# Commentarii ad Homeri Odysseam 1.290.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.290.1

καθὰ καὶ τὸ προσκόπτειν. ὅθεν γνώμη ἐξηνέχθη τοῖς ὕστερον τὸ, φορητότερον εἶναι ποσὶν ἤπερ γλώττῃ προσκόπτειν, ταυτὸν δ' εἰπεῖν σφάλλεσθαι. τὸ μὲν γὰρ ἔχει ἀνέγερσιν. (Vers. 172.) γλώσσης δὲ ὄλισθος ἀνέγερτα κεῖσθαι πολλάκις ποιεῖ. τὸ δὲ αἰδοῖ μειλιχίῃ ἢ τὴν ἐκ τῶν ἀκουόντων αἰδῶ λέγει, ἢ τὴν ἐκ τοῦ ἀγορεύοντος ὅτε μὴ θρασύστομος ᾖ ἀλλὰ μειλίχιος ἐν τῷ λαλεῖν. Τὸ δὲ μεταπρέπειν δύναται καὶ ἐκπρέπειν λέγεσθαι. εἰ δὲ μὴ αὐτὸ ἐν χρήσει κεῖται, ἀλλ' ὁ ἐκπρεπὴς πολλαχοῦ εὕρηται, ὥσπερ καὶ ὁ ἀριπρεπὴς καὶ ὁ εὐπρεπὴς καὶ ὁ διαπρεπής. Τὸ δὲ θεὸν ὣς εἰσορόωσιν ἐκ τοῦ θεὸς μορφὴν ἔπεσι στέφει μεταπεποίηται. (Vers. 176.) τὸ δὲ οὐδ' ἂν ἄλλως οὐδὲ θεὸς τεύξειεν ἀλήθειαν δηλοῖ πράγματος. τὸ γὰρ πεπραγμένον οὐκ ἔστιν ἀποίητον γενέσθαι, ὥς που γνωματεύει καὶ Πίνδαρος. (Vers. 177.) Τὸ δὲ καὶ σοὶ εἶδος μὲν ἀριπρεπὲς νόος δὲ ἀποφώλιος, παραφρασθήσεται ἐν τῷ, οὐκ ἄρα σοί γ' ἐπ' εἴδει καὶ φρένες ἦσαν. ἐν οἷς δηλοῦται, φαῦλόν τι τὰ φυσικὰ εἶναι δῶρα εἰ μὴ καὶ τὰ ἐξ ἀρετῆς πάρεισιν. ἔχει δὲ τὴν τοιαύτην γνώμην καὶ ἡ Ἰλιάς. (Vers. 179.) Τὸ δὲ νῆις ἀέθλων, ἀντὶ τοῦ ἄπειρος. ἀνεπιστήμων. ἄϊδρις δὲ μᾶλλον εἰπεῖν οἰκειότερον. ὡς γὰρ ὁ ἄϊδρις, οὕτω καὶ ὁ νῆις παρὰ τὴν στέρησιν τοῦ εἰδέναι ἐτυμολογοῦνται ὡς καὶ ἡ Ἰλιὰς ἐδήλωσε. (Vers. 185.) περὶ δὲ τοῦ θυμοδακὴς μῦθος, καὶ ἀλλαχοῦ ἐσημειώθη ὅτι κάλλος τι ἐνταῦθα ἐμφαίνεται κατὰ τὸν ἀναγραμματισμὸν τοῦ θυμὸς καὶ τοῦ μῦθος, ὡς καὶ ἐν τῷ θυμαλγέα μῦθον. (Vers. 186.) Ὅτι Ὀδυσσέως δριμυξαμένου οἷς ἀντέσκωψε τὸν σκώπτην Εὐρύαλον, ἐπάγει ὁ ποιητὴς ἀσυνδέτως, οὕτως. ἔφη δή. καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ, ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισιν. (Vers. 189.) ὃν δὴ περιστρέψας τουτέστιν εἰλήσας ἤτοι δινήσας, ἧκε στιβαρῆς ἀπὸ χειρός. βόμβησε δὲ λίθος. κατὰ δ' ἔπτηξαν ποτὶ γαίῃ Φαίηκες λᾶος ὑπαὶ ῥιπῆς. ὅ δ' ὑπέρπτατο σήματα πάντα, (Vers. 193.) ῥίμφα θέων ἀπὸ χειρός. τουτέστιν οὐ δι' ἀνέμου κατὰ τὴν νῆα, οὐδὲ ποσὶ κατὰ τὰ ζῷα, ἐκ χειρὸς δὲ τῆς δισκευσάσης. καινὸν δὲ οὐδὲν εἰ θέειν ἔφη δίσκον ὃν καὶ ὑπερπετασθῆναι τὰ τῶν ἄλλων λέγει σήματα δίκην πτηνοῦ τινος. ὥστε καὶ λίθος ἂν εἴη τολμηρῶς εἰπεῖν ὁ τοιοῦτος δίσκος, οὐ παρὰ τὸ λίαν τεθεῖσθαι κατὰ τοὺς λοιποὺς διὰ τὸ φύσει βρίθον, ἀλλὰ διὰ τὸ λίαν θέειν ἀπὸ χειρός. (Vers. 186.) τὸ δὲ ἀσυνδέτως εἰπεῖν, ἔφη δὴ καὶ ἀναΐξας ἐδίσκευσε, τῇ τοῦ ἥρωος σπουδῇ τὸν λόγον συνεσχημάτισε. συντομώτερος γὰρ καὶ ὁ ἀσύνδετος λόγος τοῦ μετὰ συνδέσμων προφερομένου. τὸ δὲ αὐτῷ φάρει ἀναΐξας, δηλοῖ μὲν Ἀττικῶς τὸ, σὺν αὐτῷ ἱματίῳ, ἐμφαίνει δὲ, τὸ τοὺς ἄλλους ἡμιγύμνους δισκεύειν. ἐκ δὲ τοῦ ἀΐξαι, οὐ μόνον αἲξ τὸ ζῷον, ἀλλὰ καὶ κύριον ὁ Αἴξων, ἐξ οὗ καὶ δῆμος Ἀττικὸς οἱ Αἰξωνεῖς. Δίσκος δὲ, ἄλλως μὲν, ἐκ σιδήρου. ὁποῖος ὁ ἐν Ἰλιάδι σόλος. ἢ ξύλινος. ἴσως δὲ καὶ χαλκοῦς. καί που καὶ λίθινος. ἐνταῦθα δὲ, λίθος τετρημένος καὶ ἔχων ἐκ μέσου καλώδιον οὗ ἐχόμενοι οἱ ἀγωνιζόμενοι ἔδισκον ὅ ἐστιν ἔβαλλον. ἔῤῥιπτον. ὅθεν ὁ δίσκος γίνεται. τὸ δὲ ῥῆμα τούτου, δισκέω ἐνταῦθα. ὡς δηλοῖ τὸ, ἐδίσκεον ἀλλήλοις. ἐξ αὐτοῦ δὲ τὸ δισκεύειν. (Vers. 190.) Ὅτι δὲ λίθος ἦν ὁ Φαιακικὸς δίσκος, ἡρμήνευσεν Ὅμηρος ἐπαγαγὼν τὸ, βόμβησε δὲ λίθος, καὶ τὸ, λᾶος ὑπαὶ ῥιπῆς. Σημείωσαι δ' ἐνταῦθα καὶ Τρύφωνος τὸ, δίσκος, λίθος τετρημένος. σόλος δὲ, χαλκοῦν ὅλον σφαιρωτόν. Ὅμηρος. σόλον αὐτοχόωνον. ἔοικε δὲ ὁ Τρύφων ἐν τούτοις, χαλκοῦν, τὸ σιδηροῦν εἰπεῖν. ἐπεὶ σιδήρεος δοκεῖ ὁ Ὁμηρικὸς εἶναι σόλος. φέρει δὲ ὁ Τρύφων ἐπὶ τῷ κατ' αὐτὸν δίσκῳ, καὶ Πινδάρου χρῆσιν τὸ, λιθίνοις ὁπόταν δίσκουσι. Σημείωσαι δὲ ὅτι ὁ δίσκον εἰπὼν ἐπὶ ἡλίου, πάνυ ἐτόλμησεν. εἰ καὶ ἄλλως, ἧττον τοῦ φαμένου σκάφος τὴν ὅλην οἰκουμένην. τολμᾷ δὲ ἀκολούθως, καὶ ὁ λέγων φῶς ἐξ ἡλίου ἢ ἀκτῖνας ἀποδισκεύεσθαι. δισκεύεται μὲν γὰρ, δίσκος. τὰ δὲ ἐξ ἡλίου ἤγουν τὸ φῶς καὶ αἱ ἀκτῖνες, οὐκ εἰσὶ δίσκοι ὡς λέγεσθαι ἀποδισκεύεσθαι. (Vers. 187.) Στιβαρὸν δὲ δίσκον λέγει, ὡς καὶ αὐχένα στιβαρὸν καὶ χεῖρα στιβαρήν. (Vers. 190.) Ὁ δὲ βόμβος, δῆλον ὡς ὠνοματοπεποίηται. λεγόμενός ποτε καὶ ἐπὶ βροντῆς. καὶ ἐπί τινων δὲ εὐτελῶν. ὡς δηλοῖ καὶ τὸ ζωΰφιον ὁ βομβυλιὸς, κληθεὶς οὕτω διὰ τὸ βομβητικὸς εἶναι. Τὸ δὲ καταπτῆξαι πρὸς τῇ γῆ, τὸ πολὺ τοῦ βόμβου δηλοῖ. δι' αὐτοῦ δὲ, τὸ σφοδρὸν τῆς βολῆς. ἔστι δὲ καταπτῆξαι πρὸς τῇ γῇ, τὸ διὰ δέος κατακύψαι ἕως καὶ εἰς γῆν, δεδιότα ἕκαστον περὶ τῇ σφετέρᾳ κεφαλῇ. (Vers. 191.) Τοὺς δὲ Φαίακας δολιχηρέτμους καὶ ναυσικλυτοὺς ἄνδρας λέγει καὶ νῦν καὶ ἐν τοῖς ἑξῆς, ὡς ἢ δολιχὰ ἔχοντας ἐρετμὰ, ἢ μᾶλλον ὡς εἰς δολιχὸν πλοῦν ἐξαρκοῦντας ἐν τῷ ἐρέσσειν. συνήθης δὲ ἡ ἐκ τοῦ ἐρέσσω τοιαύτη

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
