# Commentarii ad Homeri Odysseam 1.279.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.279.1

τέρω, σημαίνει μὲν τὸ ποῤῥωτάτω ὁμοίως τῷ τηλοτάτω. ὅπως δὲ γίνεται, ἐν τῇ Ἰλιάδι δεδήλωται. Περὶ δὲ Εὐβοίας, καὶ ἡ Ὁμηρικὴ Βοιωτία δηλοῖ καὶ τὰ τοῦ περιηγητοῦ. (Vers. 322.) Τὸ δὲ φασὶν ἔμμεναι, ἀσφαλῶς ἐῤῥέθη. ὡς ἂν εἴπου καὶ ἐλέγχεται ὁ βασιλεὺς, εἰς τὴν κοινὴν φήμην ἀνάγοι τὸ αἴτιον. (Vers. 324.) Τὸ δὲ γαιήϊον, κτητικοῦ τύπου ἐστίν. ἔστι γὰρ ἀπὸ τοῦ γαῖα, τὸ κτητικὸν γαίειος. καὶ κατὰ διάλυσιν, γαιήϊος. ὁ κατὰ μῦθον μὲν, γῆς υἱὸς οἷα ἐκεῖθεν ἀναδοθείς. ἄλλως δὲ, πολυπέλεθρος καὶ τὰ εἰς σῶμα περιττός. (Vers. 325.) Τοῦ δὲ ἄτερ ἡ σύνθεσις, εἴη ἂν, ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ τείρειν. τὰ γὰρ ἄτερ εἶναι λεγόμενα, οὐ τείρουσιν ἄλληλα δι' ἐπιπτώσεως ἢ ἀντερείσεως ἤ τινος ὅλως θίξεως. διὸ καὶ ἑρμηνεία τοῦ ἄτερ ἐπιῤῥήματος, τὸ χωρίς. διὰ τὸ χωρίον ἤτοι χώραν εἶναί τινα μέσον ὁπωσοῦν τῶν ἄτερ ὄντων. τὸ δ' αὐτὸ ἄτερ, διασαφεῖται καὶ ὑπὸ τοῦ δίχα, διὰ τὸ δεδιχᾶσθαι ἀλλήλων τὰ ἄτερ τεταγμένα. λέγεται δὲ αὐτὸ καὶ νόσφι, διὰ τὸ νενοσφίσθαι ἤτοι διακεκρίσθαι καὶ κεχωρίσθαι τὰ ἄτερ, ἀλλήλων. ἔτι δὲ καὶ ἄνευ ἐκεῖνο φαμὲν καὶ ἄνις, διὰ τὸ ἐν τοῖς οὖσιν ἄτερ, θεωρεῖσθαι τὸ μὴ νεύειν μὴ δὲ νίσσεσθαι ὅ ἐστι πορεύεσθαι πρὸς ἄλληλα, ἀλλὰ ἰδιάζειν. ὅθεν καὶ ἰδίᾳ ἐπιῤῥηματικῶς λέγεται τὸ ἄτερ. οὐκοῦν ταυτὰ πολυωνυμίας λόγῳ, τὸ ἄτερ. χωρίς. νόσφιν. ἄνευ. ἄνις. καὶ ἰδίᾳ. Τὸ δὲ ἄτερ καμάτοιο, ἢ τὸ φερέπονον δηλοῖ τῶν κωπηλατῶν. ἢ τὸ ὡς καὶ προεῤῥέθη, ἔμψυχον τῶν νηῶν. Τὸ δὲ τέλεσσαν, ἐλλειπτικῶς ἔχει. τὸ γὰρ τέλειον ἦν, ὅτι ἐτέλεσαν τὸν πλοῦν ἢ τὸ ἀγαγεῖν τὸν Ῥαδάμανθυν εἰς Εὔβοιαν. ταυτὸν δὲ τὸ ἐτέλεσαν καὶ τὸ ἀπήνυσαν, ἐπεὶ καὶ ἀνύω τὸ τελειῶ λέγεται. Τὸ δὲ ἀπήνυσαν, γράφεται καὶ ἀπήγαγον. (Vers. 326.) Ἰστέον δὲ ὡς εἰ καὶ πάλαί ποτε οἱ Φαίακες σὺν τῷ εἶναι ναυτικοὶ καὶ ἀγαθοὶ ἦσαν, ἀλλ' ἐν τοῖς ὕστερον ἀλλοῖοι ἐξέπεσον. Ἕρμιππος γοῦν ψέγων αὐτοὺς, ἔγραψεν οὕτω. Κερκυραίους ὁ Ποσειδῶν ἐξολέσειε ναυσὶν ἐπὶ γλαφυραῖς ὅτι δίχα θυμὸν ἔχουσιν. ἔδειξε δὲ τὸ κατ' αὐτοὺς τοιοῦτον ἦθος, καὶ ὁ κατὰ τὸν Ξέρξην καιρὸς ὡς καὶ Ἡρόδοτος ἱστορεῖ. (Vers. 327.) Ὅτι λόγος ἄρχοντος ἐναβρυνομένου στόλῳ οἰκείῳ τὸ, (Vers. 328.) εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται νῆες ἐμαὶ καὶ κοῦροι ἀναῤῥίπτειν ἅλα πηδῷ, ὅ ἐστι κωπηλατεῖν. ὡς ἀπὸ τοῦ παρακλουθοῦντος. ἀναῤῥίπτεται γὰρ ταῖς κώπαις τὸ ὕδωρ. Τὸ δὲ ἀναῤῥίπτειν, γράφεται καὶ περισπωμένως. Πηδὸν δὲ, οὐ τὸ πηδάλιον λέγει νῦν, οὐ γὰρ ἔχειν δοκοῦσι πηδάλιον αἱ τῶν Φαιάκων νῆες. οἷα κατὰ τὸ ποιητικὸν τέρας, αὐταὶ νοοῦσιν ὅπῃ πλευσοῦνται. κώπη δέ ἐστιν ἄρτι τὸ πηδόν. ἐν δὲ σχολίοις παλαιοῖς εὕρηται καὶ ὅτι εἶδος ξύλου τὸ πηδόν. δῆλον δὲ ὡς ἐκ τοῦ πηδὸν γίνεται πλεονασμῷ τῆς αλ συλλαβῆς, τὸ πηδάλιον. (Vers. 331.) Ὅτι εὐχὴ ξένου πρὸς ξενοδόχον ἀγαθὰ ὑπισχνούμενον τὸ, θεὲ πάτερ αἴθ' ὅσα εἶπε τελευτήσειεν ἅπαντα ὁ δεῖνα. τοῦ μὲν ἂν ἐπὶ ζείδωρον ἄρουραν ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρί δ' ἱκοίμην. Ὀδυσσέως δὲ ἡ εὐχὴ, τρέψαντος ἐνδιαθέτως τὸν λόγον ἐκ δευτέρου προσώπου τοῦ Ἀλκινόου εἰς τρίτον πρόσωπον τὸν Δία. (Vers. 333.) Καὶ ὅρα ὡς ἄσβεστον μὲν γέλων εἰπεῖν, καὶ οὐδέ ποτ' οὖρος ἔσβη, ἔχουσιν ἐν τῇ τροπῇ θεραπείαν δι' ἐμφαινομένην θερμότητα. καθ' ὁμοιότητα τοῦ, ἄσβεστον πῦρ καὶ ἀσβέστη φλόξ. τὸ δὲ ἄσβεστον κλέος οὐκ ἂν εἴη μακρὰν κακοζήλου εἰ μή τις ὑπονοήσει τοιοῦτον, τὸ οὐράνιον ἤτοι αἰθέριον. καὶ ἐρεῖ ὅτι καὶ τὸ ὑψηλὸν κλέος, ἄσβεστον εἴη ἂν ὡς διὰ τὸν θερμὸν αἰθέρα, ᾧ παρονομάζεται τὸ αἰθέριον. ἐν τούτοις δὲ καὶ γέρας εἴτε τέλος τοῦ εὐεργετεῖν τὸ κλέος εἰπὼν ὁ ποιητὴς, ἀρχὴν ἐνδίδωσι τοῖς δοξάζουσιν ἐν τιμῇ κεῖσθαι τὸ τέλος τῆς ἀρετῆς. (Vers. 336.) Ὅτι καὶ τῷ Ὀδυσσεῖ ἐνταῦθα ὡς καὶ τοῖς βασιλικοῖς ξένοις ἐν τῇ δ ῥαψῳδίᾳ δέμνια ὑπ' αἰθούσῃ τίθεται καὶ ῥήγεα καλὰ πορφύρεα ἐμβάλλεται. στορέννυνταί τε ἐφύπερθε τάπητες. χλαῖναι τ' ἐντίθενται οὖλαι. Τὰ δὲ δέμνια, τρητὰ λέχη προϊὼν λέγει, ἔτι δὲ καὶ πυκινὸν λέχος. εἰ δὲ τὸ τρητὸν οὐκ ἔστι πυκινὸν καθὸ τέτρηται, ἀλλ' ἐν τούτοις, ἥρμοσται ἄμφω τοῖς δεμνίοις. τὸ μὲν, διὰ τὰς ἐν τῇ κλίνῃ κατατρήσεις. τὸ δὲ, διὰ τὴν τοῦ στρώματος πυκνότητα δι' ἣν καὶ στιβὰς λέγεται ἀπὸ τοῦ στείβω, ἐξ οὗ καὶ ἡ στίβη ὡς προδεδήλωται. (Vers. 337.) Ὅτι δὲ τὸ στορέσαι ἐπὶ εὐνῆς κυριολεκτεῖται, δηλοῖ ἐνταῦθα καὶ τὸ, ἐστόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι. ὃ καὶ πεποιῆσθαι εὐνὴν λέγεται ἐν τῷ, ὦ ξεῖνε, πεποίηταί τοι εὐνή. Τίς δὲ ἡ αἴθουσα καὶ διατὶ οὕτω καλεῖται, καὶ πῶς ἐρίδουπος λέγεται, ἐν ἄλλοις δὲ καὶ ἐρίγδουπος, πολλαχοῦ δηλοῦται.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
