# Commentarii ad Homeri Odysseam 1.308.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.308.1

δὲ ὅτι τε τὸ πῶμα, καὶ ἐπίθημα λέγεται. καὶ ὅτι ἐπίθημα ταυτόν δ' εἰπεῖν πῶμα οὐ μόνον τραπέζης καὶ κιβωτοῦ, ἀλλὰ καὶ χύτρας. ὡς δηλοῖ μάγειρος εἰπών. ὅταν ἐν περιδείπνῳ τυγχάνω διακονῶν, τοὐπίθημα τῆς χύτρας ἀφελὼν, ἐποίησα τοὺς δακρύοντας γελᾶν. (Vers. 448.) Τὸ δὲ δέδαε φρεσὶ, δαΐφρονα συνθέτως βούλεται καὶ τὴν Κίρκην εἶναι. ὅθεν καὶ διδάσκαλος ποικίλου δεσμοῦ τῷ ποικιλόφρονι γίνεται Ὀδυσσεῖ. (Vers. 430.) Ἐν τούτοις δὲ, ὁ Ἀλκίνοος ἐμφαίνει καὶ τὸ ποσὸν τοῦ ταλάντου μὴ εἶναι πολύ. ἑκάστου γὰρ τῶν ἄλλων βασιλέων τάλαντον δωρησαμένου, αὐτὸς χρύσεον δίδωσιν ἄλεισον. φησὶ γάρ. καί οἱ ἐγὼ τόδ' ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσω χρύσεον. ὄφρ' ἐμέθεν μεμνημένος ἤματα πάντα, (Vers. 432.) σπένδῃ ἐν μεγάρῳ. τοῦτο δὲ σεμνῶς εἶπε. σπένδειν γὰρ δίδωσιν, ἵνα μὴ δόξῃ προσονειδίζειν τῷ ξένῳ τὸ οἰνοποτεῖν. καὶ νῦν μὲν, ποτήριον σεμνολογεῖται ὡς χρηστὸν μὴ πίνειν ἐξ αὐτοῦ ἀλλὰ σπένδειν. ἡ δὲ γραῦς Ἑκάβη ἐν Ἰλιάδι οἶνον δίδωσι τῷ υἱῷ, οὐχ' ἵνα πίῃ ἀλλὰ σπείσῃ τῷ Διΐ. (Vers. 430.) Περικαλλὲς δὲ τὸ ἄλεισον λέγει, καθὰ καὶ τὰ τῶν βασιλέων δῶρα περικαλλέα φησὶν, ὧν φύλαξ ἡ Ἀρήτη. φησὶ γάρ. μητρὶ παρ' αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα τὰ καὶ κάλλιμα, οἱ τοῦ βασιλέως παῖδες. (Vers. 420.) Καὶ ὅρα τὸ, παρ' αἰδοίῃ ἔθησαν ὅ ἐστι παρέθεντο. ἀφ' οὗ καὶ ἡ παραθήκη συνετέθη μεθ' Ὅμηρον. (Vers. 431.) Τὸ δὲ μεμνημένος ἤματα πάντα, τὸ τέλος ἐμφαίνει τοῦ εὐεργετεῖν, ὅ πέρ ἐστιν ἡ διηνεκὴς ἐσύστερον μνήμη. διὰ μακροῦ γὰρ καὶ οὕτως ἡ χάρις κατὰ τὸν τραγικόν. (Vers. 399.) Κήρυκα δὲ πέμπει ἕκαστος οἴσειν τὰ δῶρα, ἐπεὶ καὶ ἕκαστος τῶν δεκατριῶν, ἀριπρεπὴς ἐλέχθη βασιλεύς. πάντως δὲ, βασιλικοὶ οἱ κήρυκες. (Vers. 396.) Ὅτι τοῦ Φαίακος Εὐρυάλου λυπήσαντος ἤδη τὸν Ὀδυσσέα ὡς προδεδήλωται, μέσος πεσὼν ὁ βασιλεὺς, εἰς φιλίαν συνάγει αὐτούς. εἰπών. Εὐρύαλος δὲ αὐτὸν ἀρεσάσθω ἐπέεσσι καὶ δώρῳ. ἔπεσι μὲν, ὡς λόγοις ὀνειδιστικοῖς λυπήσας. (Vers. 397.) δώροις δὲ, ὡς οἷον κατά τινα ποινήν. ἐπεὶ οὔτι ἔπος κατὰ μοῖραν ἔειπε. καὶ ὁ Εὐρύαλος πεισθεὶς, ποιεῖ ἀμφότερα. καὶ ἀρέσεσθαι εἰπὼν τὸν ξένον καὶ δώσειν οἱ τόδ' ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη ἀργυρέη, κολεὸν δὲ νεοπρίτου ἐλέφαντος ἀμφιδεδίνηται πολέος δέ οἱ ἄξιον ἔσται, τίθησιν ἐν χερσὶν Ὀδυσσέως, ξίφος ἀργυρόηλον. καὶ χαῖρε φησὶ πάτερ ὦ ξεῖνε, (Vers. 408.) ἔπος δ' εἴ πέρ τι βέβακται δεινὸν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι. ὃ δὴ πᾶς εἴπῃ ἂν, ὁ μετὰ ὕβρεις φιλούμενος γηραιῷ ἐνδόξῳ τινί. εἶτα καὶ εὐφήμως ἐπεύχεται τῷ Ὀδυσσεῖ, τὰ ἑαυτοῦ ἰδεῖν. καὶ Ὀδυσσεὺς εἰπὼν φιλοφρόνως, καὶ σὺ φίλος μάλα χαῖρε θεὸς δέ τοι ὄλβια δοίη, ἐπάγει. (Vers. 414.) μηδέτι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσι. τοῦτο δὲ πρὸς ἀποτροπιασμὸν ἐῤῥέθη, μὴ καὶ ἐπὶ κακῷ ἡ τοῦ ξίφους δόσις ἀποβαίη δυστυχῶς. εὔχεται γὰρ Ὀδυσσεὺς μὴ δεηθῆναί ποτε τοῦ ξίφους τούτου, ἀλλ' ἀπόθετον φυλάξειν αὐτό. (Vers. 416.) νῦν μέν τοι, ἀμφ' ὤμοις αὐτὸ τίθησι κατὰ τὸ πολλαχοῦ φανὲν Ἑλληνικὸν ἔθος. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ξίφους οὐ μόνον διαξιφίζεσθαι τὸ πολεμεῖν ὡς παρὰ τῷ κωμικῷ, οἷον Μήδοισι διεξιφίσω, ἀλλὰ καὶ ξιφίζειν τὸ χειροτονεῖν, παραπλήσιον φασὶ ξίφει τὸ τῆς χειρὸς σχῆμα ποιοῦντα. καὶ ξιφισμὸς, σχῆμα φασὶν ἐμμελείας. (Vers. 403.) Ἔστι δὲ κἀνταῦθα ὑπιδέσθαι τὴν Φαιακικὴν τερατολογίαν. οἱ γὰρ μὴ δεδιότες δηϊοτῆτα καὶ οἷς οὐ μέλει τὰ πολεμικὰ, φαίνονται ἰδοὺ ὡς ἐκ τοῦ Εὐρυάλου, καὶ ὅπλοις χρώμενοι. εἰ καὶ μὴ βιός ἐστιν αὐτῷ μὴ δὲ φαρέτρα ἅπερ ἀπέφησεν ἡ Ναυσικάα. (Vers. 402.) Ἀρέσασθαι δὲ, τὸ φιλικῶς θεραπεῦσαι ἤγουν φιλοφρονήσασθαι. ὅθεν καὶ ἐρίηρες οἱ πρὸς φιλίαν ἡρμοσμένοι ἑταῖροι. καὶ ἀρθμὸς ἡ φιλία. καιρίᾳ δὲ οὔσῃ τῇ λέξει ὅσον εἰς ποίησιν, τρεῖς ἐν τοῖς ῥηθεῖσιν ἐχρήσατο ὁ ποιητής. συντάσσεται δὲ μετὰ αἰτιατικῆς, ὡς δηλοῖ τὸ, αὐτὸν ἀρεσσάσθω. καὶ, τὸν ξεῖνον ἀρέσσομαι. (Vers. 404.) Οὐδετέρως δὲ κἀνταῦθα τὸ κολεόν. ὃ κοινότερον, κουλεὸν λέγεται μετὰ τοῦ υ. (Vers. 405.) Τὸ δὲ ἀμφιδεδίνηται, ἀντὶ τοῦ, κύκλῳ περιθέει. οὐ μέντοι τετόρευται κατὰ τὸν κυρίως δῖνον. οὐ γάρ ἐστιν ἐσφαιρῶσθαι ξίφους θήκην κυλινδροειδῶς. λαμπρὸν δὲ τὸ ξίφος καὶ πολλοῦ ἄξιον, ὡς ἡ ἔκφρασις δηλοῖ. (Vers. 408.) Βέβακται δὲ, οὐχ' ἁπλῶς ἀπλῶς ἀντὶ τοῦ εἴρηται, ἀλλὰ κατὰ τοὺς παλαιοὺς, ἀντὶ τοῦ πεφλυάρηται, ἀπὸ τοῦ βάζω. ἐξ οὗ καὶ ὁ παρὰ Λυκόφρονι βάβαξ γίνεται. (Vers. 409.) Τὸ δὲ ἀναρπάξασαι ἄελλαι, ἀστείως ἔχει. ὡς τοῦ προφορικοῦ λόγου εἰς ἀέρα χεομένου τὸν ἐν τῇ φωνῇ πληττόμενον. (Vers. 410.) Ὅτι ἔστι ποτὲ πρὸς πολυπλάνητον ξένον ῥηθῆναι πρός τινος τὸ, σοὶ δὲ θεὸς ἄλοχόν τ' ἰδέειν καὶ πατρίδ' ἱκέσθαι δοίη, ἐπειδὴ δηθὰ φίλων ἄπο πήματα

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
