# Commentarii ad Homeri Odysseam 1.30.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.30.1

ἐστι τῷ, λίαν οἰνωθείς. οὗ θηλυκὸν, ἡ ἐξοινία παρὰ τῷ Ἀθηναίῳ. οἷον. οἱ περὶ Πλάτωνα καὶ Σπεύσιππον, οὐ χάριν ἐξοινίας τὰς συνόδους ἐποιοῦντο. ἀλλ' ἵνα φαίνωνται καὶ τὸ θεῖον τιμῶντες, καὶ φιλικῶς ἀλλήλοις συμπεριφερόμενοι. εἰ δὲ ἔξοινος λέγεται ὡς τὰ πολλὰ ὁ ἀπηλλαγμένος μέθης, ἔχει καὶ αὐτὸ εὐλογίαν διὰ τὴν εκ πρόθεσιν. δηλοῦσαν ποτὲ μὲν, τὸ ἔξω. ὅθεν ὁ νηφάλιος ἔξοινος. ποτὲ δὲ, ἐπίτασιν. ἣν πάσχει ὁ οἴνου ἔμφορτος ἔξοινος. (Vers. 111.) Τὸ δὲ ἔμισγον ἐν κρατῆρσιν οἶνον καὶ ὕδωρ, ἀφορμή ἐστι τῆς τοῦ κρατῆρος ἐτυμολογίας. ὡς οὕτω καλουμένου, διὰ τὸ ἐν αὐτῷ τὰ τοιαῦτα συγκερᾶσθαι ἤτοι μίσγεσθαι. ὠνοματοπεποίηται δὲ τὸ μίσγειν. ἐξ οὗ καὶ ἡ ἐν Ἰλιάδι μισγάγκεια. Γοργὸν δὲ σχῆμα τὸ, κήρυκες καὶ θεράποντες οἱ μὲν, ἐποίουν τόδε, οἱ δὲ, τόδε. Ὅρα δὲ τὸ πολύτρητον οἰκειότατον ὂν σπόγγοις ὥσπερ δικτύοις τὸ πολυωπόν. ὅτι δὲ τράπεζα κυρίως, οὐχὶ ἡ ἐπὶ τριῶν ἱσταμένη, ἀλλ' ὡς γράφει Ἀθήναιος ἡ κατὰ τεσσάρων, δηλοῖ καὶ τὸ τῆς λέξεως ἔτυμον. τετράπεζα γὰρ, καὶ συγκοπῇ δι' εὐφωνίαν, τράπεζα. ὥσπερ καὶ τετράδραχμον τέτραχμον κατὰ τοὺς παλαιούς. καὶ φύσησις, φύσις διὰ τὸ ζωτικῷ πνεύματι διαφυσᾶσθαι τὰ ζῶντα. εἰς δὲ τὴν τρίποδα, πέπαικταί τι τοῖς πάλαι. Ἀριστοφάνους γοῦν φαμένου τράπεζαν ἡμῖν φέρε τρεῖς πόδας ἔχουσαν τέτταρας δὲ μὴ ἐχέτω, λέγει ὁ ἐπιταχθεὶς, καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι; λέγει δέ φασι καὶ Ἐπίχαρμος, οὕτω. τί δὲ ταδ' ἐστί; δηλαδὴ τρίπους. τί μὰν ἔχει πόδας τέτταρας; οὐκ ἔστι τρίπους ἀλλ' οἶμαι τετράπους, ἔστι δ' ὄνομ' αὐτῇ τρίπους. Κρατῖνος δέ φασι, τρισκελῆ λέγει τὴν τρίπουν. εἰπών. τράπεζαι τρισκελεῖς σφενδάμνιναι. Ἐν τούτοις δὲ ὅρα τὸ τέττορας Δωρικῶς λεχθὲν, οὗ εὐθεῖα κεῖται παρ' Ἡσιόδῳ. καὶ τὸ σφενδάμνιναι. οὗ ἀρσενικὸν, παρὰ τῷ κωμικῷ ἐν τῷ, ἄνδρες μαραθωνομάχοι σφενδάμνινοι. τουτέστι, στερεοὶ κατὰ τὸ ἐκ τῆς σφενδάμνου ξύλον. (Vers. 114.) Ὅτι τὸ τετιημένος ἦτορ ἤγουν τετιμωρημένος, λέξις ἐστὶ ποιητικὴ, ἀπὸ ἀῤῥήτου ἐνεστῶτος τοῦ τιῶ τιήσω. τοιοῦτον δὲ καὶ τὸ βεβιημένος. καὶ τὸ λελιημένος ἀντὶ τοῦ ἐπιθυμῶν. Τετιημένος δὲ ἦτορ, ὁ κατὰ ψυχὴν πάσχων. πρὸς διαστολὴν τοῦ κατὰ σῶμα. Ὅτι ἁπλῶς μὲν ὀσσόμενος, ὁ βλέπων, ὀσσόμενος δὲ φρεσὶν ὁ φανταζόμενος τὸ μὴ παρὸν, καὶ κατὰ νοῦν αὐτὸ βλέπων καὶ ἀνειδωλοποιούμενος. ὡς ὁ Τηλέμαχος κάθηται ὀσσόμενος φρεσὶ πατέρα ἐσθλὸν, ἤγουν ὀνειροπολῶν ὡς ὁ παραφραστὴς Δημοσθένης ἡρμήνευσε. καὶ τοῦτο ἦν ἡ εἰς αὐτὸν οὐρανόθεν ἔλευσις τῆς Ἀθηνᾶς. ἐνθουσιάσας γὰρ οἷον, καὶ εἰς προθυμίαν ἔννουν ἀναβακχευθεὶς, ποιήσει τὰ ἐφεξῆς δηλωθησόμενα. Ἰστέον δὲ ὅτι καὶ μαντικὴ λέξις ἔστιν ὅτε τὸ ὄσσεσθαι, ὡς ἐν τῷ κάκ' ὀσσόμενος εἶπον τινές. μάλιστα δὲ τοιαύτη λέξις, τὸ ὀττεύεσθαι. ἐπεὶ καὶ ὄσσα καὶ ὄττα, οἰωνοσκοπία φασὶν ἢ κληδών. Αἰολικῶς δὲ κατὰ Ἡρακλείδην ἔχει τὸ ὄσσεσθαι. τὰ γὰρ εἰς πτω φησὶ βαρύτονα, οἱ Αἰολεῖς εἰς δύο σίγμα μετατιθέασιν. οἷον. πέπτω πέσσω. ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη. ὄπτω ὄσσω. ἐνταῦθα δὲ σημείωσαι ὡς εἰ καὶ ἐκ τοῦ ὄπτω γίνεται τὸ ὄσσω, ἀλλ' οὐχὶ καὶ ἐκ τοῦ κατοπτεύω κατοσσεύω φασὶν οἱ Αἰολεῖς. ὅμοιον δὲ τοῖς ῥηθεῖσι, καὶ τὸ ἐνίπτω ἐνίσσω. καὶ τὸ βλέπω ἐξ οὗ φησι τὸ ἀβλεπτῶ, βλέσσω. ᾧ παρενείροντές φησιν ἰδίῳ ἔθει τὸ υ, παρέσει τοῦ βῆτα, λεύσω φασίν. ἴσως δὲ, καὶ τὸ λίσσω, ἐκ τοῦ λίπτω ἤγουν ἐπιθυμῶ γέγονεν. ἐπιθυμεῖ γάρ πως καὶ ὁ λισσόμενος περί τινος. (Vers. 116.) Ὅτι Τηλέμαχος μὲν σμικρολογεῖται περὶ τὰς ἐπὶ τῷ πατρὶ ἐλπίδας οἷα μὴ πεπειραμένος τῶν κατ' ἐκεῖνον. σκέδασις γὰρ μνηστήρων δι' ἐκείνου φαντάζεται, ὡς μέγα καὶ τοῦτο τυγχάνον εἰ ἀνυσθείη. ὁ δὲ, ἐπανελθὼν, οὐ σκεδάσει ἀλλὰ πάντας ἀνελεῖ. Σημείωσαι δὲ ὅτι νῦν μὲν, φαίνεται σκεδῶ καὶ σκεδάζω εἶναι ἀφ' οὗ ἡ σκέδασις. ἑτέρωθι δὲ, κεδῶ δίχα τοῦ σίγμα. ὅθεν παράγωγον τὸ κεδαίω. οὕτω δὲ καὶ σκίδναται καὶ κίδναται. (Vers. 120.) Ὅτι ἐφίστασθαι θύραις, τὸ ἁπλῶς ἐπὶ ταῖς θύραις ἑστάναι. λέγεται δὲ πολλάκις καὶ ἐπὶ τῶν ἐπαιτούντων ἡ λέξις. ὅθεν καὶ ἐπιστάτης ὁ ἱκέτης. ἢ προσαίτης. ὡς τὸ, οὐ σύγ' ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδ' ἅλα δοίης. λέγεται δὲ τὸ ἐφίστασθαι καὶ ἐπὶ τοῦ προΐστασθαι. ἐξ οὗ καὶ τὸ, ἔργοις ἐπιστατεῖν. καὶ παρὰ Σοφοκλεῖ, ποίμναις ὀρείαις ἐπεστάτουν. (Vers. 121.) Ὅτι τὸ τῆς δεξιᾶς χειρὸς ἅπτεσθαι ὅπερ καὶ νῦν πολλοῖς τῶν ἐθνῶν ἐπιχωριάζει, δεῖγμα φιλοφροσύνης ἦν ἀσφαλέστατον. ὅθεν καὶ δεξιοὶ λέγονται οἱ ἀγαθοί. καὶ δεξιοῦσθαι μέχρι νῦν, τὸ φιλοφρονεῖσθαι λέγεται. ἀμέλει ἐν τοῖς ἑξῆς τοῦ Ἀντινόου παιγνιωδῶς ἁψαμένου τῆς τοῦ Τηλεμάχου δεξιᾶς, ἐξέσπασε τὴν χεῖρα ὁ Τηλέμαχος μετὰ θυμοῦ, μὴ ἀνασχόμενος τὸ τίμιον παίζεσθαι. καὶ Ἀχιλλεὺς δὲ λαβὼν ἐπὶ καρπῷ χεῖρα Πριάμου δεξιτερὴν, οὐδέν τι κακὸν τὸν πολέμιον

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
