# Commentarii ad Homeri Odysseam 1.299.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.299.1

καὶ σίδηρος ἐκ τοῦ ὁμιλεῖν πυρὶ, εἰ καὶ ἐπ' ὀλίγον καὶ ἀμυδρᾶς. διὸ καὶ λάθρα καὶ ὡς εἰπεῖν, μοιχικῶς τῇ τοῦ Ἡφαίστου Ἀφροδίτῃ Ἄρης ὅ ἐστι σίδηρος σύνεστιν, ὑποκλέπτων τὴν ἐκεῖθεν χάριν. καὶ οὕτω μὲν καὶ ταῦτα ὡς ἐν βραχεῖ φάναι. πλατύναι γάρ τις ταῦτα προθέμενος, οὔτε ἂν εὐροήσῃ διόλου, καὶ οὐδ' ἂν ἐκφευξεῖται ψυχρολογίαις περιπεσεῖν. Ὅτι δὲ Ἀφροδίτη οὐ μόνον αἰδοῦς ἀξίας λέξεις προάγει ἀλλὰ καὶ σεμνὰς, οὐκ ἄδηλόν ἐστιν. ἡ γοῦν ἀφροδισιὰς πόλις οὐκ ἐντρέπει τοὺς λέγοντας. οὐδὲ τὸ κύριον ὁ Ἐπαφρόδιτος. οὐδ' εἴ τις ῥόδον ἐρεῖ ἐπαφρόδιτον. οὐ μὴν οὐδὲ ἡ ἐπαφροδισία. ἧς χρῆσις ἐν τῷ, ὅ, τι ἂν καλήσειεν ἢ πικρανθείη Φιλόξενος πρός τινα τῶν συζώντων, πανεπαφροδισίας καὶ χάριτος ἦν μεστόν. Σημείωσαι δ' ἐνταῦθα καὶ ὅτι ἀστείως ὥς φησιν ὁ Ἀθήναιος, παρὰ Φαίαξι, τοῖς ἄγαν ἐμπιπλαμένοις ἐκτρυφῆς, Ὅμηρος ποιεῖ ᾀδόμενα τὰ κατὰ τὴν Ἀφροδίτην γελοῖα. κατὰ γὰρ τὸν εἰπόντα, ἐν πλησμονῇ τοι Κύπρις, ἐν δὲ τοῖς κακῶς πράσσουσιν οὐκ ἔνεστιν Ἀφροδίτη βροτοῖς. καὶ τοιαῦτα μὲν ταῦτα. Τὰ δὲ κατὰ μέρος τοῦ ῥηθέντος χωρίου, τοιαῦτα. Τὸ μὲν ἀμφ' Ἄρεος φιλότητος ληφθὲν ἀντὶ τῆς περι, γενικῇ συνετάχθη κατὰ δύναμιν τῆς περι προθέσεος. Ὅτι δὲ καὶ δοτικῇ συντάσσεται ἡ ἀμφὶ καὶ αἰτιατικῇ δὲ, πολλαχοῦ δηλοῦται. Ὁ δὲ Ἄρης νῦν μὲν συστέλλει τὴν ἄρχουσαν, ὡς καὶ ἐν τῷ, ἀΐδηλον Ἄρηα. καὶ, εἷλεν Ἄρηα. καὶ ἐν ἄλλοις. ἐν δὲ τῷ, κεχολωμένος Ἄρης καὶ χρησήνιος Ἄρης, ἐκτείνεται τὸ αὐτὸ δίχρονον. τὸ δὲ τοιοῦτον ἐδήλωσε καὶ ἡ Ἰλιὰς ἔν τε ἄλλοις καὶ μάλιστα ἐν τῷ, Ἆρες Ἄρες βροτολοιγέ. Ἐϋστέφανος δὲ, ἀπὸ κόσμου γυναικίου. ἀθλητικὸν μέντοι στέφανον οὐκ οἶδε φασὶν ὁ ποιητής. (Vers. 268.) Τὸ δὲ ἐμίγησαν, οὐκέτι τὴν ἁπλῶς ὡς ἐν ἄλλοις ἀλλὰ τὴν κατ' ἔρωτα συνουσίαν δηλοῖ. τὸ δὲ μιγῆναι τοῦτο, καὶ μιγάζεσθαι φιλότητι ἔφη σαφέστερον. (Vers. 269.) Τὸ δὲ πολλὰ δ' ἔδωκε δῶρα δηλαδή. νοηθέντα ἐκ τοῦ παράγοντος αὐτὰ ῥήματος τοῦ ἔδωκε. Λέχος δὲ καὶ εὐνὴ καὶ δέμνια ταυτὰ κατὰ πολυωνυμίαν εἰσίν. ὥσπερ καὶ δεσμοὶ καὶ δέσματα καὶ δεσμὰ καὶ ἐπίδεσμα. περὶ ὧν οἱ Ἀττικοί φασι, δεσμὰ οὐχὶ δεσμούς. καὶ ἐπίδεσμα οὐχὶ ἐπιδέσμους. ἔτι ὅμοια κατὰ πολυωνυμίαν καὶ ὁ δόλος καὶ ἡ τέχνη. ὡς τὸ, εἷλε τέχνῃσιν. ὃ σαφέστερον ἐν τοῖς περὶ Πρωτέως δολίην τέχνην ἔφη. ὅθεν καὶ δεσμοὶ τεχνήεντες, οἱ κατὰ δόλον. ἐκεῖθεν δὲ καὶ τὸ ἀτεχνῶς ἀντὶ τοῦ δίχα δόλου καὶ φανερῶς. οὕτω δὲ ὅμοιον καὶ τὸ πολύφρων καὶ κλυτοτέχνης καὶ κλυτοεργὸς Ἥφαιστος. καὶ τὸ, οὐδ' ἀλαοσκοπιὴν εἶχεν Ἄρης. καὶ τὸ, Ἠέλιος σκοπιὴν ἔχε. (Vers. 270.) Τὸ δὲ λέχος δ' ᾔσχυνεν, αἰσχρὸν εἶναι τὸ ἔργον δηλοῖ. Ἐν δὲ τῷ, Ἡφαίστοιο ἄνακτος, θεία λέξις κατὰ κυριολεξίαν τὸ ἄναξ. ὡς καὶ ἐν τῷ, ἄναξ Ἀπόλλων. (Vers. 272.) Τὸ δὲ θυμαλγέα μῦθον ἄκουσεν, ὅμοιόν ἐστι τῷ, θυμοδακὴς γὰρ μῦθος. καὶ ἡ ἐκεῖ δοκοῦσα εἶναι παρήχησις καὶ ἐνταῦθα ἐμφαίνεται. (Vers. 273.) Χαλκεὼν δὲ, τὸ ἐργαστήριον τοῦ χαλκέως Ἡφαίστου. πέφρασται καθ' ὁμοιότητα τοῦ, ἀκανθεών. χαραδρεών. καὶ τῶν τοιούτων. (Vers. 274.) Περὶ δὲ ἀκμοθέτου καὶ ἄκμονος καὶ τοῦ κόπτειν δεσμοὺς ἐν τῇ Ἰλιάδι ἐῤῥέθη. (Vers. 273.) Ἄῤῥηκτοι δὲ δεσμοὶ καὶ ἄλυτοι, οἱ πάνυ στερεοί, οὔτε οὓς ἀναγνάμψας τις ἠρέμα λύσει, οὓς οὔτε πρὸς βίαν ῥήξει καλῶς δὲ κεῖται τὸ πρὸς βίαν ἐνταῦθα. λύει μὲν γάρ τις, ἐν ἀδείᾳ. ῥήγνυσι δέ, βιαζόμενος. διὸ καὶ πρὸς ἔμφασιν λείως μὲν λαλεῖται τὸ λύειν, τραχυφωνεῖται δὲ τὸ ῥηγνύειν. καὶ ἀληθῶς, ἁπάσῃ ῥήξει, βίαιόν τι ἐμφαίνεται. ὁ γοῦν ῥηξήνωρ βίῃ ἀνδρῶν ῥήγνυσι φάλαγγας. ἐμφαίνει δὲ βίαν, καὶ τὸ, ἐῤῥάγη πόλεμος. δηλαδὴ σκεδασθεὶς ὧδε καὶ ἐκεῖ καὶ μὴ ἐφ' ἑνὸς μένων. καὶ σκηπτὸς δὲ καταῤῥαγεὶς καθὰ καὶ ὁ ῥαγδαῖος ὄμβρος, βίαιόν τι δηλοῦσιν. ὡς καὶ τὸ ἀποῤῥαγῆναι, καὶ τὸ συῤῥῆξαι μάχην. μάλιστα δὲ, τὸ διαῤῥαγῆναι. οὗ χρήσεις καὶ ἄλλαι μὲν οὐκ ὀλίγαι, καὶ αὕτη δὲ ἡ ἀστεία. εὐδαίμων ἐγὼ, οὐχ' ὅτι ἐν τοῖς γάμοις εὐωχήσομαι, ἀλλ' ὅτι διαῤῥαγήσομ' ἢν θεὸς θέλῃ. τούτου δέ μοι τοῦ τέλους γένοιτο τυχεῖν. (Vers. 276.) Τὸ δὲ τεῦξε, πρωτότυπόν ἐστι παράγωγον τῆς τέχνης καθ' ἣν Ἥφαιστος ἐργάζεται. (Vers. 277.) Τὸ δὲ κεχολῶσθαι Ἥφαιστον Ἄρει δηλοῦται καὶ ἐν τῷ, χόλος δέ μιν ἄγριος ᾕρει. καὶ ἐν τῷ, ἐγὼ δ' ὁρόων ἀκάχημαι. (Vers. 278.) Τὸν δὲ θάλαμον ἑρμηνεύων, ἔφη. ὅθι οἱ φίλα δέμνια κεῖτο. ἵνα ᾖ θάλαμος, ὁ κοιτών. οὗ ἐνδεικτικὸν τὸ κεῖτο. ἐξ αὐτοῦ γὰρ ὁ κοιτών. Ἑρμὶς δὲ ὁ τῆς κλίνης ποὺς ὁ καὶ ἑρμὶν καθὰ καὶ δελφὶς καὶ δελφὶν, ἢ παρὰ τὸ ἕρμα κλίνης εἶναι. ἢ παρὰ τὸν Ἑρμῆν δοτῆρα ὄντα τοῦ ὕπνου. διό φασι καὶ Ἑρμῆς ταῖς ἑρμῖσιν ἐντυποῦτο. (Vers. 279.) Τὸ δὲ χεῦε καὶ τὸ κέχυντο, τῆς ἄγαν λεπτότητος καὶ τῆς οἷον ἐντεῦθεν ὑγρότητος τῶν δεσμῶν ἐστὶ δηλωτικόν. διὸ καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
