# Commentarii ad Homeri Odysseam 1.303.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.303.1

τῷ τεχνικῷ. εἰμὶ τὸ ὑπαρκτικὸν, οὗ ἀκολούθως τροπῇ τῆς μι εἰς ςι, τὸ τρίτον εἰσὶ, κατὰ τὸ τίθημι τίθησι. καὶ τροπῇ Δωρικῇ τοῦ σ εἰς τ, εἰτὶ ἵνα τὴν πρὸς τὸ πληθυντικὸν συνέμπτωσιν ἀποφύγῃ. ἀποβολῇ δὲ τοῦ ι, ἐτί. καὶ προσθήκῃ τοῦ σ, ἐστίν. ἵνα ὁπωσοῦν ἡ παραλήγουσα μηκυνθῇ. τὰ γὰρ εἰς μι, μακρᾷ θέλει παραλήγεσθαι ἐν τοῖς ἑνικοῖς. δύναται δὲ τὸ ἐστὶ, καὶ ἀπὸ τοῦ ἐσσὶ δευτέρου προσώπου εἶναι, ἢ τροπῇ τοῦ δευτέρου σίγμα εἰς τ, ἢ ἀπελεύσει μὲν ἐκείνου ἀντενθέσει δὲ τοῦ τ. Τοῦ δὲ ἔοικεν ἡ μὲν κοινὴ κλίσις ἀλλοία ἐστὶν ὡς ἑτέρωθι δηλοῦται. παρὰ δὲ τοῖς παλαιοῖς εὕρηται καὶ οὕτω. εἴκω. εἶκα καὶ διαλύσει, ἔϊκα. καὶ δοχῇ ἤγουν ἐπενθέσει τοῦ ο, ἔοικα. οὕτω δέ φασι καὶ εἴδω εἶδα. καὶ διαλύσει, ἔϊδα. καὶ προσελεύσει τοῦ ο, ἔοιδα. καὶ ἀπελεύσει τοῦ ε, οἶδα. οἱ δὲ οὕτω καινότερον κανονίσαντες καὶ τὸ σύνοιδα Αἰολικῶς φασὶ τὸν τόνον ἀναβιβάσαι, εἴτουν κατ' ἄλλους, ἀναστεῖλαι. (Vers. 359.) Τὸ δὲ ἀνεῖναι, οὐ δεσμοῦ μόνον σημαίνει λύσιν ὡς ἐν τοῖς ῥηθεῖσι χρᾶται ὁ ποιητὴς, ἀλλὰ καὶ τὸ ἀναπείσειν δηλοῖ ποτέ. οἷον. ἦ μάλα δή τινα Κύπρις ἀνιεῖσα. καὶ τὸ γυμνοῦν. οἷον. κόλπον ἀνιεμένη, καὶ τὸ ἐκδέρειν. οἷον. αἶγας ἀνεμένους ἤγουν ἐκδέροντας. καὶ τὸ παρορμᾶν. οἷον. μαργαίνειν ἀνέηκεν. (Vers. 360.) Ὅτι μετὰ τὸ λυθῆναι τοῦ δεσμοῦ τοὺς ῥηθέντας μοιχοὺς, αὐτίκ' ἀναΐξαντες. (Vers. 361.) ὁ μὲν, Θρῄκηνδε βεβήκει, Ἄρεος γὰρ οἰκητήριον ἡ Θρᾴκη διὰ τὸ τοῦ ἔθνους, ὡς πολλαχοῦ φαίνεται, φιλοπόλεμον. (Vers. 362.) Ἀφροδίτη δὲ διὰ τῶν Κυπρίων ἐπαφρόδιτον, Κύπρον ἵκανεν ἐς Πάφον. ἔνθα τέμενος αὐτῇ βωμός τε θυήεις. ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ ἀμβρότῳ οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας. (Vers. 365.) Καὶ ὅρα τὸ ἐπενήνοθεν, ἄλλην μὲν ἐνταῦθα σημασίαν ἔχον παρὰ τὸ, ψεδνὴ δ' ἐπενήνοθε λάχνη. ὅμως δὲ καὶ αὐτὸ ἐπιπόλασίν τινα δηλοῦν ἐλαίου ὥσπερ ἐκεῖνο λάχνης. ἐκείνη τε γὰρ ἐπιπολάζει, καὶ τὸ χριόμενον δὲ ἔλαιον. καὶ ἔστιν ἡ αὐτὴ ἐτυμολογία καὶ κίνησις τοῦ ἐπενήνοθεν, ἐνταῦθά τε καὶ ἐκεῖ. ἑρμηνεία δὲ αὐτοῦ, τὸ ἐπικινεῖται. ἔπεστιν. ἐπανθεῖ. ἤ τι τοιοῦτον. ἐκφύγῃ δὲ ἂν καὶ ταύτην τὴν λέξιν ῥήτωρ ἐν τῇ κατὰ λογάδην γραφῇ. (Vers. 362.) Φιλομειδῆ δὲ κἀνταῦθα λέγει τὴν Ἀφροδίτην, διὰ τὰ ἐν τοῖς κατ' αὐτὴν μειδιάματα. καὶ οὐ μόνον, ἀλλὰ καὶ γέλωτας, ὡς ὁ ἄσβεστος γέλως ὁ ἐν θεοῖς πρὸ βραχέων ἐδήλωσε. Τὸ δὲ ἐς Πάφον, διὰ σαφήνειαν συνήθως ἐπήγαγεν. ἵνα δηλώσῃ ὅπῃ τῆς Κύπρου ἦλθεν ἡ φιλομειδής. τοιοῦτον καὶ τὸ, εἰς Ἴδην εἰς Γάργαρον. προηγησαμένου μὲν τοῦ ὅλου, ἐπενεχθέντος δὲ τοῦ μέρους διὰ τὸ σαφέστερον. ὅμοιον δὲ καὶ πρὸ μικροῦ ἦν ὡς ἐῤῥέθη καὶ τὸ, ἐς Λῆμνον ἐϋκτίμενον πτολίεθρον. ὡς εἴπερ εἶπεν, ἐς Λῆμνον ἐς Ἡφαιστίαν. οὐκ ἀπέοικε δὲ τούτων οὐδὲ τὸ, Κικόνεσσι πέλασσεν Ἰσμάρῳ. ὅλον μὲν γάρ τι, οἱ Κίκονες τὸ ἔθνος. μέρος δὲ Ἴσμαρος ἡ πόλις. Ἰστέον δὲ ὅτι τοῦ, Κύπρον ἵκανεν ἐς Πάφον, τὸ κοινὸν τοιοῦτον ἵκανεν ἐς τὴν τῆς Κύπρου Πάφον. οὕτω δὲ καὶ εἰς τὸ τῆς Ἴδης Γάργαρον. καὶ εἰς τὸ τῆς Λήμνου πτολίεθρον. καὶ εἰς τὴν τῶν Κικόνων Ἴσμαρον. διὰ τὸ ἐπαφᾶσθαι δὲ ἢ διὰ τὸ ἀπαφίσκειν ἤγουν ἀπατᾶν κατὰ τοὺς παλαιοὺς, τῇ Ἀφροδίτῃ ἀνεῖται ἡ Πάφος οἷα τοιουτόφωνος τῇ προφορᾷ. ὥσπερ καὶ ἡ Κύπρος, διὰ τὸ ἐξ Ἀφροδίτης τὸ κύειν πόρεσθαι ὅ ἐστι πορίζεσθαι ἢ πορσύνεσθαι. ὃ καὶ ἡ Κύπρος ἐμφαίνει κατὰ τὴν προφοράν. Τέμενος δὲ, γῆ ἀποτομὰς, ὅ ἐστιν ἀποτετμημένη τῶν πέριξ. καὶ νῦν μὲν ἱερὸν τοῦτο τέμενος. κοινῶς μέντοι καὶ πᾶς τόπος παρὰ τῷ ποιητῇ ὃς τῶν ἄλλων ἀφώρισται. Ὁ δὲ ῥηθεὶς βωμὸς αἴθριος προέκειτο οἷα εἰκὸς, καθὰ καὶ ἄλλοι παρὰ τῷ ποιητῇ φαίνονται, περὶ οὓς ῥέζεσκον ὁδῖται. Θυήεις δὲ, παρὰ τὸ θύος ἢ τὸ θύειν. ὅθεν καὶ θυοσκόοι φασὶν, οἱ ἱεροσκόποι, ὅ ἐστι δι' ἐμπύρων τὸ μέλλον σημαίνοντες. καὶ θυηχόοι, ἱερεῖς ὑπὲρ ἄλλων θύοντες. ἐκ δὲ τοῦ θύειν καὶ θυηλαὶ, αἱ διὰ θυσιῶν φασὶ μαντεῖαι. ἃς πελάνους τινές φασιν, ἢ καὶ ὀξυτόνως πελανούς. (Vers. 364.) Αἱ δὲ Χάριτες, δαιμόνια κἀνταῦθα, ὑπουργοῦντα ὡς εἰκὸς τῇ χρυσῇ Ἀφροδίτῃ. (Vers. 361.) Ὅρα δ' ἐν τούτοις καὶ τὸ καινοπρεπὲς τοῦ, αὐτίκ' ἀναίξαντες, ὁ μὲν, Θρῄκηνδε βεβήκει. ἡ δὲ, Κύπρον ἵκανεν. οὐ γὰρ ἔχων ἐπαγαγεῖν τῷ ἀναΐξαντες ἔντι πρᾶγμα κοινῶς ὑπὸ τῶν δύο ποιηθὲν, ἔφη μερίσας τὸ, ὁ μὲν, ἔβη ἐς Θρᾴκην. ἡ δὲ, εἰς Κύπρον. ἔχει δέ τινα τὸ σχῆμα καινότητα καὶ ἐν τῷ ἀναΐξαντες, ὃ ἐπεκράτησε διὰ τὸν Ἄρην. ὡς δέον ὂν, πρὸς τὸ ἀρσενικὸν φρασθῆναι τὴν μετοχήν. οὐ γὰρ ἂν εἴποι τις χρῆναι διὰ τὴν Ἀφροδίτην, εἰπεῖν αὐτίκ' ἀναΐξασαι ᾤχοντο, ἀλλὰ τὴν τοῦ τιμιωτέρου ἐκφωνηθῆναι μετοχήν. ὡς καὶ εἴ τις εἴποι ὅτι Ἄρης καὶ Ἀφροδίτη λυθέντες τοῦ δεσμοῦ ᾤχοντο. Δοκεῖ δὲ τὸ ἀναΐξαντες ἀποτείνεσθαι πρὸς τὸ, οὐδέ τι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
