# Commentarii ad Homeri Odysseam 1.315.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.315.1

ὑπερμαχεῖν. (Vers. 539.) Τὸ δὲ ὤρορεν ἀοιδὸς, μετάθεσιν παθὸν κἀνταῦθα τῶν φωνηέντων ἀσαφῶς μὲν ἔχει διὰ τὴν ἔλλειψιν, δηλοῖ δὲ τὸ, ὡρμήθη θεοῦ. ὃ πρὸ ὀλίγων ἐγράφη ἔνθα ἐμπνέεσθαι ὑπὸ Μούσης ὁ ἀοιδὸς ἐλέγετο. οὔτε τὴν ἐρωτικὴν ἐκείνην ᾠδὴν καὶ γελωτοποιὸν, ἄνευ Μούσης ἐπιπνεούσης ἐκθέμενος, οὔτε τὴν στρυφνὴν καὶ ἀνδρικὴν τὴν κατὰ τὸν δούρειον ἵππον. ἐν αἷς καὶ τὴν μουσικὴν ἐνεδείξατο δύναμιν. τέρπουσαν μὲν πανταχοῦ, ἄλλως μέντοι καὶ ἄλλως. καὶ οὐδὲ ἀεὶ γέλωτα ὑποκινοῦσαν. ἀλλ' ἔστιν οὗ καὶ δακρύων ῥοὴν ἀμαρεύουσαν. ἐν μὲν οὖν τοῖς κατὰ τὴν Ἀφροδίτην καὶ τὸν Ἄρην ἅπαντες διεχέοντο, ἐν δὲ τοῖς περὶ τοῦ δουρείου ἵππου οἱ μὲν ἄλλοι τέρπονται τῷ καινῷ τῆς κατὰ τὴν ἀοιδὴν ἱστορίας, Ὀδυσσεὺς δὲ κλαίει ἄμετρα, ὡς εἴρηται. καὶ τοῦτο μὲν τοιοῦτον. ὁ δὲ ὀϊζυρὸς γόος ὁ αὐτός ἐστι τῷ δακρυόεντι γόῳ. (Vers. 547.) Ὅτι σεμνύνων ὁ ποιητὴς τήν τε ξενίαν τήν τε ἱκετείαν φησὶ γνωμικῶς οὕτως. ἀντὶ κασιγνήτου ξεῖνός θ' ἱκέτης τε τέτυκται ἀνέρι, ὅστ' ὀλίγον περ ἐπιψαύει πραπίδεσσιν ὅ ἐστι φρεσί. τοῦτο δὲ ἀντιπτωτικῶς κεῖται, ἵνα λέγῃ ὅτι ἀνδρὶ ὃς ὀλίγον τι ἐπιψαύει φρενῶν, τίμιον ὁ ἱκέτης καὶ ὁ ξένος. (Vers. 548.) πολλῷ δὴ πλέον τῷ βαθυγνώμονι ὁ τοιοῦτος ἀνὴρ τίμιος. περιπέφρασται δὲ τὸ, ἀνέρι ὅστ' ὀλίγον καὶ ἑξῆς. ἔστι γὰρ ὁ ὁλὸς στίχος ἀντὶ τοῦ ἀνέρι φρονίμῳ. (Vers. 549.) Ὅτι πρόκλησιν ἀληθείας ἀναγκαίας δηλοῖ τὸ, μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν, ὅττι κέ σ' εἴρωμαι ὅ ἔστιν ἐρωτήσω. φάσθαι δέ σε κάλλιόν ἐστιν. (Vers. 550.) εἰ δὲ καὶ ὄνομα οἰκεῖόν τε καὶ πατρίδος ἐρωτᾶταί τις, ἁρμόζει καὶ τὰ ἐφεξῆς. εἰπὲ ὄνομα ὅ σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε ἄλλοι θ' οἱ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν. οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστιν ἀνθρώπων οὐ κακὸς οὐδὲ μὲν ἐσθλὸς, ἐπὴν τὰ πρῶτα γένηται. ἀλλ' ἐπὶ πᾶσι τίθενται ἐπεί κε τέκωσι τοκῆες. (Vers. 552.) καὶ ἔστιν ἀστεῖος ὁ τοιοῦτος λόγος. μονονουχὶ γάρ φησιν ὡς εἰ καὶ πάντα τις ἀποφήσει μὴ ἔχειν, ἢ καὶ πίνεσθαι πάντων ἐρεῖ τῶν κατὰ βίον ἀλλ' οὖν οὐκ ἂν εἴποι μὴ δὲ ὄνομα κύριον ἔχειν ὃ ἐκ γενετῆς αὐτῷ τίθεται. τοῦτο γὰρ δηλοῖ ἐνταῦθα ὁ ἀνώνυμος, ῥηθεὶς οὕτως, κατὰ ἰδέαν δρυμύτητος, παρὰ τὸ μὴ ἔχειν ὄνομα ὅ ἐστι κλῆσιν. καὶ Ὅμηρος μὲν οὕτω φησὶ, τοῦ κοινοῦ καὶ ὡς ἐπὶ πλεῖστον στοχασάμενος. οἱ δὲ παλαιοὶ ἔθνος Λιβυκὸν ἑσπέριον ἱστοροῦσι τοὺς Ἄτλαντας. ἐν ᾧ οὐδεὶς τῶν ἐκεῖ κυρίου ἐκληρονόμει ὀνόματος. καὶ εἴρηται περὶ τούτου ἐν τοῖς τοῦ περιηγητοῦ. Ἰστέον δὲ ὅτι τὸ, οὐ πάμπαν ἀνώνυμος δύναται καὶ πρὸς ἀκρίβειαν διασταλτικὴν ὁμωνυμίας εἰρῆσθαι. ἄλλως μὲν γὰρ (Vers. 550.) εἴη ἄν τις ἀνώνυμος ὡς ἀκλεὴς καὶ μὴ ὀνομαστός. ἀνώνυμος δὲ οὐκ ἂν εἴη ὡς μὴ ἔχειν τι κύριον ὄνομα. (Vers. 551.) Τὸ δὲ μήτηρ τε πατήρ τε ἄλλοι τε οἱ κατὰ ἄστυ τουτέστιν οἱ πολίται, καὶ οἳ περιναιετάουσι τουτέστιν οἱ πέριξ οἰκοῦντες ἐγχώριοι, οἱ τοῦ ἔθνους δηλαδὴ, οὐ μάτην ἔχει προσθήκην τοῦ, ἄλλοι τε καὶ τῶν ἑξῆς, ἀλλὰ διότι ἔστιν ὅτε ἄλλο μὲν ὄνομα ἐκάλουν τινὰ οἱ γονεῖς, ἄλλο δὲ οἱ πολίται καὶ οἱ πέριξ, ὡς καὶ ἡ ἐν Ἰλιάδι γυνὴ δηλοῖ, ἣν οἱ τεκόντες μὲν Ἀλκιόνην ἐκάλουν, Κλεοπάτραν δὲ οἱ λοιποί. (Vers. 553.) Τὸ δὲ ἐπὴν τὰ πρῶτα γένηται, ἑρμηνεύεται διὰ τοῦ ἐπεί κε τέκωσι τοκῆες. ὃ καὶ τρόπον ἐτυμολογίας ἔχει ἐν τῷ, τέκωσι τοκῆες. (Vers. 555.) Ὁ δὲ περὶ τοῦ ὀνόματος ἐρωτήσας ὡς ἐῤῥέθη τὸν Ὀδυσσέα προσεπάγει καὶ τὸ, εἰπὲ δέ μοι γαῖάν τε τεὴν δῆμόν τε πόλιν τε. (Vers. 556.) καὶ ἀναγκάζων ἐνταῦθά γε τὸν ξένον εἰς ἀπόκρισιν ἀληθῆ μὴ καὶ ῥᾳδιουργήσῃ ἐπὶ τῷ λόγῳ ἐκφοβεῖ λέγων, οὐ πρὸς καλῶν αὐτῷ ἔσεσθαι τὸ ψεύσασθαι. φησὶ γάρ. ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες. ἤγουν ἵνα εἰπόντος σου τὴν πατρίδα γῆν τε καὶ πόλιν, πέμψωσί σε εἰς αὐτὴν αἱ καθ' ἡμᾶς νῆες καταστοχασάμεναι φρεσὶ τῆς τοιαύτης χώρας. οὕτω πάνυ τολμᾷ ὁ Ὁμηρικὸς Ἀλκίνοος τερατεύεσθαι, ὥστε τὰς Φαιακικὰς νῆας μὴ μόνον ἁπλῶς ἐμψύχους, ἀλλὰ καὶ αὐτομαθῶς ἐλλόγους καὶ ἔμφρονας καὶ πολυΐστορας ποιεῖν, μεταγαγὼν τεραστείως εἰς τὰς νῆας τὴν τῶν πολυπείρων ναυτίλων ἀρετήν. (Vers. 557.) καὶ ἔστι μὲν τοιοῦτόν τι καὶ ἡ ἐν τῇ καθ' Ἡσίοδον Θεογονίᾳ κειμένη Αὐτονόη ὡς καὶ ἀλλαχοῦ ὑπελαλήθη. ἀλλ' ὁ ποιητὴς ἐνταῦθα πάνυ τερατωδέστερον ἀγορεύει, λέγων οὕτως. οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν. οὐδέ τι πηδάλι' ἐστὶ τά τ' ἄλλαι νῆες ἔχουσιν, ἀλλ' αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν. καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς ἀνθρώπων. ἐντεῦθεν οἱ μεταγενέστεροι ἐπὶ πλέον ἄλλοθι τερατείας τραπόμενοι φωνήεσσαν τῇ ἀργοῖ τὴν τρόπιν ὡς ἐκ τῆς Δωδωναίας δρυὸς προσπλάττουσιν. ὃ δὴ καὶ μόνον ταῖς Φαιακικαῖς ναυσὶν ἐνέλιπε. καὶ ἔστιν ἡ τοῦ Φαία-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
