάεσσιν ἐϋσκόπῳ ἀργειφόντῃ. ᾧ πυμάτῳ σπένδεσκον (Vers. 138.) ὅτε μνησαίατο κοίτου. καὶ ὡς ὀνειροπομπῷ δὲ καὶ ὑπνοδότῃ ἐκείνῳ ἔσπενδον τηνικαῦτα καιροῦ. πλάττει δὲ ὁ ποιητὴς ἐν τοιαύτῃ ὥρᾳ τὸν Ὀδυσσέα ἱκέτην ἐλθεῖν ἐς Ἀλκινόου, καθὰ καὶ τὸν Πρίαμον ἐν Ἰλιάδι μετὰ δόρπον ἤγαγεν ἱκετεύσοντα εἰς Ἀχιλλέα. ἱλαρώτεροι γὰρ ἐν τοιούτῳ καιρῷ μάλιστα οἱ ἱκετευόμενοι. εἰ μὴ ἄρα κατὰ τὸν Πολύφημον ἐξηγρίωνται. οὕτω δὲ καὶ ἐν Πύλῳ θυσίαν εὗρεν εὐτυχῶς ὁ Τηλέμαχος, καὶ γάμον ἐν Λακεδαίμονι. (Vers. 136.) Τὸ δὲ ἡγήτορας, καὶ μέδοντας εἶπε κατὰ παράλληλον νόημα. ἔφη γάρ. Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας. (Vers. 138.) Τὸ δὲ ὅτε μνησαίατο κοίτου, ἑρμηνεία ἐστὶ τοῦ, ᾧ πυμάτῳ σπένδεσκον. ἔσπενδον δὲ τῷ Ἑρμῇ πυμάτῳ, ἁπλῶς. εἰ μή τι παρενέπεσε κωλυτικόν. Ὥσπερ ἐνταῦθα μετ' ὀλίγα καὶ Διῒ ξενίῳ σπείσουσι διὰ τὸν ἐλθόντα ξένον οἱ Φαίακες. (Vers. 139.) Ὅτι ἀσύνηθες τοῖς μεθ' Ὅμηρον τὸ, ἔβη διὰ δῶμα ἤτοι κατὰ δῶμα. ἐκεῖνοι γὰρ διὰ δώματος φασὶν ὡς καὶ ἔβη δι' ἀγορᾶς ἢ διὰ μέσης τῆς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
