# Commentarii ad Homeri Odysseam 1.313.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.313.1

δηλῶσαι, ὅμως παραδραμὼν αὐτὸ, ᾄδει ὅπερ ἀπῄτησεν Ὀδυσσεὺς, ἔνθεν ἑλών. τουτέστιν ἐάσας μὲν τἆλλα. μνησθεὶς δὲ τῶν κατὰ τὸν δούρειον ἵππον, ἐξ ὅτου μετὰ πολλὰ τὰ φθάσαντα εἰς Τροίαν ἀνειλκύσθη. Καταστατικὴ δὲ ἔννοια τὸ ἔνθεν ἑλὼν, ᾗ χρῶνται καὶ οἱ μεθ' Ὅμηρον ὁπηνίκα λόγου ἀφηγηματικοῦ κατάρχονται. (Vers. 501.) Τὸ δὲ πῦρ βαλόντες, ἀντὶ τοῦ, πῦρ θέντες ῥίψαντες. ταῦτα δὲ, ἀντὶ τοῦ ἐμπρήσαντες. (Vers. 502.) Τὸ δὲ οἱ ἀμφ' Ὀδυσσῆα, λοχαγὸν ὑποβάλλει νοεῖν τὸν Ὀδυσσέα τοῖς ἐντὸς τοῦ δουρείου. (Vers. 503.) Ἀγορὰν δὲ Τρώων λέγει τὴν ἐντὸς τῆς Ἰλίου ἄθροισιν τῶν πολιτῶν, (Vers. 504.) Τὸ δὲ ἐς ἀκρόπολιν ἐρύσαντο, ἀντὶ τοῦ διὰ μηχανῆς εἵλκυσαν. ὅθεν καὶ ῥυτοὶ λίθοι οἱ μὴ φορητοὶ ἀλλὰ ἑλκυστοί. τοιοῦτον δὲ καὶ τὸ, ἐρύσαντας ἐπ' ἄκρας. Τὴν δὲ ἀκρόπολιν, ἄκρην πόλιν Ἰωνικώτερον ἐν Ἰλιάδι διαλύσας λέγει ὁ ποιητής. ὁποῖα καὶ ἄλλα αὐτός τε ποιεῖ, καὶ οἱ μιμούμενοι αὐτόν. ὁποῖον καὶ τὸ, ζῷα γραψάμενος ἀντὶ τοῦ ζωγραφήσας. καὶ ἕτερα μυρία. (Vers. 505.) Τὸ δὲ ὣς ὁ μὲν εἱστήκει ἢ ἑστήκει, γράφεται γὰρ διχῶς, καταστατικῶς καὶ αὐτὸ κεῖται. οὐ μὴν κατὰ τὸ, ὣς οἱ μὲν, ἀπέπλεον. ἐκεῖνο γὰρ καταρκτικὴ τοῦ διηγήματος ἔννοιά ἐστι. (Vers. 507.) Τὸ δὲ ἄκριτα πόλλ' ἀγόρευον, ποσότητα μὲν δηλοῖ διὰ τοῦ πολλά. ποιότητα δὲ, διὰ τοῦ ἄκριτα. οὐ γὰρ ἦν διακρῖναι οἷον ἦν τὸ κρεῖττον ἐκ τῶν πολλῶν. (Vers. 508.) τρία δὲ ἦσαν τὰ πολλὰ ταῦτα, τὸ ἢ διατμῆξαι ἢ κατὰ ἄλλην γραφὴν διαπλῆξαι πελέκεσι τὸν ἵππον ἵνα φανείη τί ἔνδον κρύπτει, (Vers. 509.) ἢ ῥῖψαι κατὰ πετρῶν ἑλκύσαντας ἐπί τινος ἄκρους τοῦ τείχους, ἢ ἐάσαι εἰς ἱλαστήριόν φασι τοῖς θεοῖς. (Vers. 505.) Ἰστέον δὲ ὅτι τὸ ἄκριτα πολλὰ ἀγορεύειν ταυτὸν ὂν τῷ, ἄκριτα πολλὰ μυθεῖσθαι, διασαφητικόν ἐστι τοῦ, Θερσίτ' ἀκριτόμυθε. ἔστι γὰρ ἀκριτόμυθος, ὁ ἄκριτα μυθούμενος ἤτοι ἀγορεύων. (Vers. 506.) Τὸ δὲ ἥμενοι ἀμφ' αὐτὸν, ἀντὶ τοῦ, κύκλωθεν τοῦ ἵππου. περὶ Τρώων γὰρ ὁ λόγος. Τὸ δὲ ἥνδανε βουλὴ, δύναται καὶ κατ' εὐθεῖαν καὶ κατὰ δοτικὴν συντάσσεσθαι. καθὰ καὶ ἐν Ἰλιάδι τὸ, Διός δ' ἐτελείετο βουλή. (Vers. 509.) Ἄγαλμα δὲ συνήθως τῷ ποιητῇ καὶ νῦν τὸ ἥδυσμα καὶ ἀγαλλίαμα, καὶ ὡς ὁ ποιητὴς ἐπάγει θελκτήριον, ὡς ταυτὸν ὂν ἀγαλλιᾶσθαι εἰπεῖν καὶ θέλγεσθαι. Μνηστέον δ' ἐνταῦθα καὶ τοῦ φαμένου τοὺς ἀστέρας, ἀγάλματα νυκτός. οὕτω δὲ καὶ ὄρνισιν ἄγαλμα ἦεν ἂν τὰ πτερὰ οἷς πέτονται. κατὰ τὸ, ἀγαλλόμεναι πτερύγεσσι. Τὸ δὲ θελκτήριον, ἢ συντακτέον μετὰ τοῦ θεῶν, ἢ καὶ ἁπλῶς ῥητέον θελκτήριον. ἵνα ᾖ ἐκστατικὸν τῶν θεωμένων διὰ τὸ ἐπ' αὐτῷ θαῦμα. οὐ γὰρ ἁπλῶς οὕτω θελκτήριον οὐδ' ἐνταῦθα τὸ εὐφραῖνον, ἀλλὰ τὸ μετά τινος θαύματος καὶ ἐκπλήξεως. (Vers. 510.) Τὸ δὲ τῇ περ δὴ τελευτήσεσθαι ἔμελλεν, ἀντὶ τοῦ ὅπου δὴ καὶ ἔμελλε στῆναι αὐτοῖς τὰ τῆς βουλῆς, κατὰ θεομηνίαν δηλαδή. ἀγαθαὶ μὲν γὰρ αἱ πρῶται δύο βουλαὶ τὸ διατμῆξαι τὸν ἵππον καὶ τὸ κατὰ πετρῶν βαλεῖν. ἐνίκησε δὲ κἀνταῦθα τὸ χέρειον. (Vers. 511.) Ἐν δὲ τῷ, αἶσα γὰρ ἦν ἀπολέσθαι, εἰ δὲ καὶ ἀσαφῶς αὐτὸ ἔχει, οὐ γὰρ δηλοῖ τίνας αἶσα ἦν ἀπολέσθαι, ἀλλὰ τὰ ἐφεξῆς δηλοῦσι, τὸ Τρώεσσι δηλαδὴ κῆρα φέρεσθαι, καὶ τὸ κεραϊσθῆναι τὴν πόλιν, καὶ τὰ τοιαῦτα. Τὸ δὲ πόλις ἀμφικαλύψει, ἀντὶ τοῦ, ἐντὸς περιέξει. καὶ ἔστιν ὅμοιον τῷ, ὅθ' ἑὸς δόμος ἀμφεκάλυψε. (Vers. 503.) Τοιοῦτόν τι καὶ ἀνωτέρω τὸ, κεκαλυμμένοι ἵππῳ. αὐτὸ μέντοι κρυπτικὴν ἐδήλου περιοχήν. (Vers. 512.) Τὸ δὲ μέγαν ἵππον, πιθανὸν ποιεῖ τὸν ἐντὸς αὐτοῦ λόχον ὑπὸ τῶν ἀρίστων. (Vers. 513.) Τὸ δὲ φόνον καὶ κῆρα οὐκ ἂν ἔχοι διαφορὰν τῶν ὀνομάτων πρὸς ἄλληλα. Τὸ δὲ ἱππόθεν ἐκχύμενοι, ταυτὸν μέν ἐστι τῷ, κοῖλον λόχον ἐκπρολιπόντες. ἀστείως δὲ πέφρασται ὥσπερ ἂν εἰ καὶ ἐξ ἵππου ζῶντος εἴποι τις χυθῆναι τὰ ἐντός. καὶ οὐκ ἂν φράσοι τις τούτου κρεῖττον τὸ πρᾶγμα. ἔχει δὲ καὶ σπουδῆς πολλῆς ἔνδειξιν τὸ, ἐκχύμενοι, ὡς εἰ καὶ διερῷ ποδὶ ἐκδραμεῖν εἶπεν αὐτούς. καὶ ἔχει ἔμφασιν ἡ λέξις καθὰ καὶ τὸ, εἰς ἵππον κατεβαίνομεν, ὡς ἐν τοῖς μετὰ ταῦτα φανεῖται. (Vers. 516.) Τὸ δὲ κεραΐζειν, ὅτι κυρίως μὲν ἐπὶ φθορᾶς τῆς ἐκ τῶν ζῴων κερασφόρων λέγεται καὶ ἄλλως δὲ ἐπὶ πολιορκίας καὶ λείας πολεμικῆς, ἐν Ἰλιάδι δεδήλωται. (Vers. 522.) Ὅτι τοῦ ἀοιδοῦ Δημοδόκου τὰ κατὰ τὸν δούρειον ἵππον ᾄδοντος ἐν οἷς καὶ Ὀδυσσέως ἦν μνήμη, ἀκούων Ὀδυσσεὺς τήκετο. εἶτα ἑρμηνεύων τὸ τήκετο, ἐπάγει. δάκρυ δ' ἔδευεν ὑπὸ βλεφάροισι παρειάς. ἐγκρατέστερον δὲ τοῦτο δάκρυον τοῦ ἀπὸ βλεφάρων χαμάδις βαλλομένου ὅτε Τηλέμαχος ἐν Πύλῳ ἔκλαιεν ἐπὶ τῷ πατρί. ἐχρῆν γὰρ ἑαυτοῦ τὸν φιλόσοφον Ὀδυσσέα κρατεῖν, ὡς καὶ μετρίως δακρύειν. (Vers. 523.) εἶτα παραβολικῶς ἄλλως δεικνύων τὸ πολὺ τοῦ πένθους, φησίν, ὡς δὲ γυνὴ κλαίῃσι

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
