# Commentarii ad Homeri Odysseam 1.306.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.306.1

Ὅτι δὲ σεμνὸν ἡ ὄρχησις διείληπται μὲν καὶ ἐν ἄλλοις. δηλωτέον δὲ μετρίως καὶ νῦν, ὅτι τε ὀρχησταὶ περιᾴδονται, Βολβός. Ζήνων ὁ Κρὴς, πάνυ Ἀρταξέρξῃ φίλος. καί τις Θεόδωρος. καὶ Χρύσιππος. καὶ ὅτι Πίνδαρος ὀρχηστὴν τὸν Ἀπόλλωνα καλεῖ, δεικνὺς πρᾶγμα ἔνδοξον καὶ σοφὸν τὴν ὄρχησιν. φησὶ γάρ. ὀρχηστὰ ἀγλαΐας ἀνάσσων εὐρυφαρέτρ' Ἄπολλον. καὶ Ὅμηρος δὲ ἢ τῶν τις Ὁμηριδῶν ἐν ὕμνῳ Ἀπόλλωνος, φησίν. Ἀπόλλων φόρμιγγ' ἐν χείρεσσ' ἔχων χαρίεν κιθάριζε καλὰ καὶ ὕψι βιβάς. καί τις ἕτερος τὸν Δία ὀρχούμενον παράγει. λέγων. μέσσοισι δ' ὀρχεῖτο πατὴρ ἀνδρῶν τε θεῶν τε. ὁ δὲ ταῦτα παραδιδοὺς Ἀθήναιος ἱστορεῖ καὶ ὅτι τὸ ὀρχεῖσθαι σικελίζειν τοῖς παλαιοῖς ἐλέγετο, διὰ τὸ δηλαδὴ ὡς εἰκὸς ἐπιχωριάζειν τοῖς ἐν Σικελίᾳ. καὶ ὅτι ὀρχήσεις διάφοροι ἐθνικαί. οἷον. Λακωνικαί. Τροιζηνιακαί. Ἐπιζεφύριοι. Κρητικαί. Ἰωνικαί. Μαντινειακαὶ προκρινόμεναι διὰ τὴν τῶν χειρῶν κίνησιν. (Vers. 385.) Ὅτι φιλότιμος ὢν ὁ Φαίαξ βασιλεὺς καὶ χαίρων οἷς ἐπαινεῖται, ἡδέως ἀκούει τοῦ Ὀδυσσέως ἐπαινέσαντος τοὺς Φαιακικοὺς βητάρμονας. (Vers. 388.) καὶ βραχὺν ἀκούσας ἔπαινον μεγάλα εὐεργετεῖ μεγαλοπρεπῶς. γηθήσας γὰρ ναὶ μὴν καὶ οὐ μέλεον εἰρῆσθαι τὸν ἔπαινον ἀφεὶς τοῦ ῥήτορος Ὀδυσσέως, ἀλλ' ἀντεπαινέσας, καὶ εἰπὼν ὡς ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι, (Vers. 389.) εἶτα καὶ δῶρα εὐθὺς ἐκεῖ ἐν τῷ ἀγῶνι παρέλκει ἐκ τῶν συμβασιλέων. εἰπών. ἀλλ' ἄγε οἱ δῶμεν ξεινήϊον ὡς ἐπιεικές. φιλοτίμως καὶ βασιλικῶς τὸν εἰς αὐτὸν ἔπαινον ἀμειβόμενος. ὄφρα καὶ ἄλλος εἴπῃσιν ἡρώων, φησὶν, ἡμετέρης ἀρετῆς μεμνημένος. καὶ ὅπως ἐνίσπῃ οἷσι φίλοισιν οἴκαδε νοστήσας, ὅσον περιγίνονται ἄλλων τοῖς ἄθλοις οἱ περὶ αὐτόν. ἐλλάμπεται γὰρ οὐ μόνον τοῖς οἰκείοις ἀλλὰ καὶ τοῖς τῶν πατριωτῶν ἐπαίνοις ὁ Ἀλκίνοος. Ὅρα δὲ καὶ νῦν τὸ, ἀλλ' ἄγε δῶμεν, ἐπιῤῥηματικῶς λεχθὲν ὁμοίως τῷ, ἀλλ' ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν μῦθον. Τὸ δὲ ξεινήϊον ὃ καὶ ἐν Ἰλιάδι κεῖται, εἶχε μὲν καὶ πληθυντικῶς εἰπεῖν ξεινήϊα. λέγει δὲ ὅμως ἑνικῶς, ἵνα δηλώσῃ τὸ ἰδίᾳ ἐξ ἑνὸς ἑκάστου τῶν ἀριστέων ξένιον. καθὰ εὐθὺς αὐτίκα ἑρμηνεύει καὶ Ἀλκίνοος. Ἐπιεικὲς δέ φησι, τὸ ἐοικός, ἢ ᾧ τις εἴκει διὰ τὸ λόγου εἶναι ἄξιον. (Vers. 390.) Ὅτι προκαλούμενος ὁ βασιλεὺς Ἀλκίνοος εἰς εὐεργεσίαν Ὀδυσσέως τοὺς συνάρχοντας φησί. δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δ' ἐγὼ αὐτός. τῶν οἱ ἕκαστος, φᾶρος ἐϋπλυνὲς ἠδὲ χιτῶνα καὶ (Vers. 393.) χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος. ἔστι δὲ κἀνταῦθα τὸ τοῦ ταλάντου ποσὸν οὐ δῆλον ὁπόσου ὄγκου ἐστὶ, διὰ τὸ συνήθως ἀόριστον παρὰ τοῖς παλαιοῖς ὡς πολλαχοῦ δηλοῦται. φασὶ δὲ οἱ παλαιοὶ, ὅτι διχῶς τὸ τάλαντον. ζυγός τε γὰρ ὃν στατῆρα καλοῦμεν, καὶ σταθμὸς χρυσίου σύμμετρος οὐχ' ὡς ἡμεῖς τῶν ἑξήκοντα μνῶν. (Vers. 390.) Ὅρα δὲ ὅπως οὐδενὸς τῶν δώδεκα βασιλέων ἱστόρησεν ὄνομα. ἴσως μὲν, ὡς μὴ ἔχων ἐξ ἱστορίας, τυχὸν δὲ, καὶ μὴ ἐθέλων ἀσχολεῖσθαι περὶ τὰ μὴ καίρια. εἰ δὲ καὶ πλάσασθαι χρεὼν ἦν, ἀλλ' ἱκανῶς ἤδη Φαιακικοῖς ὀνόμασιν ἐνδιέτριψεν. Ὅτι δὲ ὁ νῦν ἀριπρεπὴς, ἐκπρεπὴς ἐν Ἰλιάδι ἐγράφη, δῆλον. καὶ ὅτι ταυτὸν οὕτως ἢ οὕτως εἰπεῖν. διὰ τὸ καὶ τὴν εκ πρόθεσιν ἐπίτασιν ποτὲ δηλοῦν καθάπερ καὶ τὸ ἀρι ἐπίῤῥημα. ἐρεῖ δὲ μετ' ὀλίγα καὶ χηλὸν ἀριπρεπέα. (Vers. 391.) Τὸ δὲ κραίνουσι, παράγωγόν ἐστι τοῦ κρῶ, ἐξ οὗ καὶ ὁ κρείων καὶ ὁ εὐρυκρείων. ὡς γὰρ χῶ χαίνω. βῶ βαίνω. ῥῶ ῥαίνω. κῶ καίνω. σέω σῶ σαίνω, οὕτω καὶ κρῶ κραίνω. Τὸ δὲ τρισκαιδέκατος, διφορεῖται κατὰ τὴν ἄρχουσαν. καὶ ἡ μὲν διὰ τοῦ ι γραφὴ κοινοτέρα μὲν, οὐκ εὐαπολόγητος δὲ, διὰ τὴν ἐξ ἐπιῤῥήματος καὶ ὀνόματος σύνθεσιν ἀσυνήθη οὖσαν καὶ ἔξω ἀναλογίας. ἡ δὲ διὰ διφθόγγου ἀναλογώτερον ἔχει. ὡς γὰρ ἐκ τοῦ τέσσαρες καὶ τοῦ δέκα, ὁ τεσσαρεσκαιδέκατος, ὁμοίως δὲ καὶ ἐπὶ ἄλλων τοιούτων, οὕτω καὶ ἐκ τοῦ τρεῖς καὶ τοῦ δέκα, ὁ τρεισκαίδεκα. ὅθεν ὁ τρεῖς καὶ δέκατος. εἰ δὲ διὰ τοῦ ι γράφεται ὁ τρισκαίδεκα καὶ ὁ τρισκαιδέκατος ὡς ἐκ τοῦ τρὶς ἐπιῤῥήματος, ὥρα λοιπὸν καὶ τετρακισκαιδέκατον λέγειν τὸν τεσσαρεσκαιδέκατον. καὶ τὰ ἐφεξῆς δὲ οὕτω κατὰ ὁμοίαν ἔφοδον. ἀλλὰ τοῦτο μὲν ἐς τοσοῦτον διὰ τοὺς πολλούς. ὁ δὲ Ἀλκίνοος οὐκ ἂν ἐλάττων εἴη τῶν ἄλλων ὡς τρισκαιδέκατον ἑαυτὸν ἀριθμήσας κατὰ μετριότητα ἐπιεικῆ. ἄλλως γὰρ ἔγνωσται ὡς ἐξ αὐτοῦ πᾶν ἔργον ἔπος τε ἤρτηται. διὸ καὶ εἰς τὸν αὐτοῦ οἶκον οἱ λοιποὶ συνάγονται καὶ οἷς λέγει πείθονται. καὶ τὰ δῶρα πάντα κελεύσαντος φέρονται ἤγουν φέρουσιν ἀολλέα κατὰ τὸ, φερώμεθα πάντα. ὄφρα, φησὶν, ἐν χερσὶ ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ. (Vers. 423.) ὁ δ' αὐτὸς ἐπιτάσσει καὶ τῇ γυναικὶ Ἀρήτῃ μετ' ὀλίγα, (Vers. 423.) οὕτω. δεῦρο γύναι φέρε χηλὸν ἀριπρεπέα ἥτις ἀρίστη, ἐν δ' αὐτῇ θὲς φᾶρος ἐϋπλυνὲς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
