# Commentarii ad Homeri Odysseam 1.314.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.314.1

φίλον πόσιν ἀμφιπεσοῦσα, ὅστε ἑῆς προπάροιθεν πόλιος λαῶν τε πέσῃσιν, ἄστεΐ τε καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ. ἡ μὲν τὸν, θνήσκοντα καὶ ἀσπαίροντ' ἐσιδοῦσα, ἀμφ' αὐτῷ χυμένη λίγα κωκύει. οἱ δέ τ' ὄπισθεν κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους, εἴρερον εἰσανάγουσι πόνον τ' ἐχέμεν καὶ ὀϊζύν. τῆς δ' ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαὶ, ὣς Ὀδυσσεὺς (Vers. 531.) ἐλεεινὸν ὑπ' ὀφρύσι δάκρυον εἶβεν. οὐ μὴν ἐλεεινότατον μετὰ τὴν κάρτα φίλοικτον γυναῖκα. ἔδει γὰρ ὡς προσεχῶς ἐῤῥέθη, κατ' ἄνδρα κλαίειν τὸν ἥρωα Ὀδυσσέα, καὶ οὐ γυναικώτερον. Ἴσως δὲ καὶ ἶσον ἐστὶ τὸ, ὣς ἐλεεινὸν δάκρυον εἶβε, πρὸς τὸ ἐλεεινότατον. εἰ γὰρ ἡ γυνὴ μὲν ἐλεεινότατον ἐδάκρυεν, Ὀδυσσεὺς δὲ ὣς ἐλεεινὸν δάκρυον εἶβε, δακρύει ἂν καὶ αὐτὸς ἐλεεινότατον. Ὅρα δὲ ὡς ἡ ῥηθεῖσα πλατεῖα παραβολὴ πρὸς αὐτὸ δὴ τοῦτο καὶ μόνον ἐλήφθη τὸ ἐλεεινὰ κλαίειν τὸν Ὀδυσσέα. ἄλλως δὲ ἀνδρὸς ἀριστίαν ὑποδεικνύει φιλοπατρίδος καὶ φιλοικείου, καὶ γυναικὸς φιλανδρίαν, καὶ πολεμίων ὠμότητα. Δῆλον δὲ ὡς αὔξει τοῖς οἰκείοις τὸ πένθος, ἀνὴρ καὶ φιλόπολις καὶ πεσὼν ἐν τῷ ἀμύνειν τοῖς ἑαυτοῦ. (Vers. 522.) Τὸ δὲ τήκετο, κυρίως ἐπὶ χιόνος. τίθεται δὲ καὶ ἐπὶ κηροῦ καὶ πίσσης καὶ τοιούτων. καὶ νῦν μὲν οὕτω ψιλῶς ἐῤῥέθη. ἐν δὲ τοῖς ἑξῆς που ἐρεῖ τήκεσθαί τινα δακρύοις ὡς ὅτε χιὼν τὸ τοιοῦτον πάσχει πάθος. (Vers. 523.) Τὸ δὲ ἀμφιπεσοῦσα, καιριώτατα ἐῤῥέθη ἐπὶ νεκρῷ. τὸ γὰρ ἀμφιβαλεῖν, ἐπὶ ζῶσι λέγεται. (Vers. 525.) Τὸ δὲ ἀμύνων νηλεὲς ἦμαρ, ἐντελῶς νῦν ἔχει ῥηθὲν, ἀντὶ τοῦ ἀποσοβῶν τὴν κακὴν ἡμέραν. ὅτε μέντοι αὐτὸ κεῖται μόνον τὸ ἀμύνειν, ἐλλειπτικῶς ἔχει τότε καὶ κεῖται ἀντὶ τοῦ βοηθεῖν. (Vers. 526.) Περὶ δὲ τοῦ ἀσπαίρειν ὃ δηλοῖ τὸ σπᾶσθαι καὶ ὡς ἐξ αὐτοῦ καὶ τὸ σπαρίζειν γίνεται, ἐδηλώθη ἀλλαχοῦ. νῦν δὲ οὐ πάρεργον εἰπεῖν καὶ ὅτι καθὰ σπαίρω καὶ κατὰ πλεονασμὸν ἀσπαίρω, οὕτω καὶ στάχυς ἄσταχυς, καὶ σταφὶς ἀσταφὶς, καὶ σφόδλος ἀσφόδελος ὡς ἐν τοῖς ἑξῆς που ῥηθήσεται. ἐν μέντοι τῷ ἀμέργειν καὶ μέργειν, ἄδηλον εἴτε τὸ ἀμέργειν ἐκ τοῦ μέργειν κατὰ πλεονασμὸν, εἴτε καὶ ἀνάπαλιν ἐκεῖθεν τὸ μέργειν κατὰ ἀφαίρεσιν. ἐξ ὧν καὶ ἀμοιργοί φασι, πόλεως ὄλεθροι. οἱ δ' αὐτοὶ, καὶ μόργοι. οἱ ἀμέλγοντες δηλαδὴ τὸ κοινὸν, καὶ ἐκμυζῶντες οἱονεὶ τὰ ἀλλότρια. ἐν μέντοι τῷ, μαῦρον καὶ ἀμαυρὸν, φανερῶς τὸ μαῦρον ἀφαίρεσιν πέπονθεν ἐκ τοῦ ἀμαυρόν. (Vers. 527.) Τὸ δὲ χυμένη, ὑγρότητα ὅ ἐστι τρυφερότητα σώματος δηλοῖ. ἢ καὶ σπουδαῖον δρόμον κατὰ τὸ, ἱππόθεν ἐκχύμενοι. (Vers. 528.) Τὸ δὲ κόπτοντες, ἀντὶ τοῦ πλήττοντες. κατὰ τὸ, κόψε δὲ δειρήν. καὶ τίς ὁ κόπτων τὴν θύραν; τὸ μέντοι κατακόπτειν, ἐπὶ σφαγῆς, ὡς σὺν ἄλλοις καὶ ὁ κωμικὸς δηλοῖ ἐν τῷ κατεκόπησαν οὑτοιΐ. δῆλον δὲ ὅτι ἐν τῷ, οἱ δὲ, κόπτοντες, τοὺς πολεμίους δηλοῖ ἐλλειπτικῶς. οὐ γὰρ ἐξεφώνησέ που αὐτούς. Τοῦ δὲ δούρεσσι τὸ κοινὸν δούρασιν. ἐπεὶ καὶ ἡ πληθυντικὴ εὐθεῖα, δούρατα. καὶ ἡ γενικὴ, δοράτων. ἔσχε δὲ τροπὴν, ἵνα συνεξομοιωθῇ τῷ στομάτεσσι καὶ κτεάτεσσιν. (Vers. 529.) Εἴρερος δὲ κατὰ τοὺς παλαιοὺς, αἰχμαλωσία. δουλεία. παρὰ τὸ ἐρᾶν εἴρειν. οἱ γὰρ ἐν δουλείᾳ, καὶ τοῦ λέγειν στέρονται μὴ παῤῥησιαζόμενοι. Τὸ δὲ ἀνάγουσι, περιττὴν ἔχει τὴν πρόθεσιν. ὡς καὶ τὸ, τὸν δ' οὐκ εἰδότ' ὄλεθρον ἀνήγαγεν. (Vers. 532.) Ἰστέον δὲ ὅτι δεινῶς τῷ ποιητῇ πέπλασται τά τε κατὰ τὸν δούρειον ἵππον, καὶ ἀκολούθως ὁ τοῦ Ὀδυσσέως πολὺς κλαυθμὸς, ἵνα ἐρωτηθεὶς τί τὸ τοῦ κλαίειν οὕτως αἴτιον καὶ γνωσθεὶς πολυπραγμονηθῇ καὶ ἀναγκαίως ἐξείπῃ τὰ καθ' ἑαυτόν. καὶ οὕτω σχῇ παρείσδυσιν τὰ ἐφεξῆς ἱστορηθησόμενα. διὸ καὶ νῦν πλάττει ὁ ποιητὴς, ὡς τοὺς μὲν ἄλλους πάντας ἐλάνθανεν Ὀδυσσεὺς δάκρυα λείβων, Ἀλκίνοος δὲ μόνος ἐπιφρασάμενος καὶ νοήσας, ἤκουσε γὰρ αὐτοῦ καὶ βαρὺ στενάχοντος, τόν τε Δημόδοκον ἐπέχει τοῦ ᾄδειν, καὶ αὐτὸς μὲν λαλεῖ τὰ ἐφεξῆς ὀλίγα. μετ' αὐτὸν δὲ Ὀδυσσεὺς τὰ πάνυ πολλά. (Vers. 537.) Ὅτι κατάπαυσις ἀοιδῆς γλυκείας μὲν οὐ πᾶσι δὲ φίλης τὸ, ὁ δεῖνα ἤδη σχεθέτω φόρμιγγα λίγειαν, οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδ' ἀείδει. (Vers. 542.) τοιοῦτον δέ τι καὶ τὸ, ἀλλ' ἄγ' ὁ μὲν σχεθέτω ἵν' ὁμῶς τερπώμεθα πάντες ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως. Ἀλκίνοος δὲ ταῦτα λέγει ὅτε Ὀδυσσεὺς ἔκλαιεν. (Vers. 544.) εἶτα καὶ αἰτιολογῶν φησίν. εἵνεκα γὰρ ξείνοιο τάδ' αἰδοίοιο τέτυκται πομπὴ καὶ φίλα δῶρα τά οἱ δίδομεν φυσικῶς ῥηθέν. τὸ γὰρ διδόαμεν πλεονασμὸν ἔχει τοῦ α. (Vers. 539.) Περὶ δέ τινος ἐπὶ δόρπια κλαίοντος ῥηθείη ἂν τὸ, ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδὸς, ἐκ τοῦ δ' οὔπω παύσατ' ὀϊζυροῖο γόοιο ὁ ξεῖνος. μάλα ποί μιν ἄχος (Vers. 541.) φρένας ἀμφιβέβηκεν. ὅ πέρ ἐστιν ὅμοιον τῷ ἀμφεκάλυψεν, ὡς ἀπὸ νέφους ἢ δικτύου μετενεχθέν. οὐκ ἔστι γὰρ ἐνταῦθα νοῆσαι τὸ ἀμφιβεβηκέναι ἀντὶ τοῦ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
