# Commentarii ad Homeri Odysseam 1.291.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.291.1

παραγωγὴ, ὡς ἐδήλωσε καὶ τὸ ἐπήρετμοι. ἐκ τοῦ τοιούτου δὲ ῥήματος, καὶ ὑπηρέσιον κατὰ τοὺς παλαιοὺς, ἐφ' οὗ κάθηνται οἱ ἐρέται, ἀκολούθως δὲ κατὰ τροπὴν, καὶ ἡ ὑπηρεσία ἐπὶ δουλείας, καὶ τὸ ὑπηρετεῖν. ἔστι δὲ καὶ νηῶν ἐπίθετον τὸ δολιχήρετμον ὡς πρὸ τούτων ἔφη ὁ ποιητής. (Vers. 192.) Τὸ δὲ λᾶος ὑπαὶ ῥιπῆς, ἀντὶ τοῦ ὑπὸ λίθου ὁρμῆς. καὶ ἔστι τὸ μὲν λᾶος κράσις ἐκ τοῦ λάας λάαος λᾶος. ὡς ἔαρ ἔαρος ἦρος καὶ τὰ τοιαῦτα. Ἡ δὲ ῥιπὴ, παρὰ τὸ ῥίπτω καὶ παρὰ τὰς προλεχθείσας εὐλυγίστους καὶ εὐμεταφόρους ῥῖπας. Σήματα δὲ λέγει, οἷς ἐσημειοῦντο ποῦ ὁ δίσκος ἐν πρώτῃ καταφορᾷ ἔπεσε. διὸ ὑποκατιὼν καὶ τέρματα ἐρεῖ αὐτά. εἰπών. ἔθηκε δὲ τέρματ' Ἀθήνη. ἤγουν σημεῖα ἔνθα τὸ πρῶτον κατῆλθεν ὁ δίσκος. (Vers. 195.) Τὸ δὲ ὑπερπετασθῆναι τὰ τῶν ἄλλων σήματα τὸν τοῦ Ὀδυσσέως δίσκον, μετ' ὀλίγα διασαφεῖ ὁ ποιητὴς, εἰπών. καί κεν ἀλαός τοι ξεῖνε διακρίνειε τὸ σῆμα ἀμφαφόων. ἤγουν διερευνώμενος ἁφῇ. φιλοκρινῶν. περιβλεπόμενος. δι' οὗ, παροιμίαν παραφράζει τὴν λέγουσαν ὡς καὶ τυφλῷ δῆλον. εἶτα ἐπεξεργαζόμενος εἰς τὸ σαφέστερον, φησίν. (Vers. 196.) ἐπεὶ οὔτι μεμιγμένον ἐστὶν ὁμίλῳ. ἤγουν τοῖς τοῦ ὁμίλου τέρμασιν. ἢ ἀφελέστερον, τῷ πλήθει τῶν σημάτων. ἀλλὰ πολὺ πρῶτον. τουτέστι λίαν ὑπὲρ ἐκεῖνα. (Vers. 197.) διὸ καὶ θαρσύνουσα ἡ μυθικὴ Ἀθηνᾶ, ἐπιφέρει. σὺ δὲ θάρσει τόνδ' ἄεθλον. οὔτις τόν γ' ἵξεται οὐδ' ὑπερήσει, ὅ ἐστιν ὑπερπέμψει. ὑπερβήσεται. εἰκὸς δὲ Ἀθηνᾶν ἐνταῦθα νοῆσαι καθὰ καὶ ἐν Ἰθάκῃ, ἄνδρα τινὰ ἐγχώριον τὰ ὑπὲρ Ὀδυσσέως φρονοῦντα ὡς καὶ ἐκεῖ τὰ ὑπὲρ Τηλεμάχου τοῦ υἱοῦ. Καὶ σημείωσαι ὡς οὐ μόνον ὁ ἀκοντιστὴς, ἥμων λέγεται, ἀλλά πως καὶ ὁ δισκευτής. ὡς δῆλον ἐκ τοῦ ὑπερήσει. οὗ τὸ ἁπλοῦν καὶ μετ' ὀλίγα κεῖται. Ἰστέον δὲ ὅτι τὸ ὑπερήσει, καὶ τὸ ὑπέρπτατο σήματα πάντα, οὐ μακρὰν ἐσχημάτισται τοῦ, ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν ὃ κεῖται παρὰ τοῖς ὕστερον. ἤγουν ὑπέρμετρα. παροιμιαζόμενον μὲν ἐπὶ τῶν ὑπερβαλλόντων ἢ πλεονεκτούντων. μετενεχθὲν δὲ, ἀπὸ τῶν πεντάθλων. ἤρξατο δέ φασιν ὁ λόγος, ἀπὸ Φαΰλου πεντάθλου Κροτωνιάτου. ὃς πεντήκοντα ποδῶν ὄντων πρότερον τῶν σκαμμάτων, αὐτὸς ὑπερέβαλε ταῦτα πηδήσας. ὡς τὸ ἐπίγραμμα, φασὶ, λέγει τῆς εἰκόνος αὐτοῦ. πέντ' ἐπὶ πεντήκοντα πόδας πήδησε Φάϋλος. δίσκευσε δ' ἑκατὸν, πέντ' ἀπολειπομένων. (Vers. 200.) Ὅτι παρήγορος ἐν ἀέθλοις ὁ λαλῶν ὑπὲρ τοῦ ἀγωνιῶντος, ὡς δηλοῖ Ὀδυσσεὺς, ὃς γήθησε χαίρων οὕνεχ' ἑταῖρον ἐνηέα λεῦσσ' ἐν ἀγῶνι. ὃς ἦν, ὡς ἐῤῥέθη, ἡ μυθικὴ Ἀθηνᾶ. ὑφ' ἧς καὶ θαῤῥυνθεὶς ἐκεῖνος, (Vers. 202.) κουφότερον μετεφώνει, ὅ ἐστιν ἐπηρμένον θρασύτερον. Ὅτι ὁ θαῤῥῶν εἰς ὃ καλῶς ἠγωνίσατο εἴποι ἂν τοῖς ἀνταγωνισταῖς. τοῦτον νῦν ἀφίκεσθε νέοι, τάχα δ' ὕστερον ἄλλον ἄεθλον δηλαδὴ, ἥσειν ἢ τοσοῦτον ὀΐομαι, (Vers. 203.) ἢ ἔτι μᾶσσον ὅ ἐστι μακρότερον ὡς προγέγραπται. (Vers. 202.) Τὸ δὲ ἀφίκεσθε, ὡς ἐπὶ τόπου τινὸς κεῖται. γράφεται δὲ καὶ ἐφίκεσθε ἀντὶ τοῦ ἐφάψεσθε. καταλάβετε. (Vers. 204.) Ὅτι ἐπαρθεὶς Ὀδυσσεὺς ἐπὶ τῇ ὑπερβαλλούσῃ βολῇ τοῦ δίσκου φησί. τῶν δ' ἄλλων ὅ τινα κραδίη θυμός τε κελεύει, δεῦρ' ἄγε πειρηθήτω, ἐπεί μ' ἐχολώσατε λίην, ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσὶν, οὔτι μεγαίρω πάντων Φαιήκων, πλήν γ' αὐτοῦ Λαοδάμαντος. (Vers. 208.) διατί πλὴν τούτου; ξεῖνος γάρ μοι ὅδ' ἐστίν. εἶτα ἐπάγει γνωμικόν. τίς ἂν φιλέοντι μάχοιτο; ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνὴρ, ὅστις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων δήμῳ ἐν ἀλλοδαπῷ. (Vers. 211.) ἕο τ' αὐτοῦ πάντα κολούει. ὅ ἐστι ἑαυτὸν βλάπτει καὶ κολοβεῖ καὶ ἐλαττοῖ. τῶν δ' ἄλλων οὔ τινα ἀναίνομαι οὐδ' ἀθερίζω, ἀλλ' ἐθέλω (Vers. 213.) ἴδμεν καὶ πειρηθήμεναι ἄντην. ταῦτα δὲ ἐκφοβεῖ μὲν τὸν βασιλέα, σεμνύνει δὲ τὸν Ὀδυσσέα, ὡς ἐν τοῖς ἑξῆς φανεῖται. (Vers. 204.) Ἰστέον δὲ ὅτι τὸ, ὅτινα ποιητικὸν ὂν, κεῖται μὲν ἀντὶ τοῦ ὅν τινα, γίνεται δὲ ἀπὸ τοῦ τινὰ πλεονασμῷ τοῦ ο καθ' ὁμοιότητα τοῦ ὅτου. καὶ ὅτῳ. καὶ ὅτοισιν ἀντὶ τοῦ οἷστισι. καὶ ὁτέοισι. καὶ ὅτινας ἀντὶ τοῦ οὕς τινας. καὶ ὅτις ἀντὶ τοῦ ὅς τις. οἷον. ὅτις σφέας εἰσαφίκηται. καὶ, ἠδ' ὅτις οὐκ ἀλέγει. (Vers. 205.) Τὸ δὲ ἐπεί μ' ἐχολώσατε λίην ὅθεν μετ' ὀλίγα καὶ ὁ βασιλεὺς ὁρμηθεὶς χώεσθαι τὸν Ὀδυσσέα ἐρεῖ ἐφ' οἷς ἐκ τοῦ Λαοδάμαντος ἤκουσε, λεαίνει τὸ τραχὺ τοῦ κατὰ τὸν Ὀδυσσέα λόγου καθὰ καὶ πρὸ τούτων τὸ, ὤρινάς μοι θυμὸν εἰπὼν οὐ κατὰ κόσμον. δοκεῖ γὰρ ἄλλως θρασὺς ὁ Ὀδυσσεὺς εἶναι ἐφ' οἷς ἑαυτὸν ἄγαν σεμνύνει. (Vers. 206.) Σημείωσαι δὲ καὶ ὅτι καταφήσας τρεῖς ἄθλους ἐνταῦθα Ὀδυσσεὺς ἐν τῷ ἢ πὺξ ἢ πάλῃ ἢ καὶ ποσὶ, μετ' ὀλίγα καὶ τοξότης εἰδήμων εἶναι φησὶ καὶ ἀκοντιστής. τὸ μέντοι ποδῶκες, ἀποφάσκει ἑαυτοῦ. παιδεύων χρεὼν εἶναι τὸν συνετὸν εἴπου καὶ παραῤῥίψοι οὐκ ἀκριβῶς λόγον

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
