# Commentarii ad Homeri Odysseam 1.298.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.298.1

ὁ ἐφ' οἷς ἐλάλησεν Ἑρμῆς, ἀλλ' οἷος ἐπιπρέπειν τοῖς παραύλοις ταυτόν δ' εἰπεῖν παρεξηυλημένοις Φαίαξι. τοιαῦτα γὰρ ὁ Ἑρμῆς εἶπεν, ὁποῖα ἐρεῖ ἂν ἀνὴρ κήλων. καὶ λάγνης ἢ λάγνος διὰ τοῦ ο. καὶ οἰφόλης. καὶ τιτάν. καὶ μάχλος. ὧν αἱ χρήσεις, παρὰ τοῖς παλαιοῖς. οἵ φασιν, ὡς κήλων μὲν πεποίηται ἀπὸ τῶν ὀχευτῶν ὄνων. Ἀρχίλοχος. ὥστ' ὄνου πριηνέως κήλωνος ἐπλήμυρον. οἰφόλης δὲ, ὁ καὶ φιλοίφας, ἀπὸ τοῦ οἴφειν φασὶν ἢ οἴφεσθαι, ὅ πέρ ἐστι, περαίνειν ἢ περαίνεσθαι. τιτὰν δὲ, ἀπὸ τοῦ τιταίνειν. ἤγουν ἐντείνειν. λάγνος δὲ, παρὰ τὸ λα ἐπιτατικὸν μόριον καὶ τὸ γόνος, οἱονεὶ λαγόνης ὁ λίαν πολύγονος. μάχλος δὲ ἀφ' οὗ καὶ ἡ κατὰ τὸν Πάριν μαχλοσύνη, ὁ δίυγρος ὑπὸ καταφερείας. ὅθεν φασὶ καὶ Αἰσχύλος τὴν ῥεομένην ἄμπελον μάχλον ἔφη. καὶ οὕτω μὲν γελοῖα τὰ εἰρημένα. σπουδαῖα δὲ τοῖς τοιούτοις λόγοις ἀναμέμικται, ἥ, τε ῥηθησομένη τοῦ Ποσειδῶνος ἐμβρίθεια, καὶ τὸ, οὐκ ἀρετᾷ κακὰ ἔργα. καὶ τὸ ἐφεξῆς περὶ ἐγγύης γνωμικόν. καὶ οὕτω μὲν καὶ τοῦτο. ἐπεὶ δὲ ἐχρῆν πιθανῶς λυθῆναι τὴν μυθικὴν ἐνταῦθα γελοίαν περιπέτειαν, οὐκ ἦν δὲ εὐκόσμως τοῦτο γενέσθαι πάντων γελώντων, πλάττει ἀγέλαστον ἐπί τε τοῖς λεγομένοις, (Vers. 344.) ἐπί τε τῇ θέᾳ, τὸν πρεσβύτατον Ποσειδῶνα διδάσκων χρῆναι τοὺς ἀρχικοὺς γέροντας μήτε φιλογέλωτας εἶναι, καὶ τὰ πρὸς φιλίαν δὲ πραγματεύεσθαι. καὶ δι' αὐτοῦ λύει τὸ κατὰ τὴν Ἀφροδίτην καὶ τὸν Ἄρην δρᾶμα. φησὶ γοῦν. οὐδὲ Ποσειδάωνα γέλως ἔχε. λίσσετο δ' αἰεὶ Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα. εἰπών. λῦσον. ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις, τίσειν αἴσιμα πάντα. (Vers. 351.) Ἥφαιστος δὲ πολιτικώτερον εὐλαβούμενος. μή με φησὶ Ποσείδαον ταῦτα κέλευε. δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι. πῶς ἂν ἐγώ σε δέοιμι τουτέστι δεσμήσαιμι καθὰ νῦν τὸν Ἄρην, εἴ κεν αὐτὸς οἴχοιτο χρέως καὶ δεσμὸν ἀλύξας. (Vers. 355.) καὶ ὁ Ποσειδῶν ὑπισχνεῖται εἴπερ Ἄρης χρείως ὑπαλύξας οἴχηται φεύγων, αὐτὸς τάδε τίσειν. καὶ Ἥφαιστος πεισθεὶς καὶ εἰπὼν ὡς οὐκ ἔστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι, ἀνίησι δεσμοῦ τὸν Ἄρηα. ὁ δὲ, λυθεὶς ἐκ δεσμοῦ κρατεροῦ σὺν καὶ τῇ ἐρωμένῃ, ᾤχετο ἔνθα ἐν τοῖς ἐφεξῆς ῥηθήσεται. (Vers. 367.) Ἰστέον δὲ ὅτι τε ὁ δειπνοσοφιστὴς εἰπὼν ὡς τὸ τοῦ Ἀλκινόου συμπόσιον ἱλαρότητα περιέχει καὶ παιδιὰν εὐσχήμονα, ἐπάγει ἔννοιαν δι' ἧς ὁ ὑποκείμενος μῦθος φαίνεται συμβάλλεσθαί τι τῷ Ὀδυσσεῖ. λέγει γὰρ ὅτι μετὰ τὸν γυμνικὸν ἀγῶνα ᾄδει ὁ ᾠδὸς ἀμφ' Ἄρεος φιλότητος μῦθόν τινα χλεύῃ κεκραμένον. καὶ εἰς τὴν μνηστηροφονίαν ὑποθήκας ὑποτιθέμενον Ὀδυσσεῖ ὡς τοῦ κυλλοποδίωνος τὸν ἀνδρειότατον Ἄρην καταγωνισαμένου. ᾧ δηλαδὴ τρόπῳ καὶ αὐτὸν ἐγχειρητέον τοῖς ὑπερφιάλοις μνηστῆρσιν εἴ πως δόλῳ περιγένηται αὐτῶν. καὶ ὅτι πολλῶν πολλὰ εἰπόντων περὶ τῆς ἐνταῦθα ἐκτεθείσης μυθοποιΐας, ταῦτα μᾶλλον ἐστὶν ἁπλούστερον ἔχοντα. τὸ γὰρ τῇ Ἀφροδίτῃ τὸν μὲν Ἥφαιστον ὡς ὁμευνέτην συνεῖναι τὸν δὲ Ἄρην μυθικῶς ὁμιλεῖν καὶ τὰ ἑξῆς, ὁ μὲν μῦθος ἐπλάσατο, δεικνὺς μηδὲ τοιούτων παθῶν ἀμοίρους εἶναι τοὺς Ἑλληνικοὺς θεοὺς, διὰ τὸ προσπλαττόμενον αὐτοῖς ἀνθρωποπαθές. ἡ δὲ φιλόσοφος θεραπεία ἠθικῶς μὲν παιδαγωγεῖσθαι τοὺς ἀνθρώπους καὶ ἐν τούτοις λέγει, μανθάνοντας ὡς οὐδὲ παρὰ τοῖς κρείττοσιν ἀρετᾷ κακὰ ἔργα. εἰσὶ δὲ οἳ καὶ οὕτως εἶπον, ὡς μακρόθεν παιδεύει μὴ ἀσελγαίνειν, ὡς καὶ θεῶν διὰ ταῦτα ἀσχημονούντων. ἄλλως δὲ οἱ μὲν εἰς νεῖκος καὶ φιλίαν ἠλληγόρησαν τὰ τοιαῦτα. ἅπερ Ἐμπεδοκλῆς ἐδόξαζεν ὡς τῷ παντὶ λυσιτελοῦντα εἰς γένεσιν. ὧν, τῆς φιλίας μὲν σύμβολον, ἡ τῆς Ἀφροδίτης καὶ τοῦ Ἄρεος μίξις ποιούντων ἅπερ αὐτοῖς φίλα. τοῦ δὲ νείκους, ἡ ἐκ θερμοῦ λύσις αὐτῶν. ἧς τό, τε ἄλλο θερμὸν αἴτιον ὃ διὰ τοῦ Ἡφαίστου ἐμφαίνεται, καὶ ὁ Ἥλιος οὐ μισῶν τὴν Ἀφροδίτην, ἀλλὰ χαίρων τῇ τοιαύτῃ λύσει ὡς αἰτία οὕτω γενέσεως. διὸ καὶ ὁ παραβάτης φησὶν ὅτι σύγκρασις τῶν οὐρανίων ἡ Ἀφροδίτη καὶ τῆς ἁρμονίας αὐτῶν φιλία καὶ ἕνωσις. Ἡλίου γάρ φησιν ἐγγὺς οὖσα καὶ συμπεριθέουσα πληροῖ μὲν τὸν οὐρανὸν εὐκρασίας, ἐνδίδωσι δὲ τὸ γόνιμον τῇ γῇ, καὶ πολλὰ δὲ ἕτερα πληροῦνται εἰς τὴν τοιαύτην ὑπόθεσιν. καὶ οὕτω μέν τινες. ἕτεροι δὲ μαθηματικώτερον ἐπέβαλον τοῖς ῥηθεῖσιν ὡς καὶ ἡ Δημώ. σχέσεις τινὰς φιλοσοφοῦντες τῶν τοῖς θεοῖς ὁμωνύμων ἀστέρων Ἄρεός τε καὶ Ἀφροδίτης καὶ Ἡλίου. οἱ καὶ κλιμακτῆρας τινὰς ἐξ Ἄρεος ἐπικειμένους ἀπρακτεῖν πλανῶνται, Ἀφροδίτης ἀπαγούσης αὐτοὺς ὡς ἐκεῖνοι τερθρεύονται, διὰ φιλίαν τὴν πρὸς τὸν Ἄρην. ἄλλοι δὲ, ἁπλούστερον ἐπιβάλλοντες, Ἀφροδίτην νοοῦσι τὴν χάριν ἥτις ἕπεται οὐ μόνον τῷ κατ' Αἰσχύλον ἄνθει τοῦ πυρὸς, ἀλλὰ καὶ τοῖς δι' αὐτοῦ ἀποτελουμένοις, εἴγε χαρίεντα ἔργα τελοῦνται διὰ πυρός. μετέχει δὲ δή τινος τοιαύτης χάριτος

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
