# Commentarii ad Homeri Odysseam 1.302.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.302.1

θέαινα. καὶ οὐ κατὰ τὴν δράκαιναν καὶ τὴν λέαιναν καὶ τὴν θεράπαιναν. οὐδὲ κατὰ τὸ, γείτονος γείταινα καὶ τέκτονος τέκταινα. καὶ ὅσα παραδίδωσιν ἡ τοῦ Χοιροβοσκοῦ ἐξήγησις ἀλλὰ κατὰ τὸ λύκος λύκαινα καὶ γνάθος γνάθαινα, καὶ ὅσα τοιαῦτα διείληπται ἀλλαχοῦ. ὧν πάντων διαφέρει ἡ τρίανα, οὐχ' ὅλῃ διφθόγγῳ ἑτεροιουμένη πρὸς τὸ πρωτότυπον, ἀλλὰ μόνῳ διχρόνῳ. ἀπέοικε δὲ αὐτῆς τῷ τῆς παραγωγῆς τρόπῳ καὶ ἡ παρὰ τῷ κωμικῷ ἀρύταινα, ἐκ τοῦ ἀρύτω ἤγουν ἀρύω γινομένη. ἔστι δ' αὐτὴ λεκανίδος εἶδός τι, ὡς δηλοῖ ὁ κατὰ γυναικὸς κωμικευσάμενος τὸ, ἐμπερδολεκαρύταινα. (Vers. 344.) Τὸ δὲ λίσσετο αἰεὶ, ἱκετείαν δηλοῖ παράμονον. ὃ δὴ καὶ λιπαρεῖν λέγεται, ἀντὶ τοῦ λίαν παρεῖναι. (Vers. 347.) Τὸ δὲ λῦσον κυριολεκτούμενον ἐπὶ τοῦ δεθέντος Ἄρεος, πολλάκις καὶ αὐτὸ ἐνταῦθα κεῖται. οἷον. ὅπως λύσειεν Ἄρεα. καὶ λῦσον. καὶ ἐκ δεσμοῦ λύσε. τὸ δ' αὐτὸ, καὶ ἀνιέναι λέγεται. ὡς δηλοῖ τὸ, δεσμῶν ἀνίει. Τὸ δὲ ὑπίσχημαι, τὸ πρωτότυπόν ἐστι τοῦ ὑπισχνοῦμαι. ἐξ οὗ καὶ τὸ, ὑπίσχεται ἀνδρὶ ἑκάστῳ. (Vers. 348.) Τὸ δὲ αἴσιμα πάντα ὅ ἐστι καθήκοντα καὶ δίκαια, οὐχ' ὥρισται κατὰ ποσόν. οὐδὲ γὰρ ἐχρῆν ὁρισθῆναι, ὅτι μηδὲ ἦν εἰκὸς αὐτόθεν ἀσκέπτως εἰδέναι τὸν Ποσειδῶνα ὅσα ἕδνα ὀφείλεται τῷ Ἡφαίστῳ, οὐ δὲ μὴν ὅσης ποινῆς τιμήσεται τὴν τῆς Ἀφροδίτης μοιχείαν. Τὸ δὲ δειλαί τοι δηλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι, ἀντὶ τοῦ τῶν κακῶν καὶ αἱ ἐγγύαι κακαὶ ὥστε ἐγγυᾶσθαι. ὡς οὐ δέον ὂν οὐδὲ νῦν ἐγγύας δοθῆναι ὑπὲρ τοῦ φαυλοτάτου Ἄρεος, ἐπὶ δειλαίου γὰρ καὶ φαύλου τὸ δειλὸς ἐνταῦθα κεῖται. ἕτερον δέ φασιν ὅτι δειλαὶ αἱ ἐγγύαι εἰσὶ τουτέστι δυστυχεῖς, καὶ δειλῶν ἀνδρῶν τὸ ἐγγυᾶσθαι, ὡς καθόλου μὴ δέον ὂν ἐγγυᾶσθαί τινα, κατὰ τὸ ἐν Δελφοῖς ἐπίγραμμα. ἐγγύᾳ πάρα δ' ἄτα. ὃ λύει πολλὰς τῶν κατὰ βίον κοινωνιῶν. καὶ πάνυ ἐστὶν ἀπάνθρωπον εἰ μηδὲ πατέρα ἐγγυητέον μηδὲ τῶν τινὰ πρὸς αἵματος ἢ φίλων. φασὶν οὖν ἄλλοι, ὅτι τῶν δειλῶν καὶ εὐτελῶν εὐτελεῖς ὀφείλουσιν εἶναι καὶ αἱ ἐγγύαι, ὡς ἂν ἔχοιεν ἄγειν τοὺς ἐγγυητὰς οἱ εὐτελεῖς, ὡς ὁμοίους. (Vers. 352.) διὸ καὶ ἐπάγει ὁ Ἥφαιστος, πῶς ἂν ἐγὼ ἐλάσσων ὢν σὲ τὸν μείζονα Ποσειδῶνα δέοιμι ἐὰν λυθεὶς ὁ Ἄρης οἴχηται; ὅμως μέντοι νικᾷ διὰ τὸ πρεσβεῖον ὁ Ποσειδῶν. καὶ ὑποσχόμενος ἀποτίσει. ἀποτίσειν αὐτὸς τὸ χρέος, πείθει λυθῆναι τὸν Ἄρην. καὶ ἄλλως δὲ φράσαι κατὰ τοὺς παλαιοὺς, αἱ πρὸς τοὺς δειλοὺς καὶ ἀσθενεῖς ἐγγύαι δειλαὶ καὶ αὐταὶ καὶ μηδὲν δυνάμεναι, ὡς μὴ δυναμένων τῶν τοιούτων ἐπεξελθεῖν ἀδικήματα δι' ἀσθένειαν. ἢ καὶ ἄλλως, αἱ ὑπὲρ κακῶν ὡς προεῤῥέθη ἐγγύαι, κακαί εἰσι καὶ αὐταί, ὡς πίστιν φασὶν ὑπὲρ τῶν τοιούτων μηδενὸς τηρεῖν δυναμένου. Ἰστέον δὲ ὅτι ἐγγύη καθ' ἣν ἐγγυᾷ μέν φασιν ὁ διδοὺς, ἐγγυᾶται δὲ ὁ λαμβάνων, γίνεται παρὰ τὸ ἐν γύοις ὅ ἐστι χερσί τινος κεῖσθαι τὸ κατεγγυηθὲν, καὶ οἷον ἔχεσθαι ὑπ' ἐκείνου ἐχυρῷ ἤγουν ἰσχυρῷ λόγῳ ἐξ οὗ καὶ πόλις ἐχυρὰ καὶ ἐνέχυρον. λέγεται δέ ποτε ἐγγύη καὶ γάμου ἀπογραφὴ, ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ. (Vers. 353.) Τὸ δὲ χρέος ὅτι ὡς ἐπὶ πολὺ ἐκτείνει τὴν λήγουσαν ἐπὶ δανείου, καὶ ἀλλαχοῦ ἐῤῥέθη. ἴσως δὲ καὶ τὸ χρεῖος κατὰ ὁμοίαν Ἀττικὴν ἔκτασιν, ὡς καὶ τὸ μέτρον ὑποδηλοῖ ἐν τῷ, χρείως ὑπαλύξας. (Vers. 358.) Τὸ δὲ οὐκ ἔστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι, οἰκεῖον ῥηθῆναι ὅτε τις ἔνδοξος ἀνὴρ ἄξιόν τι λόγου ἀπαιτεῖ. ὥσπερ θυμοῦ ἐνδεικτικὸν ἦν τὸ, χόλος δέ μιν ἄγριος ᾕρει ἤγουν ἀγριοποιός. σμερδαλέον δ' ἐβόησε. (Vers. 307.) Τὸ δὲ δεῦτε ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε, πράγμασιν ἂν ἐπιλέγοιτο γελοίως γινομένοις. ὥσπερ αὖ πάλιν προβολῆς κεφάλαιον ἐπὶ μοιχείᾳ τὸ, ὄψεσθε ὡς καθεύδετον ἐν φιλότητι εἰς ἐμὰ δέμνια βάντες, ἐγώ δ' ὁρόων ἀκάχημαι. ἐφ' οἷς καὶ ἀπαιτεῖ τὸν πατέρα δικανικῶς ὁ Ἥφαιστος, ἀποδώσειν τὰ ἕδνα ὡς εἴρηται. τὰ γάρ τοι μοιχάγρια ὁ Ἄρης ἀποτίσει ἢ ὁ ἐγγυησάμενος Ποσειδῶν. Πρὸς τοῖς εἰρημένοις δὲ, ἰστέον ἐν τῷ, (Vers. 358.) οὐκ ἔστ' οὐδὲ ἔοικεν, ὅτι τὸ ἔστιν οὐχ' ἁπλῶς ἐνταῦθα παροξύνεται ἀλλὰ κατὰ παρατήρησιν ἀρχαίαν, τοιαύτην. τὸ ἔστιν ἡνίκα ἄρχεται λόγου ἢ ὑποτάσσεται τῇ οὒ ἀποφάσει ἢ τῷ και συνδέσμῳ ἢ τῷ ως ἐπιῤῥήματι, παροξύνεται. οἷον, ἔστι πόλις Ἐφύρη, οὐκ ἔστ' οὐδὲ ἔοικε. καὶ ἔστιν. ὡς ἔστι δεινόν. εἰ δὲ ὑποτάσσεται ὀξυτόνῳ λέξει ἢ περισπωμένῃ ἢ τροχαίῳ προπερισπωμένῳ ἢ προπαροξυνομένῃ λέξει, ἐγκλίνεται κατὰ τοὺς κανόνας τοῦ Χάρακος. οἷον. ἀγαθός ἐστιν. Ἑρμῆς ἐστι. κῆπός ἐστιν. εἰ δὲ πρόκειται τοῦ ἔστι πυῤῥίχιος παροξύτονος ἢ σπονδεῖος ὅμοιος ἢ ἴαμβος παροξυτονούμενος, τὸν τόνον ἐπὶ τοῦ ι ἔχει. οἷον, φίλος ἐστίν. Ἀγαμέμνων ἐστίν. ἔρως ἐστίν. Ἔτι ἰστέον καὶ ὅτι τοῦ ἔστιν ἡ παραγωγὴ οὕτω σκευωρεῖται

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
