Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.316.1
Not analysed yet
κος βασιλέως πρὸς τὸν ξένον ἐν τούτοις ἐκφόβησις, ὡς ἐπεὶ αἱ κατ' αὐτὸν νῆες τοιαῦται, οὐκ ἂν τύχοι νόστου μὴ ἀληθῶς εἰπὼν ποίας ὥρμηται γῆς, ἀλλ' ἐκεῖ ἀπαχθήσεται ὅποι ψεύσεται. καὶ Ὀδυσσεὺς εὖ εἰδὼς τὴν τερατολογίαν, οἶδε γὰρ οὐ πάνυ μακρὰν ἀλλήλων διῳκισμένας τήν τε τῶν Φαιάκων νῆσον καὶ τὴν Ἰθάκην, ὅμως ἀνέχεται, καὶ δοκεῖ πιστεύειν. τάχα που κἀνταῦθα ὑποφωνῶν ἑαυτῷ τὸ, τέτλαθι κραδίη. (Vers. 561.) ὁ δέ γε βασιλεὺς τὰς Φαιακικὰς σεμνύνων νῆας, ἐπιφέρει καὶ ὅτι λαῖτμα τάχισθ' ἁλὸς ἐκπερόωσιν, ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι. οὐδέ ποτέ σφιν οὔτε πημανθῆναι ἔπι δέος οὔτ' ἀπολέσθαι. τούτων δὲ τὸ μὲν τάχιστα ἐκπερᾶν ὡς ὠκυπόρους, πιθανὴν ποιεῖ τὴν διὰ μιᾶς νυκτὸς ἀποκατάστασιν τοῦ Ὀδυσσέως εἰς τὴν Ἰθάκην. Τὸ δὲ ἠέρι καὶ νεφέλῃ κεκαλύφθαι, πιθανολογεῖ τὸ τῆς νήσου τῶν Φαιάκων ἀνεπιβούλευτον. εἰ γὰρ μὴ βλέποιντο αἱ ἐκεῖθεν πλέουσαι νῆες, οὐδ' ἄν τις τοῦ ἐκεῖ σε πλοῦ πάνυ καταστοχάσαιτο. (Vers. 563.) Τὸ δὲ οὔτε πημανθῆναι ἔπι δέος οὔτ' ἀπολέσθαι, ἀπτόητον τηρεῖ τὸν Ὀδυσσέα εἰς τὸ μὴ παθεῖν κίνδυνον ἐν τῷ ἀποπλέειν. ἐπειδὴ δὲ πάνυ τερατώδη τὰ τοιαῦτα, καὶ ἦν εἰκὸς πολυπραγμονεῖσθαι ποῦ ποτ' ἂν τοιαύτη νῆσος οὖσα λάθοι διὰ τέλους ἅπαντας, πλάττει ὁ ποιητὴς τὸν βασιλέα χρησμοῦ τινὸς ἀναμνησθέντα παλαιοῦ. ὃς φόβον ἐνέσειε Φαίαξι, νῆά τε αὐτῶν ἐκ πομπῆς ξένου ἀνιοῦσαν ῥαισθῆναι, μέγα τε αὐτοῖς ὄρος τῇ πόλει ἀμφικαλύψειν τὸν Ποσειδῶνα, ἐκμοχλεύσαντα δηλαδὴ τὸ ἐγχώριον ὄρος καὶ ἐπικατασείσαντα τῇ Φαιακικῇ πόλει εἰς ὄλεθρον κάλλυμμα. καὶ ἔστι λοιπὸν κἀνταῦθα, ὡς καὶ ἐπὶ τοῦ κατὰ Τροίαν Ἑλληνικοῦ τείχους, εἰπεῖν προσφυῶς ὅτι ὁ πλάσας Ὅμηρος τὰ κατὰ τὴν τερατώδη Φαιακίαν ἐκεῖνος καὶ ἠφάνισεν, ἵνα ἔχοι λέγειν ὁ ποιητικὸς ἀνὴρ, ὡς ἦν μέν ποτε τὰ κατὰ τοὺς Φαίακας. Ποσειδῶνος δὲ ἀγασαμένου, ἠφάνισται καθὰ ἔπαθον καὶ ἄλλαι πόλεις πολλαί. (Vers. 566.) καὶ οὕτω μένει τὸ ψεῦσμα τοῦ ποιητοῦ ἀνεξέλεγκτον. ἔστι δὲ ἡ κατὰ τὸν Ἀλκίνοον φράσις ἐν τούτοις τοιαύτη. ἀλλὰ τόδε ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάων' ἀγάσασθαι ἡμῖν οὕνεκα πομποὶ (Vers. 570.) ἀπήμονες εἰμὲν ἤγουν ἐσμὲν, ἁπάντων. φῆ ποτὲ Φαιήκων ἀνδρῶν εὐεργέα νῆα ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ ῥαισέμεναι. μέγα δ' ἡμῖν ὄρος πόλει ἀμφικαλύψειν. ἐπεὶ δὲ τοῦτο ἐμποδῶν ἐστὶ τῇ τοῦ ξένου πομπῇ οὕτως ἁπλῶς εἰς νοῦν ἐλθεῖν τῷ βασιλεῖ καὶ ἐκφοβῆσαν αὐτὸν, ἐπιφέρει εὐθὺς ὁ ποιητὴς διὰ πιθανότητα τὸ, ὣς ἀγόρευ' ὁ γέρων. τὰ δέ κεν θεὸς ἢ τελέσειεν ἢ ἀτέλεστα εἴη ὥς οἱ φίλον ἔπλετο θυμῷ. ὃ δὴ πᾶς ἂν παραμυθητικῶς εἴποι ἐπὶ φόβῳ κακοῦ τινὸς μέλλοντος. Ἰστέον δὲ ὅτι τὸν τοιοῦτον χρησμὸν ἐρεῖ καὶ ἐν τοῖς ἑξῆς ὁ ποιητὴς περί που τὴν τοῦ ν ῥαψῳδίαν. ἔνθα καὶ νηὸς μὲν ὄλεθρον τῆς τὸν Ὀδυσσέα κομισάσης ἐκτίθεται, οὐ μὴν δὲ καὶ πόλεως τῆς τῶν Φαιάκων ἀφανισμόν. οὐ γὰρ ἀναιδέστερον ἐθέλει τοῖς μυθικοῖς ἐμφιλοχωρεῖν, ἀλλ' ἀρκεῖται μόνον οἷς προεκθετικῶς ἐνέφῃνε. Σημείωσαι δὲ καὶ ὅτι ἐνταῦθα μὲν τὸ κατὰ τὸν χρησμὸν χωρίον ὀβελίσκους ἔχει μετὰ ἀστέρων. δι' ὧν δηλοῦται, ὡς ἐνταυθοῖ μὲν οὐ καλῶς κεῖνται τὰ ἔπη, ἀλλαχοῦ δὲ ἄριστα ἔχει. δοκεῖ γὰρ οὐ πιθανῶς πλασθῆναι τὸ πεμφθῆναι οἴκαδε ξεῖνον ὑπὸ Φαιάκων ἔχθιστον τῷ Ποσειδῶνι, οὗ τὸν φόβον ἐπέσειεν ὁ χρησμὸς τοῖς Φαίαξιν. οἳ μεμνημένοι μὲν τοῦ χρησμοῦ οὐκ ἂν πιθανῶς ἀποπέμψαι τὸν ξένον τολμήσωσι, μὴ μεμνημένοι δὲ καὶ διατοῦτο πέμψαντες μνησθεῖεν ἂν τοῦ χρησμοῦ ὅτε κακῶς πάθωσιν ἐν τῇ ῥαψῳδίᾳ τῆς ν. τέως γε μὴν, πιθανότης ἐνταῦθα προκαταβέβληται τῆς περὶ τοῦ Κύκλωπος διηγήσεως. εἰ γὰρ εἰδὼς ὁ βασιλεὺς τὰ τοῦ εἰρημένου χρησμοῦ οὐκ ἀντέχεται αὐτοῦ γενναίως, ἀλλ' ἐνδοιάζων λέγει τὰ δέ κεν θεὸς ἢ τελέσειεν ἢ ἀτέλεστα εἴη, οὐκ ἀπιθάνως ἄρα θαῤῥήσει ὁ Ὀδυσσεὺς τὰ κατὰ τὸν Κύκλωπα διηγήσασθαι ἐφ' οἷς ὁ Ποσειδῶν ἐχολώσατο. καὶ τοιάδε μὲν ταῦτα. (Vers. 555.) Ἐν δὲ τῷ, γαῖάν τε δῆμόν τε πόλιν τε, γαῖαν μὲν τὴν χώραν λέγει, πόλιν δὲ τὴν πατρίδα, δῆμον δὲ, ὡς εἰκὸς, μέρος τι τῆς πατρίδος εἴτι που ἔχει τμῆμα ὀνομαστὸν, κατὰ τοὺς παρὰ πολλοῖς ῥεγεῶνας. ἢ τὰς Κρητικὰς τόρμας. ἢ καὶ κατὰ τοὺς Ἀττικοὺς δήμους, οὕτω γὰρ Δημοσθένης Ἕλλην ὢν κατὰ γαῖαν Ἀθηναῖος δὲ κατὰ πόλιν Παιανιεὺς ἦν ἐκ τῶν δήμων. ὥσπερ ἕτερός τις Αἰξωνεύς. ἄλλος δὲ Μυῤῥινούσιος. τοιούτῳ δέ τινι λόγῳ καὶ μέρος τι τῆς Ἰθάκης δῆμος ἐλέγετο. εἰκὸς δὲ καὶ ἄλλως ἑτερώνυμα εἶναι τὸν ἐν τῇ πόλει δῆμον καὶ αὐτὴν τὴν πόλιν, ὥς που καὶ ἐν τῇ Ἰλιάδι ἐφάνη. οὕτω γὰρ πόλις μὲν Εὔβοια, δῆμος δὲ αὐτῆς ἑτερωνύμως Ἄβαντες παρ' Ὁμήρῳ οὐ μὴν Εὐβοεῖς. εἰπεῖν δὲ καὶ ἄλλως ἁπλούστερον, δῆμον τοὺς πολίτας λέγοι ἄν. ἐπεὶ καὶ περιέχει γαῖα μὲν πόλιν, πόλις δὲ δῆμον.