# Commentarii ad Homeri Odysseam 1.297.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.297.1

ζων, ἀνεβάλλετο καλὸν ἀείδειν ἀμφ' Ἄρεος φιλότητος ἐϋστεφάνου τ' Ἀφροδίτης, ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι λάθρῃ. πολλά δ' ἔδωκε. λέχος δ' ᾔσχυνε καὶ εὐνὴν Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν Ἥλιος, ὅ σφ' ἐνόησε μιγαζομένους φιλότητι. Ἥφαιστος δ' ὡς οὖν θυμαλγέα μῦθον ἄκουσεν ἐκ τοῦ Ἡλίου, βῆ ῥ' ἴμεν εἰς χαλκεῶνα, κακὰ φρεσὶ βυσσοδομεύων. ἐνδ' ἔθετ' ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς ἀῤῥήκτους, ἀλύτους. (Vers. 275.) ὄφρ' ἔμπεδον αὖθι μένοιεν, οἱ δεσμηθέντες δηλαδή. αὐτὰρ ἐπειδὴ τεῦξε δόλον κεχολωμένος Ἄρει, βῆ ῥ' ἴμεν εἰς θάλαμον ὅθι οἱ φίλα δέμνια κεῖτο. ἀμφὶ δ' ἂρ ἑρμῖσι χεῦε δέσματα κύκλῳ ἁπάντῃ πολλὰ δὲ καὶ καθύπερθεν μελαθρόφιν ἐξεκέχυντο ἠΰτ' ἀράχνια λεπτὰ, τάγ' οὐ κέ τις οὐδὲ ἴδοιτο οὐδὲ θεῶν μακάρων, περὶ γὰρ δολόεντα τέτυκτο. αὐτὰρ ἐπειδὴ πάντα δόλον περὶ δέμνια χεῦεν (Vers. 283.) εἴσατο τουτέστι προσεποιήσατο καὶ ἐφάνη, ἀπιέναι ἐς Λῆμνον ἐϋκτίμενον πτολίεθρον. οὐδ' ἀλαοσκοπιὴν ἔχε χρυσήνιος Ἄρης ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα. βῆ δ' ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο, ἰσχανόων φιλότητος ἐϋστεφάνου Κυθερείης. ἡ δὲ, νέον παρὰ Διὸς ἦλθεν. ὅ δ' εἴσω δώματος ᾔει ἔν τ' ἄρα οἱ φῦ χειρί. καὶ ἔφη. (Vers. 292.) δεῦρο φίλη λέκτρονδε τραπείομεν εὐνηθέντε. οὐ γὰρ ἔθ' Ἥφαιστος μεταδήμιος ἀλλά που ἤδη οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους. ὣς φάτο τῇ δ' ἀσπαστὸν ἐείσατο κοιμηθῆναι. τὼ δ' ἐς δέμνια βάντε, κατέδραθον. ἀμφὶ δὲ δεσμοὶ τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο. οὐδέ τι κινῆσαι μελέων ἦν οὐδ' ἀναεῖραι. καὶ τότε δὴ γίνωσκον ὅτ' οὐκέτι φυκτὰ πέλονται. ἀγχίμολον δ' αὐτοῖς ἦλθεν Ἥφαιστος αὖτις ὑποστρέψας πρὶν Λῆμνον γαῖαν ἱκέσθαι, Ἠέλιος γάρ οἱ σκοπιὴς ἔχεν, εἶπέ τε μῦθον. (Vers. 305.) ἔστη δ' ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει. σμερδαλέον δ' ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσι. Ζεῦ πάτερ ἠδ' ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, δεῦθ' ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε. ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη αἰὲν ἀτιμάζει, φιλέει δ' ἀΐδηλον Ἄρηα, οὕνεχ' ὁ μὲν, καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἔγωγε ἠπεδανὸς γενόμην. αὐτὰρ οὔ τι μοι αἴτιος ἄλλος ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον. ἀλλ' ὄψεσθε ἵνα τώ γε καθεύδετον ἐν φιλότητι, εἰς ἐμὰ δέμνια βάντες. ἐγὼ δ' ὁρόων ἀκάχημαι, οὐ μέν σφας ἔτ' ἔολπα μίνυνθά γε κειέμεν οὕτω, καὶ μάλα περ φιλέοντε. (Vers. 316.) τάχ' οὐκ ἐθελήσετον ἄμφω εὕδειν, ἤγουν οὐ δυνήσονται τὰ σφίσι φίλα ποιεῖν, ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει, εἰσόκε μοι μάλα πάντα πατὴρ ἀποδῶσι ἔεδνα ὅσσά (Vers. 319.) οἱ ἐγγυάλιξα, τουτέστιν, ἐχείρισα περὶ τὰ γυῖα ἤτοι τὰς χεῖρας δοὺς, κυνώπιδος εἵνεκα κούρης. οὕνεκά οἱ καλὴ θυγάτηρ ἀτὰρ (Vers. 320.) οὐκ ἐχέμυθος. τουτέστιν οὐκ ἔχουσα λογισμόν. ἢ οὐκ ἐπέχουσα τὰς ἐπιθυμίας. οὐ σώφρων. οὐκ ἐγκρατής. ἐνταῦθα δὲ (Vers. 321.) συντελέσας ὁ ποιητὴς τὴν ἐπὶ τῷ Ἡφαίστῳ ἠθοποιΐαν, ἐμελέτησε γὰρ ποίους ἂν ὡς εἰκὸς ἐκεῖνος εἶπε λόγους ἐφ' οἷς εἶδεν, ἐπάγει καὶ ὡς πρὸς τὴν τοῦ Ἡφαίστου βοὴν ἦλθε Ποσειδάων. (Vers. 322.) ἦλθεν ἐριούνης Ἑρμείας. ἦλθε δὲ ἄναξ Ἀπόλλων. τρὶς ἐπαναγαγὼν εἰς τὸ ἦλθε κατὰ λόγον κάλλους. πλείους μέντοι θεοὺς ἀριθμῆσαι ὀκνεῖ, διὰ τὸ μηδὲν εἶναι δέον. θηλύτεραι δέ φησι θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη. ἔσταν δ' ἐν προθύροισι θεοὶ δωτῆρες ἐάων. ἄσβεστος δ' ἂρ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι, τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο. (Vers. 328.) εἶτα καὶ ἑτέραν ἐπιπλέκων ἠθοποιΐαν στενὴν καὶ βραχύλογον ὡς εἴωθεν ἐπὶ λαοῦ ποιεῖν, ἐπιφέρει σεμνῶς. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον. οὐκ ἀρετᾷ κακὰ ἔργα. κιχάνει τοι βραδὺς ὠκὺν, ὡς καὶ νῦν Ἥφαιστος, ἐὼν βραδὺς, εἷλεν Ἄρηα ὠκύτατόν περ ἐόντα θεῶν, χωλὸς ἐὼν, τέχνῃσι. τὸ, καὶ μοιχάγρι' ὀφέλλει. (Vers. 335.) ἐφ' οἷς μεταβαίνων εἰς τὸ γελοιωδέστερον διὰ τοὺς οὕτω φιληδοῦντας ἀκούειν Φαίακας, φησὶν ὡς τῶν ἄλλων τοιαῦτα λαλούντων, Ἀπόλλων τὸν Ἑρμῆν προσέφη. Ἑρμεία Διὸς υἱὲ διάκτορε δῶτορ ἑάων, ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς εὕδειν ἐν λέκτροισι παρὰ χρυσῇ Ἀφροδίτῃ; ὁ δὲ, αἲ γὰρ τοῦτο φησὶ γένοιτο ἄναξ ἑκατηβόλε Ἄπολλον. δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν, ὑμεῖς δ' εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι, αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσῇ Ἀφροδίτῃ. ὣς ἔφατ'. ἐν δὲ γέλως ὦρτ' ἀθανάτοισι θεοῖσι. καὶ ἔστι σημειώσασθαι ὡς ἐν τῷ χωρίῳ τούτῳ συνέμιξεν Ὅμηρος σπουδαῖα καὶ γελοῖα καὶ πικρά. καὶ πικρίας μὲν πολύ τι ἔχουσιν οὐκ ὀλίγα τῶν τοῦ Ἡφαίστου. ἐν οἷς κατατρέχει ὡς μοιχαλίδος τῆς Ἀφροδίτης. γελοῖα δέ εἰσιν ἄλλα τε, καὶ τὰ προσεχῶς λεχθέντα ὑπὸ Ἑρμοῦ. καθὰ καὶ ὁ ποιητὴς ἐπέστησεν ἐν τῷ, γέλως ὦρτο. καὶ πρὸ αὐτοῦ δὲ ἀνωτέρω. ἔνθα καὶ ἄλλως ἐγέλασαν οἱ ἐνταῦθα γελῶντες. φανερὸν δ' ὅτι οὐ σεμνὸς γέλως

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
