Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.300.1
Not analysed yet
ἐπλεόνασε τῇ τοιαύτῃ λέξει διὰ τὸ καίριον. (Vers. 278.) Τὸ δὲ κύκλῳ ἁπάντῃ, τοὺς ἀπείρονας ἑρμηνεύει δεσμούς. οἳ καὶ κρικωτοὶ διασαφούμενοι ὑπὸ τῶν παλαιῶν, εἶεν ἂν καὶ κυκλωτερεῖς. (Vers. 280.) Τὸ δὲ λεπτὰ, ἢ πρὸς τὸ ἀράχνια φησὶν, ἢ πρὸς τὸ δέσματα. ἑρμηνεία δὲ αὐτοῦ τὸ, ἃ οὐκ ἄν τις οὐδὲ ἴδοιτο, λεπτότατα γὰρ τὰ τοιαῦτα, (Vers. 281.) καὶ τὸ, οὐδὲ θεῶν μακάρων. ὃ καὶ πρὸς πιθανότητα ἐῤῥέθη. οὐ γὰρ ἀνθρώποις μόνον, ἀλλὰ καὶ θεοῖς ἦσαν ἀόρατα. διὸ συνέσχον τὸν Ἄρην τεχνικῶς τετυγμένα. (Vers. 283.) Τὸ δὲ εἴσατο ἴμεν, δύναται ὅμοιον εἶναι καὶ τῷ, βῆ δ' ἰέναι. ἵνα ᾖ καὶ ἀντὶ τοῦ ἐπορεύθη τὸ εἴσατο, καὶ μὴ μόνον ἀντὶ τοῦ ἔδοξε. (Vers. 284.) Ὅτι δὲ φιλτάτη γαιάων ἡ Λῆμνος τῷ Ἡφαίστῳ διὰ τοὺς ἐκεῖ κρατῆρας τοῦ πυρὸς, καὶ ὅτι καὶ πόλεις δύο περὶ αὐτὴν ὧν μία καὶ ἡ Ἡφαιστία, εἰς ἣν καὶ εἰκὸς ἀπελθεῖν ἄρτι τὸν Ἥφαιστον, καὶ ὅτι Σίντιες οἱ Λήμνιοι, καὶ διατί ταῦτα ἡ Ἰλιὰς δηλοῖ. (Vers. 283.) Τὸ δὲ ἐϋκτιμένον πτολίεθρον, τρόπος ἐστὶ ποιητικὸς συνεκφωνήσας χάριν σαφηνείας τῇ ὅλῳ ἤγουν τῇ Λήμνῳ, τὸ μέρος αὐτῆς, τὴν πόλιν. καὶ ἔστιν ὅμοιον τῷ, ἐς Κύπρον ἐς Πάφον, ὃ μετ' ὀλίγα κεῖται. Τὸ δὲ γαιάων, πληθυντικῶς καὶ νῦν καὶ ἐν τοῖς μετὰ ταῦτα δὲ παρὰ τῷ ποιητῇ κεῖται, εἰ καὶ οἱ μεθ' Ὅμηρον σημειοῦνται μὴ εἶναι πληθυντικὸν ἀριθμὸν τῆς γῆς ὥσπερ οὐδὲ τοῦ ἡλίου διὰ τὸ μονήρη αὐτὰ εἶναι, ἀλλ' ἡ κοινὴ συνήθεια ἐν τούτοις οὐχ' ὑπακούει αὐτοῖς, γαίας τὰς νήσους νοοῦσα. οἱ μέντοι Λύκιοι καὶ ἄλλως ἐθέλοντες εἰπεῖν τὰς ἄνω χώρας, τὰς ἄνω γᾶς λέγουσι. (Vers. 285.) Χρυσήνιον δὲ τὸν Ἄρην λέγει, συνεξωραΐζων αὐτὸν οὕτω τῇ χρυσῇ Ἀφροδίτῃ. (Vers. 288.) Ἰσχανόων δὲ, ὁ ἐχόμενος καὶ ἐπιθυμῶν, ὡς καὶ ἀλλαχοῦ. Κυθέρεια δὲ ὡς καὶ ἐν ἄλλοις, ἢ ἡ ἀναφανεῖσα περὶ νῆσον τὰ Κύθηρα, ἢ ἡ κεύθουσα ἔρωτας. (Vers. 293.) Μεταδήμιος δὲ καὶ νῦν ὁ ἐνδήμιος. ὡς μεταδόρπιος ὁ ἐν τῷ δόρπῳ. (Vers. 294.) Ἀγριοφώνους δὲ τοὺς Λημνίους καλεῖ, καθ' ὃν ἴσως λόγον καὶ τοὺς Κάρας βαρβαροφώνους. ἢ καὶ ὡς λῃστρικοὺς καὶ διατοῦτο ἄγρια λαλεῖν ἐπίτηδες εἰθισμένους. οἳ πρῶτοι, καὶ βελοποιΐας εὑρεταὶ εἶναι δοκοῦσι, διὸ καὶ Σίντιες λέγονται. κατὰ μέν τινας, αὐτόχθονες ὄντες ἐν Λήμνῳ. κατὰ δὲ ἑτέρους, ἐκ τῆς ἀντιπέραν ἥκοντες. (Vers. 295.) Τὸ δὲ τῇ δ' ἀσπαστὸν ἐείσατο κοιμηθῆναι καὶ τὸ, ἐς δέμνια βάντε κατέδραθον, σεμνῶς τὰ τῆς μοιχείας φράζουσι. (Vers. 298.) Τὸ δὲ οὐδέ τι κινῆσαι μελέων ἦν παραλύτου ὂν, ἔστι προσρηθῆναι καὶ τοῖς ἄγαν μεθύουσιν, οὓς καὶ ἐξοίνους φαμέν. καλῶς οὖν ἔγραψέ τις τὸ, οἶνος πόδας δεῖ γλῶσσαν τε νόον τε δεσμοῖσιν ἀφράστοισι τοῖς Ὁμήρου φρασθεῖσι. πάσχει δέ τις δεσμοὺς τοιούτους, ὅτε κατὰ τὸν εἰπόντα, πίνει οἶνον ὑπερβολάδην. ὁπηνίκα καί τι σπουδαῖον εἰ γίνοιτο, σκώπτεται. Αἰσχύλος οὖν ἐν τῷ μεθύειν γράφων ἐπαινετὰς τραγῳδίας ἤκουσε παρὰ Σοφοκλέους τὸ, ὦ Αἰσχύλε, εἰ καὶ τὰ δέοντα ποιεῖς, ὅμως οὐκ εἰδώς γε ποιεῖς. (Vers. 299.) Τὸ δὲ οὐκέτι φυκτὰ πέλονται, καὶ ὡς παροιμιῶδες ἐστὶν ἐπὶ ἀφύκτων κακῶν. (Vers. 302.) Πιθανῶς δὲ ὁ Ἥλιος ἑταῖρος πλάττεται τῷ Ἡφαίστῳ, διὰ τὸ ἐν ἀμφοῖν φωσφόρον. εἰ δὲ καὶ ὁ Ἄρης τὸν ἀλεκτρυόνα ἐν ἀνθρώποις ὄντα τότε κατάσκοπον εἶχε ταχθέντα μηνύσειν τὴν Ἡφαίστου ἔφοδον, ὁ δὲ, ὑπνώσας, προὔδωκε τὰς τοῦ Ἄρεος ἐλπίδας, ὅ δ' ὕστερον εἰς πτηνὸν αὐτὸν ἀπεμόρφωσε, καὶ δηλοῦσιν ἔτι τὴν ἐκείνου στρατιωτικὴν, ὁ λόφος ὁ θυμὸς τὰ κέντρα κατὰ τὸν γράψαντα ῥήτορα, ἀλλὰ τοῦτο τῆς ὕστερον μυθοποιητικῆς οὐ σεμνόν ἐστι λάλημα. ἧς πλάσμα, καὶ ὁ ἐν τοῖς μετὰ ταῦτα δηλωθησόμενός που Γιγγρών, δαίμων φησὶ διακονήσαν τῇ τῆς Ἀφροδίτης μοιχείᾳ. (Vers. 305.) Τὸ δὲ γέγωνε θεοῖσιν, ἀντὶ τοῦ ἐγνώσθη ἐφ' οἷς ἐβόησε. (Vers. 307.) Τὸ δὲ ἔργα γελαστὰ, γράφεται καὶ ἔργ' ἀγέλαστα, ἤγουν οὐκ ἄξια γέλωτος. τοῦτο δὲ πρός γε τὸν χολούμενον Ἥφαιστον, οἱ γὰρ ἄλλοι γελάσουσιν. Ἰστέον δὲ ὅτι τὸ γελαστὰ καθὰ καὶ τὸ ἀγέλαστα εἰκὸς γενέσθαι ἀπὸ τοῦ γελῶ γελάζω ἀῤῥήτου θέματος ὁμοίως τῷ, ἀγῶ ἀγάζω ὅθεν τὸ ἀγαστόν. καὶ ἀποβολῇ τοῦ σίγμα καὶ τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, ἀγαθόν. ἔτι δὲ καὶ ὡς ἀπὸ τοῦ ἐρῶ διάζω ἐραστὸν καὶ ἐπέραστον, οὗ παθητικὸς ἀόριστος ἠράσθην. κατὰ τὸ, πειρῶ πειράζω ἐπειράσθην. ἄλλως μέντοι, ἐκ τοῦ ἐράω ἐρῶ, τὰ ὀνόματα Ἐρατὼ Μούσης ὄνομα καὶ ἐρατὸν καὶ ἐρατεινὸν τὸ ἐπιθυμητόν. Οὐκ ἐπιεικτὰ δὲ, οἷς οὐκ ἄν τις εἴξῃ ἐπιεικῶς διατεθείς. ἢ τὰ σκληρὰ καὶ μὴ εἴκοντα. καὶ ἄλλως δὲ εἰπεῖν, γελαστὰ μὲν τοῖς ἄλλοις ἐμοὶ δὲ οὐκ ἐπιεικτά. Τὸ δὲ αἰὲν ἀτιμάζει, ἐπίτασιν ἀτιμίας δηλοῖ. οὐ γὰρ ποτὲ μὲν ποτέ δ' οὔ, ἀεὶ δέ. (Vers. 309.) Τὸ δὲ ἀΐδηλον Ἄρηα, ἐντρέπει τὴν Ἀφροδίτην. εἰ γὰρ καὶ καλὸς καὶ ἀρτίπους ὁ Ἄρης, ἀλλ' ἀτιμαστέος αὐτὸς μᾶλλον ὡς ἑκὼν ἀΐδηλος ἤπερ Ἥφαιστος ὁ μὴ