Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.3.1
Not analysed yet
ΥΠΟΘΕΣΙΣ ΤΗΣ Α. ΟΜΗΡΟΥ ΟΔΥΣΣΕΙΑΣ. Θεῶν ἀγορὰ γίνεται, περὶ τοῦ τὸν Ὀδυσσέα εἰς Ἰθάκην πεμφθῆναι ἀπὸ τῆς Καλυψοῦς νήσου. μεθ' ἣν ἡ Ἀθηνᾶ εἰς Ἰθάκην παραγίνεται πρὸς Τηλέμαχον, ὁμοιωθεῖσα Μέντῃ βασιλεῖ Ταφίων. γενομένης δὲ ὁμιλίας, παραινέσασα ἡ Ἀθηνᾶ Τηλεμάχῳ παραγενέσθαι διὰ τὴν τοῦ πατρὸς ζήτησιν, ἐς Πύλον μὲν πρὸς Νέστορα, εἰς Σπάρτην δὲ πρὸς Μενέλαον, ἀπαίρει ἔμφασιν δοῦσα ὡς θεὸς εἴη, καὶ τῶν μνηστήρων γίνεται εὐωχία. ΟΔΥΣΣΕΙΑΣ Α. ΟΜΗΡΟΥ ΡΑΨΩΙΔΙΑΣ. Ὅτι ἡ μὲν Ἰλιὰς, ὡς καὶ ἐν τοῖς ἐκεῖ ἐδηλώθη, ἐκ τόπου τῆς Ἰλίου ἔσχε τὴν ἐπιγραφὴν, ὡς τὰ κακὰ περιέχουσα ὁπόσα ἐν τῷ καιρῷ τῆς μήνιδος περὶ τὴν Ἴλιον συνέπεσον οὐ μόνον τοῖς Ἰλιεῦσιν, ἀλλὰ καὶ μάλιστα τοῖς Ἕλλησι τοῖς μὴ τοσούτοις πρὸ τούτου πίπτουσιν, ὡς καὶ ὁ ποιητὴς ἐπισημαίνεται, λέγων· ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκεν. εἰ καὶ ἄλλως νόμῳ πολέμου πολλαὶ ἴφθιμοι ψυχαὶ καὶ Τρωϊκῶν ἡρώων εἰς Αἵδου ᾤχοντο. ἡ δὲ Ὀδύσσεια, φανερῶς ἐξ ὡρισμένου προσώπου τοῦ Ὀδυσσέως δηλαδὴ, ἐπιγέγραπται. ὃς μόνος ἐνταῦθα τὴν ὅλην ποίησιν συνιστᾷ. προπαροξύνεται δὲ ἡ λέξις, ὁμοίως τῷ ἱερεὺς ἱέρεια. βασιλεὺς βασίλεια. εἰ καὶ ἄλλως κατὰ λόγον κτητικοῦ παροξύνεσθαι ὤφειλεν. ἠκολούθησε δὲ μάλιστα ὁ τόνος τῆς ῥηθείσης λέξεως, τῷ πατρόκλεια. δολώνεια. καὶ τοῖς ὁμοίοις. περὶ ὧν ἀκριβέστερον ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. (Vers. 1.) Ὅτι ὁμοιοσχήμων μὲν ἥ τε τῆς Ἰλιάδος εἰς βολὴ καὶ ἡ τῆς Ὀδυσσείας, Μοῦσαν τὲ ἐπικαλουμένη, καὶ τὴν κλῆσιν προστακτικῶς σχηματίζουσα. ἐκπέφευγε δὲ ἄλλως πολυτρόπως τὸ τοῦ σχηματισμοῦ ὁμοειδές. ἐκεῖ μὲν γὰρ, ὁ ποιητὴς ἄειδε θεὰ, ἐνταῦθα δὲ ἔννεπε Μοῦσα φησιν. οὐ μόνον τοῖς ῥήμασι ποικιλλόμενος, ἀλλὰ καὶ φράζων σαφέστερον. ὁ γὰρ ἁπλούστερος ἀκροατὴς ζητήσῃ ἂν ἐν τῇ καταρχῇ τῆς Ἰλιάδος, ποίαν Ὅμηρος λέγει θεάν. καὶ ἐὰν Μοῦσαν ἀκούσῃ, πάλιν προσεκζητήσει ποίαν ταύτην ἐκ τῶν ἐννέα. διπλῆν ἀπορίαν προϊσχόμενος. ἐνταῦθα μέντοι ἔννεπε Μοῦσα εἰπὼν ὁ ποιητὴς, καὶ οὕτω τὴν τοῦ ἀκροατοῦ ἐκείνην ζήτησιν ἡμισεύσας, σαφέστερον ἔφρασεν. ἐπεὶ καὶ προσεχέστερον τῷ ποιητικῷ σκοπῷ τὸ Μοῦσα ἤπερ τὸ θεά. ἧς δὴ Μούσης, παράγωγον περιεκτικὸν, τὸ μουσεῖον, καθὰ καὶ τῆς ᾠδῆς, τὸ ᾠδεῖον. καὶ τῆς σχολῆς, τὸ σχολεῖον. εἰ δὲ προιὼν ἐρεῖ, θεὰ θύγατερ Διὸς εἰπὲ καὶ ἡμῖν, σαφήνειαν ἔχει καὶ ἐκεῖ ὁ λόγος διὰ τὸ, θύγατερ Διὸς, ὡς ἐκεῖ ῥηθήσεται. Ἔτι καὶ ἄλλως διαφόρως ἐσχημάτισται τὰ τῶν βιβλίων προοίμια ἐν τῷ, μῆνιν ἄειδε, καὶ, ἄνδρα ἔννεπε. καὶ ἡ διαφορὰ, οὐ μόνον κατὰ τὰ ῥήματα τὸ ἄειδε καὶ τὸ ἔννεπε. καὶ κατὰ τὰ γένη, τὸ μῆνιν καὶ τὸ ἄνδρα, ἀλλὰ καὶ κατὰ τὴν δράσιν καὶ πεῖσιν. ἡ μὲν γὰρ μῆνις ἐκεῖ, δραστική. ἔθηκε γὰρ μυρία ἄλγεα. ὧδε δὲ, ὁ ἀνὴρ πολλὰ ἔπαθεν ἄλγεα. Καὶ σημείωσαι ἐν τούτοις ὅτι ταυτὸν μυρία εἰπεῖν ἄλγεα καὶ πολλὰ, ἢ μάλα πολλά. Ἔτι διαφέρουσι καὶ καθότι ἐκεῖ μὲν, ἄειδε φησὶν ἁπλῶς, ἐνταῦθα δὲ ὡς ὡρισμένως, ἔννεπέ μοι. ἴσθι δὲ ὅτι τὸ μὲν ἄειδε, ἀφορμὴν δέδωκεν εἰς τὸ λέγεσθαι ᾠδὰς τὰ ποιήματα. ἐκ δὲ τοῦ ἔννεπε, ἀρχὴ ἐνδέδοται τοῖς καλοῦσι τοὺς ἡρωικοὺς στίχους, ἔπη. καὶ ἐποποιοὺς, τοὺς ποιητάς. νεωτέρων δὲ ἡ τοῦ ἔπους χρῆσις ἐπὶ τῶν ποιητικῶς μετρούντων. Ὅμηρος γὰρ ὡς δι' ὅλης τῆς αὐτοῦ ποιήσεως φαίνεται, τὸν ἁπλῶς λόγον ἔπος φησίν. οἷον. ποῖόν σε ἔπος φύγε. καὶ τὸ, ἔπεα πτερόεντα. Ὅτι δὲ τὰ ἑξάμετρα οὐ πάνυ ἠξίουν ἔπη καλεῖσθαι, δηλοῖ ὁ ἐν ῥητορικῷ λεξικῷ εἰπὼν ὡς ἀντέκειτο ὁ ἐποποιὸς τῷ μελοποιῷ. καὶ ἡρῷα ἔλεγον οὐκ ἔπη, τὰ ἑξάμετρα. Σημείωσαι δὲ ὅτι κἀνταῦθα ὁ ποιητὴς προγράψας θεὰν τῆς ἑαυτοῦ ποιήσεως καθὰ καὶ ἐν Ἰλιάδι, καὶ τῇ ταύτης ἐπικλήσει μουσόληπτος ὑπονοηθεὶς, καὶ φαντάσας θεόφθεγκτα λαλεῖν, ἀφορμὴν ἐνδέδωκε τῷ καλῷ λυρικῷ, γνωματεύσασθαι ὡς ἄρα χρὴ ἀρχομένου ἔργου, πρόσωπον θεῖναι τηλαυγές. οὕτω γὰρ καὶ αὐτὸς Ὅμηρος, τηλαύγειαν τῶν αὐτῶν ποιήσεων προέγραψεν, οἷς τὲ θεῖα πρόσωπα τούτων προλάμπει, καὶ οἷς ἡρωϊκὰς πράξεις τὲ καὶ πάθη καθιστορῆσαι προεξέθετο. Ὅτι ἀνὴρ παρὰ τοῖς παλαιοῖς τετραχῶς, ὁ ἤδη τέλειος τὴν ἡλικίαν. καὶ ὁ συζευχθεὶς γυναικί. καὶ ὁ ἀνδρεῖος. καὶ ὁ φύσει. τουτέστιν ὃν ἐξανάγκης οἶδεν ἡ φύσις ἀντιδιῃρημένον τῇ γυναικί. ἐνταῦθ' οὖν ἐν τῷ ἄνδρα μοι ἔννεπε Μοῦσα, οἱ παλαιοὶ, ἄνδρα,