# Commentarii ad Homeri Odysseam 1.305.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.305.1

μᾶλλον ἤπερ αἱ ἐν παιδείᾳ, ἱστορεῖ καὶ Ἀθήναιος, λέγων καὶ ὅτι ἑστιαιεῖς καὶ ὠρεῖται, Θεοδώρου τοῦ ψηφοκλέπτου, ἐν θεάτρῳ χαλκῆν εἰκόνα ἀνέθηκαν κρατοῦσαν ψῆφον. τί δὲ δηλοῖ ὁ ψηφοκλέπτης, εἴσεταί τις εὑρὼν Σοφοκλέους τὸ, κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς εὑρέθης. Ὅτι δὲ παιδιὰ ὀρχηστικὴ καὶ τὸ καλούμενον διὰ τῆς σφαίρας ἁρπαστὸν, καὶ ὡς ἡ εἰρημένη φανίνδα ἄφεσιν εἶχε καὶ φυγὴν, καὶ ὡς ἔμελλεν εὐρυθμίας τοῖς σφαιρίζουσι, καὶ ὡς διαβόητοι ἐπὶ σφαιρικῇ Δημοτέλης ὁ Χῖος καί τις Χαιρεφάνης, ἐσφαίριξε δ' οὐκ ἀηδῶς καὶ Κτησίβιος ὁ Χαλκιδεὺς φιλόσοφος, ὁ Ἀθήναιος λέγει, ἀλλὰ τούτων μὲν ἅλις. (Vers. 373.) Ὅρα δὲ καὶ τὸ, ἣν Πόλυβος ἐποίησε, συνήθως ἤγουν κοινότερον ληφθὲν ἀντὶ τοῦ, ἔτευξε. (Vers. 374.) Τὸ δὲ ῥίπτασκε, γίνεται μὲν ἐκ τοῦ ῥίπτω, λέγεται δὲ καὶ ἐπὶ δίσκου βολῆς καὶ τῶν τοιούτων. Ἐκ δὲ τοῦ, ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα, παρῳδηθήσεται ἐν τοῖς ἑξῆς τὸ, τὰς δ' ἄνεμος ῥίπτασκεν ἢ φέρεσκε ποτὶ νέφεα σκιόεντα. (Vers. 378.) Σημείωσαι δὲ καὶ ὅτι ἡ μὲν ῥηθεῖσα ὄρχησις ἀερία τις εἴη ἂν διὰ τὰ ῥηθέντα. ἡ ἑτέρα δὲ ἡ κοινὴ, χθονία λέγοιτ' ἂν, ὡς δηλοῖ τὸ, ὀρχείσθην δή 'πειτα ποτὶ χθονί. (Vers. 375.) Τὸ δὲ ἰδνωθεὶς, ἐν τῇ Ἰλιάδι ζητητέον ὡς ῥηθὲν ἐκεῖ. Εὐλύγιστον δὲ σῶμα δηλοῦται διὰ τοῦ ἰδνωθῆναι ὀπίσω. ὥσπερ κοῦφον τὸ, ὑψόσ' ἀερθείς. ἀντὶ τοῦ, εἰς ὕψος ἐλαφρισθείς. καιριώτερον δὲ εἰπεῖν, μετεωρισθείς. ἤτοι γενόμενος μετῄορος. ὅπερ ἀπὸ τοῦ ἀείρω γίνεται. Τὸ δὲ μεθελεῖν, δέδωκε τοῖς μεθ' Ὅμηρον εἰπεῖν τὸ μεταλαμβάνειν ἐπὶ ἐξαλλαγῆς. ἐντεῦθεν γοῦν λαβόντες, φασὶ τὸ, μετέλαβεν ὅπλα καὶ τὰ τοιαῦτα. (Vers. 378.) Ὅτι δὲ καὶ ἡ ῥηθεῖσα παιδιὰ οὐ σφαίρισμα ἦν ἁπλῶς, ἀλλ' ὁ ταύτην παίζων σφαιριστὴς ἦν ὀρχηστὴς, δηλοῖ Ὅμηρος, ἐπαγαγών, αὐτὰρ ἐπειδὴ σφαίρῃ ἀν' ἰθὺν πειράσαντο, ὀρχείσθην δή 'πειτα ποτὶ χθονὶ τουτέστιν οὐκ ἀπὸ χθονὸς ὑψόσε ἀειρόμενοι, ἀλλὰ περὶ γῆν πουλυβότειραν ταρφέ' ἀμειβόμενοι. κοῦροι δ' ἐπελήκεον ἄλλοι ἑσταότες κατ' ἀγῶνα. (Vers. 380.) πολὺς δ' ὑπὸ κόμπος ἢ δοῦπος ὀρώρει. (Vers. 382.) καὶ Ὀδυσσεὺς κολακεύων αὖθις ἐν καιρῷ φησίν. Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν. ἦ μὲν ἀπείλησας, βητάρμονας εἶναι ἀρίστους. (Vers. 384.) ἦ δ' ἂρ ἑτοῖμα τέτυκτο, σέβας μ' ἔχει εἰσορόωντα. λέγει δὲ ἑτοῖμα προπερισπωμένως ὡς ἀλλαχοῦ, τὰ πρόχειρα καὶ ἐναργῆ καὶ διατοῦτο καὶ ἀληθῆ. (Vers. 377.) Τὸ δὲ ἀν' ἰθὺν πειρήσαντο, δύναται μὲν καὶ ἐν δυσὶ μέρεσι λόγου εἶναι, ἀνὰ ἰθὺν ἤγουν καθ' ὁρμήν. ὁμοίως τῷ, οἷς μάλιστα πεποίθεα πᾶσαν ἐπ' ἰθύν. οἱ δὲ παλαιοὶ ὡς ἓν μέρος λόγου λαμβάνοντες, οἷα ἐπίῤῥημα, φασὶν ὡς ἔγκειται ἐνταῦθα τὸ ἄνω καὶ ἰθύνειν ἢ ἰθύειν, τουτέστιν ὁρμᾶν. ἀνορμῶντες γὰρ ἥλλοντο. καὶ εἴη ἂν οὕτω ῥηθὲν τὸ ἀν' ἰθὺν, πρὸς διαστολὴν τοῦ, ἐπὶ χθονὶ ὀρχεῖσθαι. (Vers. 378.) Πολυβότειραν δὲ χθόνα Ὁμήρου εἰπόντος, ὁρμηθεὶς ἐντεῦθεν ὁ Σοφοκλῆς, παμβῶτιν ἔφη τὴν γῆν. ὅθεν πάλιν ἕτερός τις λαβὼν πάντροφον πελειάδα ἔφη κατ' ἄλλον λόγον τὴν δι' ὅλου ἔτους τρέφουσαν νεοσσούς. (Vers. 379.) Τὸ δὲ ταρφέα, κυρίως μὲν ἐπὶ δάσους φυτῶν δυναμένων ζῷα τρέφειν, ἐπεὶ καὶ τάρφος ἁπλῶς τὸ δάσος. ταρφέες μέντοι ὀϊστοὶ καὶ ταρφέ' ἀμειβόμενοι, καταχρηστικῶς δηλοῦσι τὸ ἁπλῶς πυκνόν. Τὸ δὲ ἐπελήκεον, δηλοῖ μὲν τὸ ἐπεκρότουν. ὀνοματοποιΐας δὲ τρόπος ἐστί. καὶ γίνεται ἀπ' αὐτοῦ καὶ τὸ λακεῖν. οἷον. λάκε δ' ὀστέα. οἱ μέντοι τραγικοὶ καὶ ἐπὶ φωνῆς ἀνθρωπίνης τῇ λέξει ἐχρήσαντο. οἷς ὁ κωμικὸς ἐπιπαίζων, φησί. τί δῆτα ὁ Φοῖβος ἔλακε. (Vers. 380.) Καὶ ὁ κόμπος δὲ ὀνοματοποιεῖται, καὶ νῦν μὲν, ἦχον δηλοῖ τινα ὀρχηστικόν. ἐν δὲ Ἰλιάδι, κόμπος, ὁ ποιὸς ἦχος τῶν σιαγόνων τοῦ ἀγρίου συός. ὅτε θυμούμενος ἀφρίζει τε καὶ τοιοῦτον ἦχον ἀποτελεῖ. καὶ μάλιστα ἐκεῖ ἐπιτυχὴς ἡ τοιαύτη ὀνοματοποΐα. ὅθεν καὶ ῥῆμα τὸ κομπεῖν, ὅτε πολλά τις εἰς κενὸν στωμύλλεται. (Vers. 379.) Ἰστέον δὲ ὅτι τε τὸ, ταρφέ' ἀμειβόμενοι, ταυτὸν ἐστὶ τῷ, ὀρχούμενοι ἀνὰ μέρος πυκνῶς. καὶ ὅτι τὸ ἐπελήκεον ἄλλοι, ἶσον δύναται τῷ, ἐπεκρότουν τοῖς λιχανοῖς δακτύλοις, ὡς ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται. Δῆλον δ' ὅτι ὠνοματοπεποίηται καὶ τὸ κροτεῖν ὡς καὶ τὸ κρούειν ἀφ' οὗ καὶ τὸ κροῦμα. καὶ τὸ κροαίνειν. καὶ ὁ κρότος. ἔτι δὲ καὶ ἀποκρότημα. ὅπερ ἐστὶ κατὰ τὸν Ἀθήναιον, κτύπος δεξιοῦ μέσου δακτύλου ὅτε τῷ μεγάλῳ ἐπερεισθεὶς, εἶτα κατακτυπήσει τοῦ ὑπ' αὐτὸν σαρκώδους. (Vers. 382.) Τὸ δὲ ἀριδείκετε, ὡς ὑπερθετικὸν ἐλήφθη διὰ τὴν ἀρι ἐπίτασιν καθὰ καὶ ἀλλαχοῦ ἐσημειώθη, διὸ καὶ γενικῇ συνετάχθη. ἔφη γάρ. ἀριδείκετε λαῶν. (Vers. 383.) Τὸ δὲ ἠπείλησας, ἀντὶ τοῦ ἐκαυχήσω. καὶ ἔστι συγγενὲς τῷ ἀπειλῆσαι ὃ δηλοῖ τὸ εὔξασθαι. καθότι καὶ τὸ εὔξασθαι πολλάκις ἀντὶ τοῦ καυχήσασθαι λέγεται. Διατί δὲ βητάρμονες οἱ ὀρχησταὶ, πρὸ ὀλίγων εἴρηται.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
