# Commentarii ad Homeri Odysseam 1.272.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.272.1

ἡ Φαιακικὴ πομπὴ τῶν ξένων. ἄνευ δηλαδὴ πόνου καὶ ἀνίας. ἃ εἰ καὶ ἔχουσιν οἱ ἄλλοι ναυτικοὶ, οὐ μὴν καὶ οἱ Φαίακες. Τὸ δὲ κακὸν καὶ πῆμα, ἐν ἄλλοις πολλαχοῦ δίχα συνδέσμου κακὸν πῆμα λέγεται. (Vers. 197.) Ὅτι ἐν τῷ, ἅσσά οἱ αἶσα κατακλῶθές τε βαρεῖαι, γεινομένῳ νήσαντο λίνῳ ὅτε μιν τέκε μήτηρ, τοὺς παρὰ τοῖς ὕστερον γενεθλιακοὺς ἔοικε παραλαλεῖν ὁ ποιητής. Τὸ δὲ κλῶθες ἢ κατακλῶθες, μεταπλασμὸν ἔπαθεν ἐκ τοῦ, αἱ κλωθοί. οὗ εὐθεῖα ἡ κλωθώ. δηλοῖ δὲ τὰς Μοίρας, παρονομασθείσας ἀπὸ μιᾶς αὐτῶν τῆς Κλωθοῦς. καὶ οὕτω μέν τινες. ἴσως δὲ μᾶλλον, οὐχ' ἁπλῶς Μοῖραι αἱ κατακλῶθες. ἀλλὰ αἶσα μὲν, ἡ ἁπλῶς μοῖρα. κατακλῶθες δὲ, αἱ μὴ εὐτυχεῖς. διὸ καὶ βαρεῖαι λέγονται, οὐ μὴν ὄλβιοι κατὰ τὸ, ὄλβον ἐπικλώσειε γαμέοντί τε γεινομένῳ τε. ἐτυμολογία δὲ τοῦ (Vers. 198.) κατακλῶθες, τὸ, νήσαντο λίνῳ ὅ ἐστιν ἐπέκλωσαν. γράφεται δὲ τὸ, κατακλῶθές τε βαρεῖαι, καὶ κατακλώθησι βαρεῖα, αἶσα δηλαδὴ, κατά τινα τῶν ἀντιγράφων. οὐ μέντοι καλῶς. ἔχει δέ τι καὶ ἀστεῖον κατὰ τροπὴν τὸ βαρεῖαι. οὐ γάρ ἐστι κλωθῆναι ὡς ἐπὶ πολὺ λίνον, μὴ βρίθον κάτω, καὶ μάλιστα τὸ ἐν ἀτράκτοις. Λίνον δὲ μοιρῶν συμβολικῶς, αἱ τῶν πραγμάτων στροφαὶ καὶ τὰ ἐν βίῳ ὑφαινόμενα. Ἰστέον δὲ ὡς εἴπερ μὴ ἐγράφετο κατακλῶθές τε βαρεῖαι ἀλλὰ κατακλώθησι βαρεῖα, ἦν ἂν τὸ ῥῆμα Ῥηγίνων διαλέκτου. οἳ καθ' Ἡρακλείδην τὰ τρίτα τῶν ὁριστικῶν περισπωμένων τῆς πρώτης συζυγίας καὶ τῶν βαρυτόνων δὲ ῥημάτων, κατὰ τὸ ἑνικὸν εἰς τὴν ςι συλλαβὴν περαιοῦσι τοῦ η παραλήγοντος. τὸ γὰρ φιλεῖ καὶ νοεῖ καὶ λέγει καὶ φέρει, φίλησι φησὶ καὶ νόησι καὶ λέγησι καὶ φέρησι. τοιοῦτον δὲ καὶ τὸ λαμπρὸν παμφαίνησι παρ' Ὁμήρῳ. ἅπαξ φησὶ χρησαμένῳ τῇ διαλέκτῳ ἐπὶ τούτου. καλεῖται δὲ καὶ τὸ σχῆμα Ἰβύκειον ὑπὸ τῶν γραμματικῶν, διὰ τὸν μελοποιὸν δηλαδὴ Ἴβυκον φιληδήσαντα τοιαύτῃ γλώσσῃ. εἰ δή φησι καὶ τὸ ὦ τουτέστιν ὑπάρχω πρώτης ἐστὶ συζυγίας κατὰ τὸ φιλῶ, καὶ ἔστι τρίτον αὐτοῦ εἶ, δωριζόμενον κατὰ Ῥηγίνους, γένοιτ' ἂν ὁμοίῳ λόγῳ ἐκ τούτου ἦσιν ὁ ἐνεστώς. Ἰστέον δὲ ὅτι οὐ περὶ τρίτων αὐθυποτάκτων ἔστιν ὁ λόγος ὁποῖον τὸ λάβη λάχη ἐξ ὧν λάβησι λάχησιν, αὐτὰ γὰρ καὶ ὅσα τοιαῦτα, οὐ Ῥηγίνων εἰσὶν ἀλλὰ Ἰώνων. Τὸ δὲ ὅτέ μιν τέκε μήτηρ, πρὸς σαφήνειαν ἐῤῥέθη. ἵνα τὸ γεινομένῳ, μὴ νοηθείη ἀντὶ τοῦ γεννῶντι καθά τινες αὐτὸ πρὸ τούτων ἐνόησαν ἐν τῷ, γαμέοντί τε γεινομένῳ τε. ἀλλ' εἴη ἐνταῦθα γεινόμενος, ὃν τέκε μήτηρ. (Vers. 199.) Ὅτι θεοφιλεῖς τοὺς Φαίακας ἐθέλων ὁ ποιητὴς εἰπεῖν, πλάττει τὸν βασιλέα λέγοντα (Vers. 200.) ὡς εἴπερ τις ἀθάνατος φαντάσας ἑαυτὸν εἰς ξένον ἄρτι μετὰ δόρπον ἐνεφανίσθη, ἄλλο τι τόδε θεοὶ περιμηχανόωνται. διὰ τὸ ἀσύνηθες δηλαδή. αἰεὶ γὰρ τὸ πάροσγε θεοὶ φαίνονται ἐναργεῖς ἡμῖν, εὖτε τουτέστιν ὁπηνίκα ἕρδομεν ἀγακλειτὰς ἑκατόμβας. δαίνυνταί τε πὰρ ἄμμι καθήμενοι, ἔνθά περ ἡμεῖς. εἰ δ' ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ἤγουν συναντήσει ὁδίτης, (Vers. 204.) οὔτι κατακρύπτουσιν. ἀλλὰ δηλονότι ἐναργεῖς καὶ αὐτῷ φαίνονται, ὡς καὶ τῷ Ὀδυσσεῖ πρὸ ὀλίγων ἡ Ἀθηνᾶ. (Vers. 205.) εἴτα καὶ τὴν αἰτίαν τῆς τοιαύτης ἐναργείας λέγων, ἐπάγει. (Vers. 206.) ἐπεί σφισιν ἐγγύθεν εἰμὲν τουτέστιν ἐσμὲν, ὥσπερ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων. ὅπερ ὅτι ὁμοιότης ἐστὶ πεπορισμένη ἐξ ἀνομοιότητος, προγέγραπται. ῥητέον δὲ καὶ νῦν ὅτι τοιοῦτός ἐστιν ἐνταῦθα ὁ τῆς ὁμοιόσεως λόγος, ὡς εἴ τις εἴποι τόσον εἶναι Σωκράτην ἐγγύθι τῷ Πλάτωνι κατ' ἀρετὴν, ὅσον Ἄνυτος καὶ Μέλιτος ἀλλήλοις κατὰ κακίαν. οὕτω καὶ ἐνταῦθα ἐγγύθεν Φαίακες θεοῖς κατὰ δικαιοσύνην, ὡς Κύκλωπες καὶ Γίγαντες ἀλλήλοις κατὰ ἀδικίαν. ἐνταῦθα δὲ καὶ τὸ (Vers. 205.) θεοῖς ἐγγύθεν εἶναι, ὅμοιόν ἐστι τῷ, ἀγχιθέους αὐτοὺς εἶναι. ὡς ἐν τῇ ε ῥαψῳδίᾳ γέγραπται. (Vers. 199.) Ἰστέον δὲ ὅτι παρὰ τὸν καιρὸν ἐνταῦθα τῷ Ἀλκινόῳ ἡ ἀπορία ἐστίν. οὐ γὰρ εἰ ἐπεφάνη θεὸς τεθαύμακεν, ἀλλ' εἴπερ ἐν τοιούτῳ καιρῷ. (Vers. 208.) Ὅρα δὲ ὡς οὐδὲ ἡ Ναυσικάα ὑπαίτιος εἰ θεὸν τὸν Ὀδυσσέα ὑπώπτευσεν, εἴγε καὶ Ἀλκίνοος τοιοῦτόν τι περὶ αὐτοῦ ὑπονοεῖ. ὁ μέντοι Ὀδυσσεὺς ὑπεξαιρῶν τὴν περὶ ἑαυτοῦ θειοτέραν ὑπόνοιαν ὡς θεοῦ μὲν ὂν τὸ μακάριον αὐτὸς δὲ ἀθλίως πεπραγώς, φησὶν ἃ δὴ ἁρμόττει παντὶ ἄλλως μὲν δυστυχεῖ νομιζομένῳ δὲ εὐπραγεῖν, παρῳδηθέντα οὕτω πως. ἄλλο τί τοι μελέτω φρεσίν. οὐ γὰρ ἔγωγε ἀθανάτῳ ἔοικα ὃς οὐρανὸν εὐρὺν ἔχει, οὐ δέμας οὐδὲ φυὴν, ἀλλὰ θνητοῖσιν, οὕς τινας ὑμεῖς ἴστε μάλιστ' ὀχέοντας ὀϊζύν, τοῖσί κεν ἐν ἄλγεσιν ἐξισωσαίμην. καὶ μᾶλλον δ' ἂν, ἐγὼ κακὰ μυθησαίμην ὅσσά γε δὴ ξύμπαντα θεοῦ ἰότητι μόγησα. (Vers. 213.) τοῦτο δὲ προαναφώνησίς ἐστι τῶν ἑξῆς. ὡς πολλὰ τοῦ Ὀδυσσέως μυθησομένου περὶ τῶν καθ' ἑαυτόν. (Vers. 208.) Ὅρα δὲ ὡς οὐκ εἶπεν ὅτι οὐ γὰρ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
