# Commentarii ad Homeri Odysseam 1.286.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.286.1

ὁδηγία τυφλοῦ τὸ, ἕλε χεῖρα τοῦ δεῖνος καὶ ἔξαγεν ἐκ μεγάροιο. ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν, ἥν περ οἱ ἄλλοι. Ὅτι οὐδὲν μὲν θεάτρου μετὸν τυφλῷ ἀνδρὶ ὥσπερ οὐδὲ κατόπτρου κατὰ τὴν παροιμίαν. Δημόδοκος μέντοι, ἐξάγεται ἔνθα Φαιήκων οἱ ἄριστοι, ἀέθλια (Vers. 105.) θαυμανέοντες ὅ ἐστι θαυμασόμενοι ἢ θεασόμενοι, οὐ μόνον ἀκοῇ κατατρυφήσων τοῦ ἀγῶνος, ἀλλὰ καὶ οἷον ἀεθλεύσων καὶ αὐτὸς, καὶ τὴν μουσικὴν ἐπιδειξόμενος τέχνην. ᾗ καὶ αὐτῇ, μάλιστα οἱ Φαίακες διὰ τὸν Δημόδοκον ἐναβρύνονται. εἰ δὲ καὶ ἀντίτεχνόν τινα εἶχε πλάσαι ὁ ποιητὴς τῷ Δημοδόκῳ κατὰ τοὺς ὕστερον μουσικῶς ἀγωνιζομένους, οὐκ ἂν ὤκνησε τοῦτο ποιῆσαι. Τοῦ δὲ θαυμανέοντες τὸ ῥῆμα, θαυμαίνω ἐκ τοῦ θαῦμα. ὁμοίως τῷ, ὄνομα ὀνομαίνω. εἰσὶ δὲ οἳ καὶ ἐν δυσὶ μέρεσι λόγου γράφουσι θαῦμα νέοντες ἤγουν εἰς θαῦμα πορευόμενοι οὐκ ἂν δὲ ἐπαινοῖτο ἡ τοιαύτη γραφή. (Vers. 109.) Ὅτι πολλὴν ἐναγώνιον ὁμήγυριν φράζει, τὸ βάν δ' ἴμεν εἰς ἀγορήν. ἅμα δ' ἕσπετο πουλὺς ὅμιλος. μυρίοι. (Vers. 110.) ἂν δ' ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοὶ, ἀεθλεύσοντες δηλαδή. Καὶ ὅρα τὸ, πολὺς ὅμιλος. καὶ τὸ, μυρίοι. ἐφερμηνευτικὰ ὄντα ἀλλήλων. Τὸ δὲ ἀνίστασθαι, οὐ μακράν ἐστι τοῦ ὄρνυσθαι, καὶ τοῦ ὄρεσθαι. διὸ ἐπάγει. ὦρτο μὲν ὁ δεῖνα καὶ ὁ δεῖνα. (Vers. 111.) Ὅτι τὰ πλείω τῶν κατὰ τοὺς Φαίακας ὀνομάτων, ναυτικά. καὶ τὸ ὅλον εἰπεῖν, ἀπὸ θαλάσσης συναγηγερμένα. πίστις δὲ τοῦ λόγου, ὁ πρόγονος αὐτῶν Ναυσίθοος. οἱ βασιλικοὶ παῖδες Ἅλιος καὶ Κλυτόνηος. ἡ τούτων ἀδελφὴ Ναυσικάα, τῇ θαλαμηπόλῳ παραχωρήσασα τοῦ εὐγενεστέρου καὶ σεμνοτέρου ὀνόματος τοῦ, Εὐρυμέδουσα. ὃ, παρώνυμον Εὐρυμέδοντος τοῦ τῆς Ναυσικάας πάππου. καὶ οὗτοι μὲν, βασιλικὸν γένος. οἱ δὲ τοῦ δήμου, Ἀκρόνεως, Ὠκύαλος. Ἐλατρεὺς, παρὰ τὸ ἐλᾶν ἐξ οὗ περ οὐ μόνον τὸ ἐλατρεῖν, ἀλλὰ καὶ τὸ ἐλαστρεῖν ὡς καὶ ἐν Ἰλιάδι φέρεται. Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς. Ποντεύς τε Πρωρεύς τε. Θόων. ὡς παρὰ τὸ ναῦς θοή. Ἀναβησίνεώς τε. Ἀμφίαλός τε υἱὸς Πολυνήου τεκτονίδαο. (Vers. 116.) Ναυβολίδης τε, ὃν καὶ ἐπαινῶν, φησίν. ὃς ἄριστος ἔην εἶδός τε δέμας τε μετ' ἀμύμονα Λαοδάμαντα. τοῦτο δὲ, διττὴν ἀστειότητα ἔχει. μίαν μὲν, ὅτι ἄριστον αἰνίττεται ἐν τοῖς κατὰ θάλασσαν ἔργοις τὸ τὰς νῆας εὐτυχῶς πλέειν. τοῦτο γὰρ δηλοῖ τὸ Ναυβολίδης παρὰ τὸ βάλλειν τὸ ἐπιτυγχάνειν. ὡς τὸ, ἡ δὲ φερὰς ἐπέβαλλεν. ἵνα ᾖ Ναυβολίδης, ὁ ναυτιλλόμενος εὐτυχῶς καὶ ὡς εἰπεῖν, εὔπλους. ἢ καὶ ἄλλως, ὅτι ἄριστος ἐν τοῖς περὶ θάλασσαν ὁ εἰς ναῦν βάλλειν ἔχων ἤτοι ἐντιθέναι φόρτον ἵνα λέγῃ Ναυβολίδην, τὸν φορτηγόν. ὃ δὴ καὶ σκοπός ἐστι τοῦ ἐπινοηθῆναι τὴν ναῦν. καὶ μία μὲν αὕτη ἀστειότης τοῦ ῥηθέντος λόγου. ἑτέρα δὲ, ὡς οὐχ' ἁπλῶς ὁ Ναυβολίδης πάντων κρατιστεύει, ἀλλ' ἐν τοῖς κατὰ θάλασσαν ἔργοις. κατὰ ἕτερον γὰρ λόγον κράτιστος ὁ Λαοδάμας, τουτέστι τὸ λαοῦ ἄρχειν καὶ βασιλεύειν. τούτῳ μὲν γὰρ, κατὰ τὸν ποιητὴν, αἶψα δῶ ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός. τῷ δὲ περὶ θάλασσαν πονουμένῳ, μόγις καὶ ὡς τὰ πολλὰ, κινδύνοις τὸ πλουτεῖν πορίζεται. (Vers. 115.) λέγει δὲ καὶ Εὐρύαλόν τινα βροτολοιγῷ ἶσον Ἄρηϊ, ἀστείως καὶ αὐτὸ διὰ τὸ βροτολοιγὸν τοῦ ἀνέτου πελάγους. τοῦτο γὰρ ὑπαινίττεται ὁ Εὐρύαλος. μάλιστα δὲ βροτολοιγῷ εἰκάζει τὸν Εὐρύαλον, διὰ τὸ ἦθος. μόνον γὰρ αὐτὸν πλάττει ἐν τοῖς ἐφεξῆς, καὶ ξιφοφοροῦντα καὶ ἀγριώτερον τῷ Ὀδυσσεῖ προσφερόμενον, εἰ καὶ ὕστερον κατήλλακται. ἔχει δὲ τὸ ῥηθὲν χωρίον, καὶ παρισώσεις ἀναγκαίως πρὸς ἀνέγερσιν τῆς ἀφηγηματικῆς ὑπτιότητος, οὐ μόνον ἐν τῷ Ὠκύαλος. Ἀγχίαλος. Ἀμφίαλος. Εὐρύαλος. ἀλλὰ καὶ ἐν τῷ, Ναυτεύς τε Πρυμνεύς τε καὶ τοῖς ὁμοίοις. καὶ μάλιστα ἐν τῷ, (Vers. 112.) Ἐλατρεὺς καὶ Ἐρετμεύς. ἅπερ ἐν τέλει στίχων κρουστικῶς παράκεινται τῶν δὲ παρισωτικῶν τὰ μὲν, ἐγγὺς ἀλλήλων ἐπιβούλως κεῖνται. ὡς τὸ, Ναυτεύς τε Πρυμνεύς τε καὶ τὰ μετ' αὐτὰ τρία ὅμοια ὀνόματα. τὰ δὲ διέσπαρται ὡς καὶ τὸ, Ἀκρόνεως καὶ Ἀναβησίνεως καὶ Πολύνηος καὶ Κλυτόνηος. δῆλον δὲ καὶ ὅτι τὸ, Ἀγχίαλος καὶ Ἀμφίαλος καὶ Εὐρύαλος, ἐκ τοπικῶν μετῆκται εἰς κύρια. Ἀγχίαλος μὲν γὰρ, τόπος ἅπας ἀγχοῦ ὢν θαλάσσης. ἀμφίαλος δὲ, νῆσος ἅπασα. εὐρύαλος δὲ χῶρος, εὕρηται πολλαχοῦ, δύο δὲ μόνα ἐν τῷ τόπῳ τούτῳ κεῖται ὀνόματα μὴ θαλάσσια, ὁ βασιλικὸς παῖς Λαοδάμας, καί τις τέκτων. τεκτονίδης γὰρ ὁ Πολύνηος εἴρηται. Σημείωσαι δὲ ὅτι (Vers. 119.) τὸ Ἅλιος κύριον ἐνταῦθα ὤφειλε μὲν παροξύνεσθαι ὡς τρίβραχυ ὁμοίως τῷ, Δολίος Ὁδίος καὶ τοῖς τοιούτοις. προπαροξύνει δὲ αὐτὸ κατὰ Ἡρῳδιανὸν, ἡ συνήθης ἀνάγνωσις. (Vers. 120.) Ὅτι τὸ δραμεῖν ἐν ἀγῶνι, πειρήσασθαι ποσὶ λέγει. ἐπεὶ καὶ ἀπόπειρα ἀνδρῶν πᾶς ἀγών. φησὶ γάρ. οἱ δὲ, πρῶτον

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
