# Commentarii ad Homeri Odysseam 1.280.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.280.1

ΥΠΟΘΕΣΙΣ ΤΗΣ Θ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Ἐκκλησία γίνεται τῶν Φαιάκων περὶ τοῦ ξένου. καὶ ναῦς καθέλκεται πρὸς ἐκπομπὴν τοῦ Ὀδυσσέως. καὶ ἑστιῶνται παρὰ τῷ Ἀλκινόῳ τῶν Φαιήκων οἱ ἄριστοι. καὶ μετὰ ταῦτα δίσκῳ ἀγωνίζονται Φαίακες καὶ Ὀδυσσεύς. καὶ ὁ Δημόδοκος ᾄδει, πρῶτα μὲν τὰ περὶ τὴν μοιχείαν Ἄρεως καὶ Ἀφροδίτης. ἔπειτα δὲ, τὰ περὶ τὴν εἰσαγωγὴν τοῦ δουρείου ἵππου. καὶ τοῦ Ὀδυσσέως κλαίοντος, ὁ Ἀλκίνοος πυνθάνεται διατὶ κλαίει, καὶ τίς καὶ πόθεν εἴη. ΟΔΥΣΣΕΙΑΣ Θ. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑ. Ὅτι ἡ θῆτα ῥαψῳδία σύστασιν τοῦ Ὀδυσσέως ἔχει πρὸς τοὺς Φαίακας. ἀθροίζονται γὰρ διὰ κήρυκος ἐπ' αὐτὸν, καὶ θαυμάζουσι διὰ πολλά. μετὰ δέ γε τὴν ῥαψῳδίαν ταύτην ἄρχεται διηγεῖσθαι Ὀδυσσεὺς μακρολογῶν τὰ καθ' ἑαυτόν. διὸ καὶ ἡ ἐπιγραφὴ τοῦ γράμματος τούτου τοιάδέ τις. τὰ παρὰ Ἀλκινόῳ προδιηγήσεως. ἢ τῶν παρὰ Ἀλκινόῳ προδιήγησις. πλείων δὲ ἡ πρώτη γραφή. ἢ λέγοι ἂν, ὅτι ἐνταῦθα τὰ τοῦ Ὀδυσσέως παρὰ Ἀλκινόῳ, ἤγουν τὰ πρὸ τῶν ἑξῆς διηγημάτων. ἔχει δὲ ἀσαφῶς ἡ ἐπιγραφὴ, διὰ τὸ περιεργασθῆναι εἰς βραχυλογίαν ἐπίτηδες. (Vers. 2.) Ὅτι δηλῶν ὁ ποιητὴς ταυτὸν εἶναι (Vers. 3.) ὄρνυσθαι καὶ ἀνόρεσθαι, φησὶν ἐνταῦθα. ὤρνυτ' ἂρ ἐξ εὐνῆς Ἀλκίνοος. καὶ, ἂν δ' ἄρα διογενὴς ὦρτ' Ὀδυσσεύς. (Vers. 5.) Ὅτι ὥσπερ οἱ ὕστερον Ἀττικοὶ ἔλαιον φασὶ, τὸν τόπον ἔνθα ἐμπολᾶται τὸ ἔλαιον, καὶ ἰχθύας, ἔνθα οἱ ἰχθύες τιμῆς ἀπεδίδοντο, ἐκ τοῦ περιεχομένου δηλοῦντες τὸν περιέχοντα τόπον, οὕτω καὶ νῦν ὁ ποιητὴς τὴν τῶν Φαιάκων ἀγορὰν παρὰ νηυσὶ τετύχθαι φησὶν, ἤγουν ὅπου αἱ νῆες ἵσταντο. ἔνθα καὶ λίθων ξεστῶν ἕδρας ἱστορεῖ. (Vers. 7.) Ὅτι Ἀθηνᾶ καὶ ἐνταῦθα ὥς που καὶ ἐν Ἰλιάδι, κήρυκι ὁμοιοῦται, προθεμένη ὀτρῦναι τοὺς Φαίακας ὑπὲρ Ὀδυσσέως. ἑκάστῳ γάρ φησι φωτὶ παρισταμένη, φάτο μῦθον. δεῦτ' ἄγε Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες (Vers. 12.) εἰς ἀγορὴν ἱέναι ἤγουν ἔλθετε, ὄφρα ξείνοιο πύθοισθε, ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα πόντον ἐπιπλαγχθεὶς, δέμας ἀθανάτοισιν ὁμοῖος. ἔστι δὲ Ἀθηνᾶ ἐνταῦθα, ἢ φήμη τις περὶ τοῦ, φρόνιμόν τινα πλανήτην εἰς τὴν κατ' αὐτοὺς γῆν ἐλθεῖν ἧς χάριν καὶ συνάγονται, ἢ ἡ παρ' ἑκάστῳ τῶν Φαιάκων φυσικὴ σύνεσις. καθ' ἣν μαθόντες ξένον ἄξιον λόγου ἐπιφοιτῆσαι χρῆμα τοῦτο σπάνιον ἐν αὐτοῖς, ἥκουσι κατὰ θέαν πειρασόμενοι τοῦ ἀνδρός. σεμνὸν δὲ τὸ πρᾶγμα, εἰ μὴ θνητὸς κῆρυξ ἀλλ' Ἀθηνᾶ ὑπουργεῖ τῇ τοῦ λαοῦ προσκλήσει. καὶ τὸ πιθανὸν τῆς ἐφεξῆς ἀλλοιώσεως τοῦ Ὀδυσσέως ἐκ τοῦ καλοῦ εἰς τὸ κάλλιον, ἐντεῦθεν ἄρχεται προκαταβάλλεσθαι ὁ ποιητής. (Vers. 11.) Ὅρα δὲ τὸ, δεῦτ' ἄγε καὶ ἑξῆς. ἔνθα φανερῶς δηλοῦται τὸ ἄγε, προστακτικὸν ἐπίῤῥημα ὄν. δυνάμενον καὶ ἀκινητίζειν, καὶ συμμεταπίπτειν ταῖς πτώσεσι. καὶ νῦν μὲν, ἀκίνητον μένει. ἀλλαχοῦ δὲ, πληθύνεται. ὡς καὶ ἐν τῷ, ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες. (Vers. 12.) Ὅρα δὲ καὶ τὸ πυθέσθαι γενικῇ συντάσσεσθαι πεφυκὸς, ὡς δηλοῖ τὸ, ὄφρα ξείνοιο πύθεσθε. (Vers. 14.) Τὸ δὲ δέμας ἀθανάτοισιν ὁμοῖος, ἐπεγείρουσα εἰς ἀγορὰν λέγει. ὡς ἂν οἱ μὲν φιλόξενοι τὸν ξένον ποθήσωσιν. οἱ δὲ φιλόκαλοι, πρὸς τὸ κάλλος ἀπίδωσιν. οἱ δὲ φιλίστορες, πρὸς τὴν ἀκρόασιν τοῦ πολυπλανήτου ξένου. ἐοίκασι δὲ χαίρειν μάλιστα οἱ Φαίακες τῷ κάλλει ὡς καὶ ἡ κόρη ἐδήλωσε καὶ ὁ πατὴρ Ἀλκίνοος. διὸ καὶ ἡ μυθικὴ Ἀθηνᾶ μετ' ὀλίγα, πλείονα ἑαυτοῦ τὸν Ὀδυσσέα ποιήσει, ὡς ἂν φιληθείη τοῖς Φαίαξιν. (Vers. 15.) Ὅτι σπουδαίαν ἄθροισιν λαοῦ εἰς ἀγορὰν δηλοῖ τὸ, ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου. καρπαλίμως δὲ ἔπλυντο βροτῶν ἀγοραί τε καὶ ἕδραι ἀγρομένων. (Vers. 17.) εἰ δὲ καὶ θαυμαστὸς ἀνὴρ εἴη τις δι' ὃν ἡ ἀγορὰ, προσήκει εἰπεῖν καὶ τό. πολλοὶ δ' ἄρα θηήσαντο ἰδόντες τὸν δεῖνα. Ὅτι τῷ Ὀδυσσεῖ θεσπεσίην ἡ Ἀθηνᾶ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις. καὶ μακρότερον καὶ πάσσονα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
