Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.27.1
Not analysed yet
καὶ ὁ παρὰ τοῖς Φαίαξιν Ἐρύἀλος. ὁ δὲ ἀγχίἁλος τόπος καὶ ἀμφίἁλος, δασύνουσι τὸ μέσον ἄλφα κατὰ τοὺς παλαιούς. οὕτω δὲ καὶ ὁ πλησίἁλος. οὗ χρῆσις κατὰ τὸν Ἀθήναιον, παρὰ Ποσειδωνίῳ ἐν τῷ, ὥδευον κατὰ τὸ πλησίἁλον ταυτόν δ' εἰπεῖν ἀγχίἁλον, νικήσαντες τὴν μάχην. περὶ δὲ τοιούτων ἀρχαϊκῶν πνευματισμῶν, ἐν τοῖς εἰς τὴν Ἰλιάδα σαφῶς γέγραπται. δῆλον δὲ ὡς τὸ μὲν κύριον ὁ Ἀγχίἀλος καὶ τὸ ἐπίθετον ὁ Ἀγχίἁλος τόπος, καὶ πόλις δὲ Θρᾴκης Ἀγχίαλος ἡ καὶ Ἀγχιάλη, προπαροξύνονται. Ἀγχιαλὸς δέ φασι σχοῖνος πλοίου, ὀξύνεται. Τὸ δὲ Ἀγχιάλοιο, Θετταλικῆς γλώσσης ἔστι, καὶ ὅσα κατ' αὐτό. καθὰ καὶ ἡ Ἰλιὰς ἐδήλωσε. δηλοῖ δ' αὐτὸ, καὶ ὁ γράψας οὕτω. Μίδας Μίδου καὶ Γέτας Γέτου, κοινῶς. Μίδα δὲ καὶ Γέτα Δωρικῶς. οὕτω δὲ καὶ Αἰνείας Αἰνεία. Αἰνείαο δὲ, Βοιωτῶν καὶ ἄλλων Δωριέων. Ἀττικῶν δὲ καὶ Ἰώνων, Μενέλεω, καὶ Αἰνείεω. Θετταλῶν δὲ, καλοῖο. Ὅτι τὸν Ὀδυσσέα μὲν, εἰς φιλόσοφον οἱ παλαιοὶ μεταλαμβάνουσι. τὴν δ' ὑπ' αὐτοῦ διωκομένην Πηνελόπην, εἰς φιλοσοφίαν ἐκλαμβάνονται. οὐ τὴν ἱστορίαν ἐξαφανίζοντες, ἀλλὰ τὸ ταπεινὸν, φιλοσόφως ἀνάγοντες. καὶ χαρακτηρίζοντες ἐκ τοῦ διώκοντος ὅ φασι, τὸ διωκόμενον. ἤγουν ἐκ τοῦ φιλοσόφου Ὀδυσσέως, ὑποδεικνύντες καὶ τὴν ὑπ' αὐτοῦ διωκομένην ἤτοι ποθουμένην γυναῖκα. καὶ φιλοσοφίαν εἶναι ὑπονοοῦντες ἐξ ἐκείνου, καὶ αὐτήν. τοὺς δέ γε μνηστῆρας, ἐραστὰς φιλοσοφίας νοοῦσιν. οἳ πολλοὶ μὲν αὐτὴν μνῶνται, καὶ περὶ τὴν αὐτῆς κτῆσιν πονοῦνται. παρεμφερὲς δέ τι τῷ φιλοσόφῳ μὴ ἔχοντες Ὀδυσσεῖ μὴ δὲ τὸ ἐπαγωγὸν κατ' ἐκεῖνον πλουτοῦντες, αὐτῆς μὲν ἐκπίπτουσιν, ἄλλης δὲ συνουσίας γίνονται, ταῖς θεραπαινίσι πλησιάζοντες, ὅ ἐστι ταῖς λοιπαῖς τῶν τεχνῶν συγγινόμενοι, ὧν τέχνη ἐστὶν ἡ φιλοσοφία καὶ ὡς δέσποινα ὑπερκάθηται. καὶ αὐτοὶ μὲν, οὕτω ταῖς ὑποδεεστέραις ὁμιλοῦσι τέχναις. ἡ δὲ καλλίστη καὶ ἀρχιτέκτων, τῷ Ὀδυσσεῖ τεταμίευται μόνῳ, τῷ ὄντως φιλοσόφῳ. καὶ οὕτω μέχρι τούτου τὴν ἱστορίαν ἀναγαγόντες οἱ παλαιοὶ, τὸ ἐντεῦθεν καταβαίνουσι. καὶ μνηστηροφονίαν, καὶ Τηλεμάχου καὶ Εὐμαίου εὔνοιαν, καὶ θεραπαινίδων θάνατον, καὶ εἴ τι τοιοῦτον, ψιλῇ ἀφιᾶσι τῇ ἱστορίᾳ. οὐχ' ὅτι οὐ δύνανταί τι λαλεῖν καὶ ἐν τούτοις, ἀλλ' ὅτι περιττὸν ἡγοῦνται τοιούτοις ἐναδολεσχεῖν. (Vers. 106.) Ὅτι τὸ ἀγήνωρ, οὐ μόνον ἐπὶ ψόγου λαμβάνεται ὅτε καὶ δηλοῖ τὸν θρασὺν καὶ ὑβριστὴν, ἀλλὰ καὶ ἐπὶ ἐπαίνου. ὁπηνίκα τὸν ἀνδρεῖον δηλοῖ, ὡς πολλαχοῦ τῆς Ἰλιάδος εὕρηται. γίνεται δὲ ἀμφότερα ἐκ τοῦ ἄγαν καὶ τοῦ ἠνορέη, τουτέστιν ἀνδρία. διττὸν γὰρ τὸ ἄγαν. τὸ μὲν, καθ' ὑπερβολὴν ὅπερ καὶ ψέγεται. διὸ καὶ παρήγγελται τὸ, μηδὲν ἄγαν. καὶ ἐκ τοῦ τοιούτου ἄγαν, γίνεται ἀγήνωρ ὁ θρασύς. τὸ δὲ, κατὰ μεσότητά ἐστιν ἄγαν, καὶ ἐπαινετόν. ἔστι γάρ ποτε καὶ τῷ λίαν κατὰ τὴν τραγῳδίαν χρᾶσθαι καλῶς. καθ' ὃ σημαινόμενον, λέγομέν τινα ὑπερλίαν σοφόν. καὶ ἐκ τούτου τοῦ ἄγαν, ἀγήνωρ ὁ ἀνδρεῖος, λέγεται. Καὶ ἄλλως δὲ ἀγήνωρ ὁ ἀνδρεῖος, ἀπὸ τοῦ ἄγειν ἄνδρας ἤτοι ἄρχειν ἀνδρῶν. ὥσπερ καὶ λοχαγὸς καὶ στρατηγὸς, ὁ ἄγων λόχον καὶ στρατόν. ἢ καὶ ἀπὸ τοῦ ἄγειν ἄνδρας ἤτοι ληΐζεσθαι. δηλοῖ γὰρ καὶ τοιοῦτόν τι τὸ ἄγειν. οἷον, τὰ μὲν ἦγε, τὰ δὲ ἔφερε παρὰ Ἡροδότῳ. ἐν δὲ τῇ Ἰλιάδι, καὶ κύριον ἦν ὄνομα ὁ Ἀγήνωρ. ἐν ᾗ καὶ Μέντης ἕτερος παρὰ τὸν ἐνταῦθα ἱστόρηται. δῆλον δ' ὅτι καὶ ὑπερήνωρ δύναται ὁ ἀγήνωρ λεχθῆναι. καὶ αὐτὸ, κατ' ἄμφω τὰς ῥηθείσας ἐννοίας, τήν τε ἐπαινετὴν καὶ τὴν ψεκτήν. ὡς δηλοῖ τὸ, κακῶς ὑπερηνορέοντες. διαστελλόμενον πρὸς τοὺς ὡς εἰκός ποτε καὶ εὐλόγως ὑπερηνορέοντας. (Vers. 107.) Ὅτι μνηστήρων ἔργον ὅτε μὴ περὶ τραπέζας εἶχον, τοῖς πάντῃ ἀναγκαίως μετ' ὀλίγα εἰρησομένοις περί που τὸ τέλος τῆς δε τῆς ῥαψῳδίας πεσσοῖς, προπάροιθε θυράων θυμὸν τέρπειν. ἔστι δὲ ὅτε, καὶ ἐν τυκτῷ δαπέδῳ γυμνάζεσθαι, ὡς ἐν τοῖς ἑξῆς ὁ ποιητὴς ἐρεῖ. πεττεύουσι δὲ ταυτόν δ' εἰπεῖν κατὰ τὸν μεταβολέα ῥήτορα, διακυβεύονται προπάροιθε τῶν θυρῶν, διὰ δειλίαν. ἵνα μὴ λάθῃ ἐξοδός τις ἢ εἴσοδος μελετωμένη τυχὸν ἐπὶ βλάβῃ αὐτῶν. ὁ δὲ πεσσὸς, παρὰ τὸ πεσεῖν ἐτυμολογεῖται, κατὰ διπλασμὸν τοῦ σ. πεσεῖν δὲ καὶ συμπεσεῖν λέγεται, τὸ κατὰ τύχην συμβῆναί τι. ἐξ οὗ καὶ περιπέτεια, τὸ τυχηρὸν σύμβαμα. ὅτι δὲ ὁ πεσσὸς τύχης ἐστὶν ἄθυρμα καὶ αὐτῇ ἀνάκειται, ἴσασιν οἱ κατακυβευόμενοι. Ἰστέον δὲ ὅτι φανερὰ διαφορά ἐστι κύβων καὶ πεσσῶν παρὰ τοῖς παλαιοῖς. κύβοι μὲν γὰρ, οἱ καταῤῥιπτόμενοι ἑξάπλευροι βόλοι, καὶ οἱονεὶ κατακυβιστῶντες ἐν τῷ βάλλεσθαι. ἐξ ὧν καὶ τὸ κυβικὸν παρωνόμασται σχῆμα. ὁ δὲ πεσσὸς, ἑτεροῖόν τι ἐστίν. Ἡρόδοτος οὖν φανερῶς διαφέρειν δηλοῖ κύβον καὶ πεσσὸν, ἐν οἷς λέγει ὅτι Λυδοὶ τοὺς κύβους εὗρον. καὶ τοὺς ἀστραγάλους. καὶ τὴν σφαῖραν. καὶ ἄλλα παίγνια. πλὴν πεσσῶν. Ἰστέον δὲ καὶ ὡς ποτὲ μὲν, ἐκ μέρους, κύβος ἡ ὅλη διάθεσις τῆς πεδιᾶς.