# Commentarii ad Homeri Odysseam 1.317.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.317.1

(Vers. 556.) Τὸ δὲ τιτύσκεσθαι φρεσὶ πρὸς διαστολὴν ἐῤῥέθη τοῦ, τόξῳ τιτύσκεσθαι, ἢ σφενδόνῃ. λέγεται γὰρ ἐπὶ τοιούτων μάλιστα τὸ τιτύσκεσθαι, λέξις ὂν ποιητικὴ ἀχρεία λόγῳ πεζῷ, εἰ μὴ ἄρα παραπλέκοιτο. (Vers. 563.) Τὸ δὲ οὔτ' ἀπολέσθαι διαφορὰν ἔχει πρὸς τὸ μὴ πημανθῆναι, τοῦτο μὲν γὰρ οὐ παντελῆ δηλοῖ φθορὰν, τὸ δὲ ἀπολεσθὲν εἰς τὸ μὴ εἶναι ἦλθε. (Vers. 566.) Τὸ δὲ οὕνεκα πομποὶ ἀπήμονες ἐσμὲν ἁπάντων διδάσκει καὶ αὐτὸ, μὴ ἀδιάκριτον τὴν ξενίαν εἶναι ἁπλῶς πρὸς τυχόντας. ὃ καὶ ἐν Ἰλιάδι ἐλέχθη ἐν τῷ, πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων. καὶ γὰρ ὁ ἐκεῖσε τοιοῦτος πανδοκεὺς ἔπαθέ τι κακόν. (Vers. 567.) Τὸ δὲ εὐεργέα νῆα, πρὸς ἔκπληξιν κεῖται. οὐ γὰρ ἁπλῶς ναῦς ῥαισθήσεται σαθρὰ τυχὸν ἢ εἰκῇ νεναυπηγημένη, ἀλλ' εὐεργής. (Vers. 563.) Ἀνιοῦσαν δὲ τὴν ἐπανερχομένην λέγει. (Vers. 569.) Ἐν δὲ τῷ, μέγα δ' ἧμιν ὄρος πόλει ἀμφικαλύψειν, σημείωσαι ὅτι τὸ ἡμῖν ἐγκλιθὲν συνέστειλεν ἀσυνήθως τὴν λήγουσαν καὶ διατοῦτο προπεριεσπάσθη. Τὸ δὲ ἀμφικαλύψειν εἴρηται μὲν πρὸς ὁμοιότητα τοῦ, κεκαλυμμένοι ἵππῳ. καὶ τῶν ὁμοίων, δηλοῖ δὲ ἀφανισμὸν πόλεως ὑπὸ ὄρους ὡς καὶ πρὸ ὀλίγων ἐῤῥέθη. (Vers. 573.) Ὅτι προεκθετικὴ ἀφορμὴ τῆς ἐφεξῆς τοῦ Ὀδυσσέως πολυλογίας γίνεται ἡ ἐνταῦθα τοῦ Ἀλκινόου τοιαύτη ἐρώτησις. ἀλλ' ἄγε μοι εἰπὲ ὅπῃ ἀπεπλάχθης τε καὶ ἅς τινας ἵκεο χώρας ἀνθρώπων, αὐτούς τε, πόλεις τ' εὖ ναιεταώσας. ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, οἵ τε φιλόξενοι, καί σφι νόος ἐστὶ θεουδής. Φιλομαθὴς δὲ ἐν τούτοις ὑποτίθεται εἶναι ὁ βασιλεὺς, ὃς ἐθέλει μαθεῖν καὶ τὸ αἴτιον τοῦ κατὰ τὸν Ὀδυσσέα λόγου, εἰπών. (Vers. 577.) εἰπὲ δ' ὅ, τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ Ἀργείων ἤγουν ὑπὲρ τῶν Ἀργείων Δαναῶν ἠδ' Ἰλίου (Vers. 578.) οἶτον ἀκούων. περὶ οὗ οἴτου καὶ πρὸ ὀλίγων καὶ ἐν ἄλλοις δὲ εἴρηται. ὅν φησι θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δ' ὄλεθρον ἀνθρώποις. ἵνα ᾖ καὶ ἐσσομένοισιν ἀοιδή. (Vers. 581.) εἶτα προσεπερωτᾷ καὶ εἴπερ τοιόσδε ἢ τοιόσδε αὐτῷ συγγενής τις ὤλετο ὑπὲρ οὗ θρηνεῖν αὐτὸν εἰκὸς ὡς εὐθὺς ῥηθήσεται. (Vers. 575.) Ἰστέον δὲ ὅτι τὸ, οὐδὲ δίκαιοι, ἑρμηνεία ἐστὶ τοῦ ἄγριοι. ἄλλως γὰρ οὐκ εἰκὸς ἀγρίους ἀνθρώπους εἶναι κατὰ τὰ ἄλογα. (Vers. 577.) Τὸ δὲ ὀδύρεσθαι ἔνδοθι θυμῷ, οὐ στεναγμὸν δηλοῖ μόνον ἀλλὰ καὶ ἁπλῶς λύπην βαθεῖαν ἐνδιάθετον. (Vers. 579.) Περὶ δὲ τοῦ ἐπεκλώσαντο, ἐῤῥέθη πολλαχοῦ ἔνθα καὶ περὶ ἀτράκτου μοιρῶν καὶ νήματος καὶ τοῖς κατ' αὐτὸ εἰλήσεως. Ὁ δὲ οἶτος τῶν Δαναῶν καὶ τῶν Ἰλιέων ὅς ἐστι καὶ τοῖς ἐσομένοις ἀοιδὴ τὴν Ὁμηρικὴν Ἰλιάδα αἰνίττεται. (Vers. 581.) Ὅτι συγγενικά τινα ἐκθέσθαι βουληθεὶς ὁ ποιητὴς ὀνόματα ὃ δὴ πραγματεία τῶν τισὶ μεθ' Ὅμηρον γέγονε, πλάττει τὸν Ἀλκίνοον ἐρωτῶντα οὕτως. ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρό. ἐσθλὸς ἐὼν γαμβρὸς ἢ πενθερὸς οἵ τε μάλιστα κήδιστοι τελέθουσι μεθ' αἷμά τε καὶ γένος αὐτῶν. ἤ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδὼς ἐσθλός. (Vers. 585.) εἶτα ἐπάγει γνωμικόν. ἐπεὶ, οὐ μέν τι κασιγνήτοιο χερείων γίνεται ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ. (Vers. 581.) Καὶ ὅρα ὅτι ἄγαν ἐπαινεῖ τὴν καθαρὰν φιλίαν εἴγε μὴ χερείονα κασιγνήτου τὸν ἐσθλὸν φίλον φησί. Σημείωσαι δὲ ὅτι περὶ πηοῦ καὶ ἑταίρου ἐρωτήσας ὁ βασιλεὺς οὐκ ἐσίγησεν οὐδὲ τοὺς καθ' αἷμα, εἰπών. μεθ' αἷμά τε καὶ γένος αὐτῶν. οἱονεὶ λέγων ὡς εἴπερ πηοῦ μέμνημαι καὶ ἑταίρου, πολλῷ πρότερον περὶ συγγενοῦς ἐρωτῶ. τούτου δὲ ἐνδεικτικὸν καὶ τὸ, ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο. ὁ γὰρ και σύνδεσμος δευτερεύειν δηλοῖ τὸν πηὸν τοῦ ἐξ αἵματος γένους. Τῶν δὲ ῥηθεισῶν οἰκειοτήτων τοιαύτη τις κατὰ τὸν ποιητὴν ἡ διαίρεσις. τῶν δι' οὓς λυπούμεθα, οἱ μὲν πηοί εἰσι τουτέστιν ἀγχισταὶ καὶ κλητοὶ συγγενεῖς παρὰ τὸ πῶ τὸ κτῶμαι. ὧν κήδιστοι γαμβρὸς καὶ πενθερός. οἱ δὲ φύσει συγγενεῖς. καὶ τούτων οἱ μὲν αἷμα ὡς οἱ παῖδες, οἱ δὲ ἁπλῶς γένος ὡς ἀδελφοὶ αὐτανέψιοι. ἀνεψιοί. εἰσὶ δέ τινες καὶ οὐδέτερον τούτοιν, τουτέστιν οὔτε πηοὶ οὔτε συγγενεῖς, ἀλλ' ἑταῖροι. μάλιστα δὲ ἄλλως εἰπεῖν, τοιαύτη ἡ τοῦ ποιητοῦ ἐνταῦθα διαίρεσις. τῶν δι' οὓς λυπούμεθα, οἱ μὲν, γνήσιοι. τουτέστι τοῦ ἡμετέρου γένους. οἱ δὲ, οὔ. τῶν δὲ πρὸς γένους, οἱ μέν, αἷμα. οἱ δὲ, γένος ὀνόματι γενικῷ. τῶν δ' αὖ μὴ τοιούτων οἱ μὲν πηοί, οἱ δὲ ἑταῖροι. Καὶ ὅρα ὅτι φανερῶς ἐνταῦθα πηὸν ἔφη τὸν ἐπίκτητον συγγενῆ ὁποῖος καὶ ὁ πενθερὸς καὶ ὁ γαμβρός. οἳ ἐσθλοὶ ἐόντες κήδιστοι ἂν εἶεν μετὰ τὸ αἷμα καὶ τὸ γένος. ὡς τοῦ αἵματος καὶ τοῦ γένους προτιμητέων μᾶλλον ὄντων. Ἐκ δὲ τοῦ κήδεσθαι οὐ μόνον κήδιστοι, ἀλλὰ καὶ κηδεσταὶ οἱ τοιοῦτοι πηοὶ λέγονται. (Vers. 584.) Ἐσθλὸν δὲ ὑπογράφει ἑταῖρον τὸν κεχαρισμένα εἰδότα καὶ ὃς ἂν πεπνυμένα εἰδῇ, ὃν οὐδὲ τίθησι μετὰ κασίγνητον ὥσπερ ὁ ἐσθλὸς πηὸς καθ' αἷμα καὶ γένος κήδιστός

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
