Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.278.1
Not analysed yet
την. καὶ παῖδες ἀνάκτων ἦσαν. καὶ ὅλως, τοιοῦτοι οἵους οὐκ ἂν κακοὶ τέκοιεν. (Vers. 318.) Ὅτι ὑπισχνεῖται μὲν ὁ βασιλεὺς αὔριον πέμψαι τὸν Ὀδυσσέα, οὐ γίνεται δὲ τοῦτο διά τινα περιπέτειαν κερδαλόεσσαν τῷ Ὀδυσσεῖ, πεμφθήσεται δὲ τὴν μενὰ τὴν αὔριον. καὶ ἰδοῦ καὶ νῦν σπουδαῖος ἀνὴρ ὁ βασιλεὺς, ἐψεύσατο μὲν, οὐκ ἐπιψόγως δέ. (Vers. 320.) Ὅτι πομπὴν δηλοῖ ἄπονον καὶ ἄλυπον τὸ, σὺ μὲν δεδμημένος ὕπνῳ, λέξεαι. οἵδ' ἐλόωσι γαλήνην ὄφρ' ἂν ἵκηαι πατρίδα σὴν καὶ δῶμα καὶ εἴπου τοι φίλον ἐστίν. Ἀλκίνοος δὲ πρὸς Ὀδυσσέα τοῦτο πάνυ πεπαιδευμένως φησί. πατρίδα μὲν γὰρ πάντως ἔχοι ἂν ὁ ξένος καὶ δῶμα, εἰ δὲ καὶ γυναῖκα ἢ τέκνα ἢ γονεῖς, οὐκ οἶδεν ὁ βασιλεύς. περὶ τούτου γὰρ ἐῤῥέθη τὸ, εἴπου τοι φίλον ἐστίν. ἐπὶ γὰρ τοιούτων ἡ τοῦ φίλου λέξις κυριολεκτεῖται. ἃ δὴ καὶ φίλτατα κατ' ἐξοχὴν λέγονται. Πιθανῶς δὲ πέπλασται τὸ, ὑπνοῦντα τὸν Ὀδυσσέα ἐγκαταστῆναι τῇ πατρίδι πρὸς τῶν Φαιάκων. ἐποίησαν γὰρ ὡς εἰκὸς οὕτως ἐκεῖνοι, δεδιότες μή ποτε ὁ ξένος νήφων ἐν τῷ κατάπλῳ, ἢ κατάσχῃ αὐτοὺς, ἢ καὶ τὴν ὁδὸν σημῃνάμενος, ἐπαναστῇ τοῖς ἐν τῇ νήσῳ οἷς οὐ μέλει βιὸς οὐδὲ φαρέτρη. ἅμα δὲ, καὶ ἵνα μὴ δόξωσιν ἀντίχαριν τῆς ἀνακομιδῆς ἀπαιτεῖν. (Vers. 319.) Τὸ δὲ ὕπνῳ δεδμημένος λέξαι, πρὸς διαστολὴν εἴρηται τοῦ ἄλλως πως λέγεσθαι. ὃ δὴ πολυσήμαντόν ἐστι. Τὸ δὲ ἐλόωσι, χρόνος ἐστὶν ἐνεστὼς ἀντὶ μέλλοντος τοῦ, ἐλάσουσι. (Vers. 317.) Τὸ δὲ γαλήνην, ἀντὶ τοῦ γαληνῶς. ὡς καὶ πρὸ ὀλίγων ἐπιῤῥηματικῶς ἔφη ἀληθείην ἀντὶ τοῦ ἀληθῶς. Ἐν δὲ τῷ ῥηθέντι χωρίῳ, κεῖται καὶ τὸ τεκμαίρομαι ἀντὶ τοῦ τελειῶ, ἐκ τοῦ τέκμωρ τὸ τέλος. οἷον. πομπὴν τεκμαίρομαι. (Vers. 318.) ἔτι δὲ καὶ τὸ τῆμος, ἐς τῆμοσδε. καὶ δῆλον ὡς εἰπεῖν μὲν ἐς τῆμος, ὅμοιον τῷ ἐσαύριον καὶ τοῖς τοιούτοις. ἡ δὲ ἐν τῷ τέλει ἐπέκτασις περιττὴ καὶ οὐκ ἀντὶ προθέσεως ὡς ἐν τῷ τῆμοσδε. (Vers. 323.) Ὅτι θέλων ὁ βασιλεὺς ἐνδείξεσθαι τὸ τάχος τῶν παρὰ τοῖς Φαίαξι νηῶν, ἱστορεῖ ὡς ἦν καιρὸς ὅτε οἱ Φαίακες τὸν Ῥαδάμανθυν ἦγον εἰς Εὔβοιαν ἐπὶ θέᾳ τοῦ Τιτυοῦ. καὶ κατὰ τὴν αὐτὴν ἡμέραν ἀπήγαγον αὐτὸν οἴκαδε, ἀπονητί. Ἔνθα σημείωσαι ὡς εἴτε ἀντικρὺ τῆς ἰδίως οὕτω καλουμένης Ἠπείρου κατὰ τὴν ἱστορίαν ἡ νῆσος τῶν Φαιάκων ᾤκισται εἴ τε καί που ποῤῥωτάτω ἐν ἀπανθρώπῳ τόπῳ καθὰ φαίνεται δοκεῖν Ὁμήρῳ, ὑπερβολικὸς ὁ ἐνταῦθα λόγος. καὶ ἀδύνατον ἀνυσθῆναι τὸν ἐκ Φαιάκων εἰς Εὔβοιαν πλοῦν καὶ ἐκεῖθεν εἰς Φαίακας, ἤματι τῷ αὐτῷ. ἤγουν ἡμέρᾳ μιᾷ. ἔσται δὲ ὅμως ἡ τοῦ τοιούτου πλοῦ ἱστορία δυνατὴ, εἰ τὸ τάχος τῶν Φαιακικῶν νηῶν εἴη ὡσεὶ πτερὸν ἠὲ νόημα, Ἔστι δ' ἐν τούτοις ἡ Ὁμηρικὴ φράσις, τοιαύτη. ὄφρ' ἂν ἵκηαι πατρίδα σὴν, εἴπερ καὶ μάλα πολλὸν ἑκατέρω ἔστ' Εὐβοίης. τήν περ τηλοτάτω φασὶν ἔμμεναι οἵ μιν ἴδοντο λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν ἦγον ἐποψόμενον Τιτυὸν γαιήϊον υἱόν. καὶ μὲν οἳ, ἔνθ' ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν ἤματι τῷ αὐτῷ, καὶ ἀπήνυσαν οἴκαδ' ὀπίσω. (Vers. 324.) Καὶ ὅρα ὡς ἀφαιρῶν ὁ ποιητὴς τὴν τοῦ λόγου ὑπτιότητα, παρενέβαλε τὴν περὶ τοῦ ἀθεμίστου Τιτυοῦ ἱστορίαν. ὃν Ἐλάρας τῆς Μίνωος ἢ Ὀρχουμένου θυγατρὸς, παραδιδόασι παῖδα. ᾗ συνελθὼν ὁ Ζεὺς, ἔκρυψεν αὐτὴν κατὰ γῆς διὰ ζηλοτυπίαν Ἥρας. ἡ δὲ, ἀνῆκεν υἱὸν ἐξοχώτατον. ὃς ἐκλήθη Τιτυὸς, καθ' ὁμοιότητα ἴσως τῶν ἀτασθάλων τιτάνων. αὐξηθεὶς δὲ, ἐάλω ἔρωτι Λητοῦς. καὶ ἐτοξεύθη φασὶν ὑπ' Ἀπόλλωνος. μεγαλοσώματος δὲ δοκεῖ ὁ ἀνὴρ εἶναι. καὶ οὐ μόνον βουγάϊος, ἀλλὰ καὶ εἰς πλέον πολυμήκης, εἴπερ ἐπὶ ἐννέα ἐν τοῖς ἑξῆς που κεῖται πέλεθρα. διὸ καὶ γῆς υἱὸς εἶναι πλάττεται, διὰ τὸ βαρὺ καὶ τὸ ὡς εἰπεῖν, ἐτώσιον ἄχθος τῆς γῆς. ἦν δὲ καὶ ὑβριστὴς κατ' ἐπιθυμίαν. διὸ καὶ τὸ ἧπαρ ἐν ᾅδου εὑρεθήσεται κειρόμενος. ὅθεν καὶ ὁ Ῥαδάμανθυς ἐπὶ θέαν τοῦ Τιτυοῦ ἐλθεῖν πλάττεται. ἢ διὰ θαῦμα τοῦ μεγέθους. ἢ καὶ ἵνα δίκαιος ὢν κατὰ τὴν ἱστορίαν, σωφρονίσῃ αὐτόν. (Vers. 322.) Ὅρα δ' ἐν τῷ χωρίῳ τούτῳ, καὶ ὅτι οὐ τηλοῦ ἁπλῶς ἀλλὰ τηλοτάτω ἤτοι ποῤῥωτάτω τῆς τῶν Φαιάκων νήσου τὴν Εὔβοιαν ὁ Ἀλκίνοος εἶναι φησί. καὶ οὐχ' ἁπλῶς ποῤῥωτάτω, ἀλλά που καὶ πρὸς ταῖς τῶν μακάρων νήσοις ταῖς κατὰ τὸν Ὠκεανόν. ἔνθα ἡ δ ῥαψῳδία διάγειν εἶπε τὸν Ῥαδάμανθυν. ὡς φαίνεσθαι παραλαλεῖν τὸν Ἀλκίνοον, ἐγγίζειν τὴν κατ' αὐτὸν γῆν τῇ τῶν μακάρων νήσῳ ἔνθα ἦν ὁ Ῥαδάμανθυς. ὅθεν καὶ τὴν προϊστορηθεῖσαν εὐδαιμονίαν εἶναι παρὰ τοῖς Φαίαξιν ὡς εἰ καὶ νῆσον ᾤκουν μακάρων. (Vers. 322.) Ἰστέον δὲ ὅτι τὸ τηλοτάτω, εἶχε μὲν, ὀρθῶς εἶναι τηλετάτω ἀπὸ τοῦ τῆλε. ὅμως ἵνα μὴ ἀπαιτῆται προπαραλήγεσθαι τῇ αι διφθόγγῳ τῷ λόγῳ τῶν διὰ τοῦ αιτατος, γέγονεν ἐκ τοῦ τηλοῦ, ἀπελεύσει υ τοῦ διὰ ἀπαρτισμὸν δακτύλου πρὸς ὁμοιότητα τοῦ, ἀγχοῦ ἀγχοτέρω καὶ ἀγχοτάτω. (Vers. 321.) Τὸ δὲ ἑκα-