# Commentarii ad Homeri Odysseam 1.311.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.311.1

ὁ δὲ τοῦτο καινότερον γράψας ἐπέβαλεν ὁμοίως καὶ τῇ τοῦ πατρὸς ἐτυμολογίᾳ, οὕτω. πατὴρ θεὸς μὲν, ὡς τὸ πᾶν τηρῶν ἄνθρωπος δὲ, ὡς τοὺς παῖδας τηρῶν. (Vers. 481.) Οἴμας δὲ καὶ νῦν τὰς ᾠδὰς λέγει. ὡς καὶ πρὸ ὀλίγων. Τὸ δὲ ἐφίλησε φῦλον ἀοιδῶν ὡς ἔχει τι παρηχήσεως, οὐκ ἄδηλόν ἐστιν. ὥσπερ καὶ μετ' ὀλίγα τὸ, Ἐποιὸς ἐποίησε σὺν Ἀθήνῃ. (Vers. 474.) Σημείωσαι δὲ ὅτι δεξίωσίς τις ἐνταῦθα πρὸς τὸν Δημόδοκον ἡ δόσις τοῦ κρέατος, ὡς ἐν τοῖς ἑξῆς πρὸς Ἀρήτην ἡ δόσις τοῦ ποτηρίου. (Vers. 487.) Τὸ δὲ αἰνίζομαι καὶ ὁ ἥμισυς τῶν ἐνταῦθα στίχος οὗτος κεῖται καὶ ἐν Ἰλιάδι. (Vers. 488.) Τὸ δὲ ἢ Μοῦσα ἐδίδαξεν ἢ Ἀπόλλων, οὐ διὰ μόνην ποιητικὴν ἄλλως σοφίαν ἐῤῥέθη, ἀλλὰ καὶ διὰ τὸ κατ' Ἀπόλλωνα μαντικόν. τοιοῦτοι γὰρ οἱ ποιηταὶ ὡς ἐδηλώθη πολλαχοῦ, οἳ καὶ τοῖς μέλλουσι μαντικῶς ἐπιβάλλουσι. καὶ τὰ πρὸ αὐτῶν δὲ καὶ τὰ κατ' αὐτοὺς οἴδασι μήτε παρόντες αὐτοὶ μήτε ἀκούσαντες. καὶ οἴκοθεν εἰδότες ᾄδουσι, θεόθεν μαθόντες. ὡς δηλοῖ καὶ τὸ, ὅ δ' ὁρμηθεὶς θεοῦ, ἤρχετο. ἤγουν ὑπὸ θεοῦ κινηθείς. θυμόσοφος γὰρ καὶ αὐτοδίδακτος, ἢ θεόσοφος κατὰ τοὺς τοιούτους καὶ ὁ Δημόδοκος πλάττεται. ἃ δὴ πᾶσιν ἐνθεωρεῖσθαι τοῖς σοφοῖς ἀοιδοῖς ἀριδήλως ἐν τοῖς ἑξῆς που καὶ πάνυ σαφῶς ἅμα καὶ σεμνῶς δηλώσει ὁ Ἰθακήσιος Φήμιος. Καὶ σημείωσαι κἀνταῦθα τὸν τερατευόμενον ἐκτοπισμὸν τῆς τῶν Φαιάκων γῆς. αὐτοῦ γὰρ προσυποκειμένου, καλῶς ἂν νομίζοιτο Δημόδοκος πρὸς μηδενὸς μαθεῖν ἢ ἀκοῦσαι τὰ κατὰ τὸν Ὀδυσσέα. ὡς εἴγε μὴ ἐκτετόπισται κατὰ τὸ πλάσμα τῆς ποιήσεως ἡ τῶν Φαιάκων νῆσος ἀλλὰ πρὸς τῇ Ἠπείρῳ ἐστὶ καὶ αὐτὴ κατὰ τὴν ἄρτι φαινομένην Κέρκυραν, πῶς ἂν πιθανῶς ἔχοι νομίσαι τὸν σοφὸν Ὀδυσσέα ὡς ἀδίδακτος ὁ Δημόδοκος καὶ οὐδ' ἐξ ἀκοῆς ποθὲν παρέλαβε τὰ λεγόμενα, εἰκὸς ὂν, ἐκ τῶν πέριξ καὶ ἐγγυτάτω εἰδέναι αὐτά, καὶ ἄλλως οὐδὲ μακρὰν τῶν καθ' ἱστορίαν Φαιάκων τῆς Ἰθάκης οὔσης; τέως γε μὴν, λέγει ἐν τούτοις Ὅμηρος, ὡς οἱ κυρίως ἀοιδοὶ ἐν οἷς καὶ αὐτὸς, οὐδὲν εἰδότες ἐξ ἀνθρώπων ᾄδουσι. διὸ Μοῦσαν ἐπικαλούμενοι ἐνέπουσιν. ὡς ἐντεῦθεν, καὶ μάντεις αὐτόθεν εἶναι, λαλοῦντας ἐξ ἐπιπνοίας Μουσῶν. ὅθεν Μοῦσα μὲν αὐτοὺς διδάσκει, ὡς σοφούς. Ἀπόλλων δὲ ὡς μαντικούς τε καὶ ὡς ᾠδικούς. (Vers. 489.) Τὸ δὲ κατὰ κόσμον, τὸ εὔτακτον καὶ εὐμέθοδον τῆς ἱστορίας λέγει. οὐ γὰρ ἄνω κάτω τὰ πράγματα φύρει ἀλλὰ κοσμεῖ τὴν γραφὴν ὁ κατὰ τέχνην ἢ ἀείδων ἢ γράφων ἢ καὶ λέγων. (Vers. 490.) Οἶτον δὲ, οὐ θάνατον ἀλλὰ κακοπάθειαν ἐνταῦθα λέγει. διὸ ἑρμηνεύων ἐπάγει. ὅσσ' ἔπαθόν τε καὶ ὅσσ' ἐμόγησαν. ὅ πέρ ἐστιν οἶτος. οὐ γὰρ ἐμνήσθη ἐνταῦθα θανάτου. Τὸ δὲ ἔρξαντ' ἔπαθόν τε πρὸς ἀλήθειαν ἱστορίας ἐγράφη. ἄμφω γὰρ ἐπισυνέβη τοῖς Ἀχαιοῖς. (Vers. 492.) Τὸ δὲ καὶ ἵππου κόσμον ἄεισον, παρῳδήσας τῶν τις μεγάλων σοφῶν ἔγραψεν. ἀλλ' ἄγε δὴ μετάβηθι καὶ ἄλλον κόσμον ἄεισον. ὃ δὴ παροιμιωδῶς λέγεται ἐπὶ τῶν εὖ ἐξαλλασσόντων τὰ διηγήματα. Καὶ ὅρα τὸ, κόσμον, τὸ κόσμιον καὶ πάλιν δηλοῦν καὶ εὔτακτον τῆς ἀοιδῆς. καὶ ἄλλως δὲ ἵππου κόσμος, ἡ εὔκοσμος ἐπίνοια καὶ μέθοδος καὶ ἡ ἔνδον αὐτοῦ ἡρωϊκὴ διάταξις, καὶ ὡς εἰπεῖν στρατηγιτική. ὁποίαν κοσμήτορες ἂν ἀνδρῶν τεχνάσαιντο εἴγε δι' αὐτῆς Ἴλιον Ἀργεῖοι ἐξαλάπαξαν. (Vers. 493.) Δουράτεον δὲ ἵππον τὸν ξύλινον λέγει, τὸν κοινότερον δούρειον. γίνεται δὲ ὁ δούρειος μὲν ἐκ τοῦ δουρός, ἐκ τοῦ δούρατος δὲ ὁ δουράτειος. καὶ ἀπελεύσει τοῦ ι, δουράτεος διὰ μέτρου χρησιμότητα. τοῦτον δὲ, καὶ κοῖλον δόρυ τουτέστι ξύλον, μετ' ὀλίγα φησὶν, ἐπεὶ καὶ δούρειος ἐντεῦθεν καλεῖται καὶ δουράτεος. τὸν δ' αὐτὸν, καὶ δόλον. καὶ κοῖλον λόχον. κρείττω δὲ τἄλλα τοῦ κοῖλον δόρυ. αὐτὸ γὰρ καὶ σκάφην καὶ πλοῖον δηλώσοι ἄν. Ὅτι δὲ τοῦ τοιούτου δόλου τέκτων ὁ Ἐπειὸς ὁ δειλὸς μὲν, ἄριστος δὲ τήν τε πυγμικὴν καὶ τὴν τεκτονικὴν, αἱ ἱστορίαι δηλοῦσιν. ἐν αἷς καὶ ὑδροφόρος τῶν βασιλέων ὁ Ἐπειὸς εἶναι λέγεται. ἐξ οὗ καὶ αἴνιγμα ὁ Σιμωνίδης ἐποίησεν εἰς ὄνον ὑδροφοροῦντα ὃν ἐπειὸν ὠνόμασεν ὡς ὁ Ἀθήναιος ἱστορεῖ. Δῆλον δ' ὅτι δουρὸς μὲν, προϋπάρχει τὸ δόρυ. ὡς γὰρ γόνυ γόνυος καὶ μεταθέσει γουνὸς, οὕτω καὶ δόρυ δόρυος δουρός. τοῦ δὲ δούρατος, εὐθεῖα σεσιγημένη τὸ δοῦρας. ὥσπερ καὶ τοῦ γόνατος, τὸ γοῦνας. τοιαῦτα δὲ πάντως καὶ τὸ, ὕδατος ἐκ τοῦ ὕδας. καὶ τὸ, φρέατος ἐκ τοῦ φρέας. ὃ μέχρι καὶ νῦν παραλαλεῖται τοῖς Ἀττικοῖς. (Vers. 495.) Τὸ δὲ ἐμπλήσας, Ὅμηρος μὲν, ἀσφαλῶς καὶ σωφρόνως εἶπε διὰ τὴν πολλὴν ἔνδον τοῦ ἵππου κενότητα. ἕτερος δέ τις οὐκ ἂν εἰπεῖν φείσαιτο τὴν λέξιν ὡς ἐπὶ δῆθεν οἷον ἐγκυμονοῦντος τοῦ τοιούτου ἵππου τεθῆναι. κατὰ τὸ, πλήσας δὲ νηδὺν, ὅπερ Εὐριπίδης ἐν Κερκυόνι φησὶν, ἀντὶ τοῦ ἐγκύμονα ποιήσας. (Vers. 496.) Τὸ δὲ κατὰ μοῖραν, ταυτόν ἐστι τῷ, κατὰ κόσμον ὅπερ ἀνωτέρω αὐτοῦ εἴρηται. (Vers. 497.) Τὸ δὲ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
