# Commentarii ad Homeri Odysseam 1.321.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.321.1

ὅτι χθαμαλὴ μὲν, ὡς τῇ ἀντικρὺ Ἠπείρῳ πρόχωρος, πανυπερτάτη δὲ, ὡς πρὸς τὰς ἐκεῖ πάσας ἐσχάτη τετραμμένη πρὸς Ἄρκτον. τοῦτο γὰρ σημαίνει φησὶ τὸ, πρὸς ζόφον. οὔτε γοῦν ἁπλῶς ταπεινὴ ἀλλὰ πρόσχωρος τῇ Ἠπείρῳ ἐγγυτάτω οὔσῃ ἀντιπέραν, οὔθ' ἁπλῶς ὑψηλοτάτη, ἀλλὰ πανυπερτάτη πρὸς ζόφον, ἤγουν ἐσχάτη πρὸς ἄρκτον ὑπὲρ πάσας. (Vers. 27.) Τὸ δὲ τρηχεῖα, ἱστορικῶς εἴρηται καθὰ καὶ πρὸ τούτων τὸ αἰγίβοτος, ἵνα λέγῃ ὥσπερ ἐκεῖ ὅτι αἰγίβοτός ἐστιν ἡ Ἰθάκη, οὕτω καὶ νῦν ὅτι τρηχεῖα ἐστίν. οὗ ἀντίθετον εὐθὺς τὸ, ἀλλ' ἀγαθὴ κουροτρόφος ὡς προεγράφη. καὶ ἔστι τὸ νόημα μίγμα ψόγου τε καὶ ἐπαίνου. ἐν ᾧ καὶ τὸ φιλόπατρι τοῦ Ὀδυσσέως δηλοῦται καὶ τὸ φιλάληθες, εἰ μὴ ἀποκρύπτει τὰ τῆς πατρίδος ἐλαττώματα, καὶ τὸ μὴ ἐμποδὼν εἶναι χώρας λυπρότητα πρὸς γένεσιν ἀνδρὸς ἀγαθοῦ. (Vers. 28.) Σημείωσαι δὲ καὶ ὅτι τεχνικωτέρα ἐγκωμιαστικὴ μέθοδος ἡ τοῦ Ὀδυσσέως ἐπὶ Ἰθάκῃ παρὰ τὴν τοῦ Τηλεμάχου. οἷα τοῦ ποιητοῦ, κάλλιον ἐπίτηδες χαρισαμένου τῷ γέροντι ῥήτορι. Τὸ δὲ οὔτι ἔγωγε δύναμαι, ἀποφαντικῶς ἔφη λόγῳ σεμνότητος. (Vers. 31.) Τὸ δὲ ἧς γαίης, ἧς πατρίδος εἶπεν ὑποκατιών. Κίρκη δὲ νῦν μὲν συνήθως κύριον ὄνομα, ἐξ ἧς που καὶ Κιρκαῖον πεδίον. ὅτι δὲ καὶ ὄρνιθος ὄνομα ἡ κίρκη δηλοῦσιν οἱ παλαιοί. ὧν καὶ ὁ Αἰλιανός. ἄλλο δέ τι ἡ τοιαύτη παρὰ τὸν κίρκον. (Vers. 32.) Τὸ δὲ Αἰαίη, ἀντὶ τοῦ Κολχικὴ κατὰ ἐπωνυμίαν τοπικήν. Αἶα γὰρ πόλις Κολχίδος παρά τε ἄλλοις καὶ παρὰ Λυκόφρονι. ἧς ὁ πολίτης Αἰαῖος. καὶ ἡ πολίτις Αἰαία. καὶ ἡ νῆσος δὲ τῆς Κίρκης Αἰαία, διὰ τὴν τοιαύτην Κίρκην. ἄλλως γὰρ εἴπερ πρωτοτυπίαν ἔχει ἡ Αἰαῖα νῆσος διὰ τῶν δύο αι, ὤφειλεν ἡ ἀπ' αὐτῆς Κίρκη ἔχειν καὶ τρίτον αι, ἵνα ἦν Αἰαιαίη, ὅ περ οὐκ ἔστι διά τε τὸ κακόφωνον καὶ διὰ τὴν ῥηθεῖσαν ὁμωνυμίαν. Ὁ δὲ γεωγράφος Αἶαν εἰπὼν πόλιν περὶ τὸν Φάσιν λέγει καὶ ὅτι περὶ τὴν τοιαύτην Κολχικὴν Αἶαν καὶ Αἰαίη νῆσος ἡ τῆς Κίρκης. ὅτι δὲ καὶ Αἰήτης ὁ ἥρως ἀπὸ τῆς τοιαύτης Αἴας ἐκλήθη, δηλοῦσιν οἱ παλαιοί. (Vers. 34.) Τὸ δὲ δεύτερον περὶ πατρίδος γνωμικὸν πλατύτερόν ἐστι τοῦ πρώτου, παραφραστικῶς τε παραποιηθὲν καὶ προσθήκην ἔχον τὴν τῶν γονέων, καὶ διαφορὰν τοπικήν. (Vers. 36.) Τὸ δὲ γαίη καὶ τὸ ναίη, ἔχει τι κάλλους διὰ παρίσωσιν. (Vers. 37.) Ὅτι ἀρξάμενος Ὀδυσσεὺς διηγεῖσθαι παρὰ Φαίαξι τὴν κατ' αὐτὸν πλάνην, ἀφ' ἧς φανεῖται πολλῶν ἀνθρώπων ἰδὼν ἄστεα καὶ νόον γνοὺς, κατὰ φύσιν τάττει τὰ πράγματα. καὶ εὐτάκτως προϊὼν φησὶν ὅτι κατὰ τὸν πολυκηδέα νόστον, ὅν μοι Ζεὺς ἐφέηκε Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν. Ἰσμάρῳ. (Vers. 40.) ἔνθα δ' ἐγὼ πόλιν ἔπραθον. ὤλεσα δ' αὐτούς. ὡς τῶν Τρώων δηλαδὴ συμμάχους καθὰ καὶ ἡ Βοιωτία δηλοῖ. ἐκ πόλιος δ' ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες δασσάμεθα. (Vers. 42.) ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης. ἧς καθόλου ἐπεμελοῦντο οἱ παλαιοὶ ἔν τε τραπέζῃ καὶ ἄγρας μερισμῷ καὶ λείας δασμῷ. Ἀχιλλεὺς οὖν διαλοιδορεῖταί που τῷ βασιλεῖ, ὅτι ὀλίγα διδοὺς πολλὰ ἐκεῖνος εἶχε. Δῆλον δὲ ὅτι ἐν τῷ, ἴσης, λείπει τὸ, μοίρας. διὸ καὶ λαμβάνεται ἡ λέξις ἀντὶ ἰσομοιρίας. (Vers. 40.) Ἔστι δὲ ἁλώσεως πόλεως ἔκφρασις τὸ, πόλιν ἔπραθον. ὤλεσα δ' αὐτούς. καὶ τὸ ἑξῆς. εἶτα διηγεῖται καὶ ὡς ἐγὼ μὲν διερῷ ποδὶ φευγέμεν ἡμέας ἠνώγεα. τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο, πολλὰ δὲ μῆλα ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς. τόφρα δ' ἂρ οἰχόμενοι Κίκονες οἱ περὶ Ἴσμαρον τοῖς λοιποῖς Κικόνεσσι γεγώνευν οἵ σφισιν γείτονες ἦσαν ἅμα πλέονες καὶ ἀρείους, Ἤπειρον ναίοντες. (Vers. 49.) οὓς καὶ δεικνύων πῶς ἦσαν ἀρείους, φησὶν ἐπαινετικῶς. ἐπιστάμενοι μὲν ἀφ' ἵππων ἀνδράσι μάρνασθαι, καὶ ὅθι χρὴ πεζὸν ἐόντα. (Vers. 51.) ὧν καὶ τὸ πλῆθος ἐμφαίνων δηλῶν δὲ καὶ τὴν τῆς πολεμικῆς ἐπικουρίας ὥραν, ἐπιφέρει. ἦλθον ἔπειθ' ὅσα φύλλα καὶ ἄνθεα γίνεται ἦρος ἢ ὥρῃ τῇ τοῦ ἔαρος δηλαδὴ ὡς πολλαχοῦ κεῖται, (Vers. 52.) ἠέριοι τουτέστιν ὀρθρινοὶ, ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ. ἐν ᾗ καὶ ἡ τῶν φύλλων καὶ ἀνθέων ἐῤῥέθη παραβολή. καὶ τότε δή φησι κακὴ Διὸς αἶσα παρέστη ἡμῖν αἰνομόροισιν ἵν' ἄλγεα πολλὰ πάθωμεν. στησάμενοι δ' ἐμάχοντο μάχην παρὰ νηυσί. βάλλον δ' ἀλλήλους χαλκήρεσιν ἐγχείῃσι. (Vers. 56.) καὶ ἕως μὲν καὶ εἰς μεσημβρίαν ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας. ἦμος δ' Ἠέλιος μετενίσσετο βουλυτόνδε, καὶ τότε δὴ Κίκονες (Vers. 59.) κλῖναν δαμάσαντες Ἀχαιοὺς, ὅ ἐστιν εἰς φυγὴν ἐτρέψαντο. ἓξ δ' ἀφ' ἑκάστης νηὸς (Vers. 60.) ἑταῖροι ὤλοντο, οἱ δ' ἄλλοι φύγομεν θάνατόν τε μόρον τε. ἐνταῦθα δ' ἐπιφύεται Ζωΐλος ὁ ὁμηρομάστιξ, λέγων, ἀπιθάνως ἴσους ἀφ' ἑκάστης ἀπολέσθαι νηὸς καθάπερ ἐξ ἐπιτάγματος. οἱ δὲ λύοντες ἀντιλέγουσιν αὐτῷ πιθανῶς ἐκ τοῦ ἀποτελέσματος, ὡς ἐλλογηθέντων τῶν ἀπολω-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
