# Commentarii ad Homeri Odysseam 1.301.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.301.1

αἴτιος τοῦ χωλὸς εἶναι. δῆλον δὲ ὡς ἀείδελος μὲν διὰ διφθόγγου, παρὰ ἐνεστῶτος τὸ, εἴδω. ἀΐδηλος δὲ, διὰ τοῦ ι κατὰ στέρησιν τοῦ ἰδεῖν. (Vers. 310.) Τὸ δὲ ἀρτίπος ὅ ἐστιν ἀρτίπους, διὰ μέτρον ἐξέπεσε τοῦ υ. καθὰ καὶ τὸ, Ἶρις ἀελλόπος. (Vers. 311.) Ἠπεδανὸν δὲ ὁ Ἥφαιστος ἑαυτὸν ὀνομάζει, καὶ ἄλλως μὲν ἠθικῶς, μάλιστα δὲ διὰ τὸ ὡς εἰκὸς αἰδεῖσθαι τὴν κατ' αὐτὸν προφέρειν χωλότητα, δι' ἣν κυλλοποδίων λέγεται ὡς παθὼν ἐπικύλλωμα. ἢ κατακύλλωμα. ὧν ἀμφοτέρων μνησθεὶς Ἀριστοφάνης ὁ γραμματικὸς, οὐδέτερον αὐτῶν ἀνάττικον εἶναι φησίν. (Vers. 312.) Αἴτιος δὲ καὶ νῦν, ὁ ὑπὸ αἰτίασιν καὶ μέμψιν. Ἐν δὲ τῷ, οἳ μὴ γείνασθαι ὄφελλον, λύπης πάντως ἄκρας τὸ τοὺς γονεῖς αἰτιᾶσθαι τοῦ τεκέσθαι. (Vers. 315.) Τὸ δὲ οὐ μέν σφας ἔολπα μίνυνθα κειέμεν οὕτως, ἀντὶ τοῦ οὐκ οἶμαι ἐπιθυμεῖν αὐτοὺς κεῖσθαι οὕτως. ὅπερ ἑρμηνεύων ἐπήγαγε. τάχ' οὐκ ἐθελήσετον ἄμφω εὕδειν. ταυτὸν γὰρ τὸ, οὐδ' ἐπολίγον ἔολπα κειέμεν, καὶ τὸ, ταχὺ οὐκ ἐθελήσουσιν εὕδειν. οὕτω καὶ ἐν τῷ, κακκειόντες ἔβαν, ἐπιθυμίαν καὶ θέλησιν τοῦ κεῖσθαι δηλοῖ τὸ κείοντες. (Vers. 318.) Ἔεδνα δὲ φανερῶς καὶ ἐνταῦθα, τὰ ἐκ τοῦ νυμφίου τῇ γαμετῇ διδόμενα. (Vers. 319.) Τὸ δὲ κυνώπιδος, ψόγος ὀφθαλμοῦ. ὥσπερ αὖ πάλιν ἔπαινος τὸ, κυανώπιδος. καλῶς ἄρα καὶ ἡ Ἑλένη κυνῶπιν ἑαυτὴν καλεῖ που ἐφ' οἷς μοιχικῶς ἔδρασεν. (Vers. 322.) Ἐριούνης δὲ Ἑρμῆς ὡς ἐν ὀλιγίστῳ εἰπεῖν, ὁ ἄγαν ὀνῶν ὅ ἐστιν ὠφελῶν. (Vers. 324.) Τὸ δὲ θηλύτεραι παρέλκειν μὲν δοκεῖ. ἤρκει γὰρ μὲν καὶ μόνον τὸ θεαί. εἴρηται δὲ ὅμως πρὸς ὁμοιότητα τοῦ, γυναικῶν θηλυτεράων. ὃ ἐῤῥέθη πρὸς σύγκρισιν τῶν ἄλλων θηλέων ζῴων ἃ οὐχ' οὕτω ἀεὶ πρὸς ἔρωτα ἐκθηλύνονται. καὶ ἄλλως δὲ θηλύτεραι γυναῖκες κατὰ τοὺς παλαιοὺς, αἱ εὔκαρποι καὶ πολύφοροι. ὅθεν καὶ θῆλυς ἑέρση, ἡ τοῦ εὐκαρπεῖν καὶ πολυφορεῖν αἰτία. ὅθεν καὶ Καλλίμαχος θηλύτατον πεδίον λέγει, τὸ πολύγονον. (Vers. 325.) Δωτῆρες δὲ ἐάων, ἀντὶ τοῦ ἀγαθῶν, περὶ οὗ σαφῶς ἀλλαχοῦ δεδήλωται ποιητικοῦ ὄντος καὶ οὐκ εὐχρήστου πεζογράφοις ῥήτορσιν. Ὅρα δὲ τὸ δοτῆρες ἐκτεῖνον τὸ ω τῆς ἀρχούσης καὶ ἐνταῦθα καθ' ὁμοιότητα τοῦ, δῶτορ ἑάων. οἱ δέ γε μεθ' Ὅμηρον συστέλλουσι μὲν τὸ δοτήρ. τὸ δὲ δῶτορ ἐκτείνουσιν ἐν ταῖς παραληγούσαις. (Vers. 326.) Τὸ δὲ ἄσβεστος γέλως, ἔχει θεραπείαν διὰ τὴν ἐν τοῖς γελῶσι θερμότητα. (Vers. 329.) Τὸ δὲ οὐκ ἀρετᾷ κακὰ ἔργα κατὰ τοὺς παλαιοὺς, ἀντὶ τοῦ οὐκ ἀρετὴν καὶ εὐσθένειαν ἄγουσιν. ἵνα γίνηται τὸ ἀρετᾶν ἐκ τῆς κατὰ ἀνδρίαν ἀρετῆς. οὗ πρὸς σαφήνειαν ἐπῆκται καὶ τὸ, κιχάνει τοι βραδὺς ὠκύν. ὡς τοῦ ὠκέος Ἄρεος ἀπολέσαντος τὸ κατ' ἀρετὴν εὐσθενὲς διὰ κακουργίαν. καὶ πρὸς ἔνδειξιν τοῦ τοιούτου καθολικοῦ γνωμικοῦ ἐπήγαγε μερικὸν συνήθως τὸ, ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλε τὸν ὠκύτατον Ἄρην. Τῷ δὲ ἀρετᾷ, σύστοιχον καὶ τὸ ἀρετῶσι δὲ λαοὶ ὑπ' αὐτοῦ. δῆλον δὲ καὶ ὡς τὸ ἀρεταίνειν ἐκ τοῦ τοιούτου ἀρετᾶν παράγεται. Ἰστέον δὲ ὡς τῶν τινες ὁμηρομαστίγων, ἔφασαν πρὸς τὸ, οὐκ ἀρετᾶ κακὰ ἔργα, ὅτι καί τις οὐκ οἶδεν ὡς ἡ ἀρέτη οὐκ ἔστι κακία. πρὸς οὓς δίχα τῶν ἀνωτέρω ῥηθέντων ἔστιν εἰπεῖν καὶ ὅτι τὸ λεγόμενόν ἐστιν, ὡς οὐκ ἀρετᾷ ὅ ἐστιν οὐκ εὐδαιμονίζει τινὰ τὰ κακὰ ἔργα. ὡς καὶ τὸ, ἀρετῶσι δὲ λαοὶ, ἀντὶ τοῦ εὐδαιμόνως ζῶσιν. οὐδὲν γὰρ ἡ εὐδαιμονία ἕτερον ἀλλ' ἢ συγκρότησις ἀρετῶν. Πρὸς δὲ τὸ κιχάνει βραδὺς ὠκὺν, ἐτέθη καὶ παροιμία τὸ, ἔστι καὶ χωλῷ δρόμος, πρὸς ὁμοιότητα τοῦ, ἔνεστι καὶ μύρμηκι χόλος. Ἐνταῦθα δὲ τηρητέον ὁποία τις ἡ κατὰ ἔρωτα βιαία ἰσχύς. καθ' ἣν ἄλλα τε μυρία γέγονε θαυμάζεσθαι ἄξια, καὶ δὴ καὶ τὸ κατὰ τὸν Κροτωνιάτην Μίλωνα. οὗ φασὶ ῥοιὰν τὴν ἐν τῇ χειρὶ ἀντίπαλος μὲν οὐδεὶς ἑλεῖν ἠδύνατο, ἡ δὲ ἐρωμένη ῥᾷστα αὐτὴν ἐξῄρει φιλονεικοῦσα πρὸς αὐτόν. ἦν γάρ φασι τὸ μὲν σῶμα ἰσχυρός, ἀνδρεῖος δὲ τὴν ψυχὴν οὐκ ἦν. ᾧ δὴ λόγῳ καὶ ἡ μάχλος Ἀφροδίτη, οὐ μόνον Ἡφαίστου περιγέγονε κατ' ἔρωτα πρὸς αὐτῆς ποιουμένη τὸν οὕτω κυλλὸν, ἀλλὰ καὶ Ἄρεα τὸν ὀβριμοεργὸν εἷλε καὶ ᾔσχυνε. (Vers. 332.) Τὸ δὲ χωλὸς ἐὼν, ἑρμηνεία ἐστι τοῦ, ἐὼν βραδύς. Μοιχάγρια δὲ, τὰ ὑπὲρ ἀγρεύσεως ὅ ἐστι συλλήψεως μοιχῶν ἐκτινύμενα. ἡ δὲ σύνθεσις αὐτοῦ ὁμοία τῷ, ζωάγρια. βοάγρια. ἀνδράγρια. (Vers. 335.) Ἐν δὲ τῷ, Ἑρμεία Διὸς υἱὲ διάκτορε δῶτορ ἐάων ἤτοι δοτὴρ τῶν ἀγαθῶν, ἐριούνης γὰρ ὡς πρὸ βραχέων ἐῤῥέθη, ἔτι δὲ καὶ ἐν τῷ, ἄναξ ἑκατηβόλε Ἄπολλον, ὅρα τὴν τῶν ἐπαίνων ἀνταπόδοσιν φραζομένην βιωτικώτερον. χρηστοὺς γὰρ χρηστοῖς λόγοις ἀμειβόμεθα. ὡς τοὺς ἐναντίους, ἀνάπαλιν. (Vers. 341.) Τὸ δὲ πᾶσαί τε θέαιναι, πρὸς ἐπίτασιν δῆθεν αἰσχύνης ἐλέχθη, ἐπεὶ ἐν τοῖς κατὰ τὸν Ἄρην ἐκρύπτοντο αἰδοῖ αἱ θεαί, ὅθεν οὐδὲ ἦν ἡ αἰσχύνη ἐκ πολλῶν. Καινότερον δὲ ἐσχημάτισται τὸ θέαιναι. ἀπὸ γὰρ τοῦ θεὸς,

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
