# Commentarii ad Homeri Odysseam 1.322.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.322.1

λότων ταῖς ὅλαις ναυσί. καὶ ἀπὸ τοῦ πρῴην ἀριθμοῦ ἐπιλειπόντων μιᾷ ἑκάστῃ ἀνὰ ἓξ ἀνδρῶν. εἶτα εἰπὼν Ὀδυσσεὺς ὡς ἔνθεν δὲ προτέρω πλέομεν, προστίθησι καὶ ὅτι οὐδ' ἄρα μοι αἱ νῆες ἀπέπλεον πρίν τινα τῶν (Vers. 65.) δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀΰσαι, οἳ θάνον ἐν Κικόνων πεδίῳ. ἔθος δὲ ἦν, φασὶ, τὰς τῶν ἐπὶ ξένης ἀπολλυμένων ψυχὰς ἀνακαλεῖν τρεῖς τοὺς ἔτι περιλειπομένους καὶ οὕτως ἀπιέναι. ὃ ψυχαγωγία τις ἦν, ὡς τῶν ἀνακαλούντων δοκούντων κατάγειν ἐκείνους ἢ μετάγειν εἰς τὴν πατρίδα. καὶ Πίνδαρος οὖν τὸν Ἰάσονος πλοῦν ἐπὶ ἀνακλήσει τῆς τοῦ Φρίξου ψυχῆς ἐκ τῆς Κολχίδος γῆς γενέσθαι μυθολογεῖ. καὶ Ἀθηναῖοι δὲ κενοτάφιον ποιοῦντες τῶν ἐν θαλάσσῃ ἀπολλυμένων κατῄεσαν φασὶ περὶ τὸν αἰγιαλόν, καὶ φωνοῦντες τρίτον αὐτῶν τὰ ὀνόματα, οὕτως ἀνεχώρουν. καὶ ἄλλως δὲ, φασὶ, τρὶς ἕκαστον ἀνεκαλοῦντο τῶν τεθνεώτων ἐν μάχῃ, ἀφοσιούμενοι τὴν ἐκείνων μνήμην, ὡς ἂν μὴ δοκῶσιν ἐπιλελῆσθαι αὐτῶν. ἤδη δὲ καὶ ἵνα μή τις ζῶν καὶ ἐπικρυπτόμενος διὰ τοὺς πολεμίους καταλειφθείη ἐκεῖ. καὶ τοῦτο μὲν Ὁμηρικόν. Ἀῤῥιανὸς δὲ λέγει καὶ ὅτε παρὰ Βιθυνοῖς τελοῦνται τὰ νεκύσια, καλεῖν ὀνομαστὶ τὰς τῶν κατοιχομένων ψυχὰς ὅσοι τελευτᾶν ἔτυχον ὑπερόριοι καὶ κατακαλεῖν αὐτοὺς ἐς τρὶς, καὶ δέεσθαι ἀνελθεῖν ὡς μετάσχοιεν τῆς δαιτός. Ὅτι δὲ ἐπανάκλησιν ψυχῶν ἐδόξαζόν τινες, οὐ μόνον αἱ νεκυομαντικαὶ δηλοῦσι ψυχαγωγίαι, ἀλλὰ καὶ λοιπαὶ ἱστορίαι. φασὶ γοῦν καὶ ὅτι Ζαμόλξιδος διδάξαντος, ὃς δοκεῖ πρότερον Πυθαγόρας γενέσθαι, ἔθυον οἱ Γέται καὶ εὐωχοῦντο ἐπὶ τοῖς τεθνεῶσιν ὡς αὖθις ἥξοντος τοῦ ἀποθανόντος. καὶ οὕτω μὲν τὰ κατὰ τὴν ῥηθεῖσαν νεκρικὴν ἀνάκλησιν. (Vers. 38.) Τὸ δὲ ἐφέηκε Ζεὺς, ὅμοιόν ἐστι τῷ, ἐπετείλατο Παλλὰς Ἀθήνη, τουτέστιν ἐνετείλατο. ἐπεὶ καὶ ταυτὰ τὸ ἐφεῖναι καὶ ἐπιτείλασθαι. καὶ ἄλλως δὲ ὡς ἐκ μεταφορᾶς βέλους ἡ τοιαύτη λέξις ἐφράσθη. ἐφίεται γάρ ποτε καὶ βέλος τινί. (Vers. 30.) Ἡ δὲ ῥηθεῖσαι Ἴσμαρος ἡ καὶ Ἰσμάρα ὕστερον Κικόνων φασὶ πόλις ἐγγὺς Μαρωνείας. ἔνθα καὶ λίμνη, ἧς τὸ ῥεῖθρον Ὀδύσσειον καλεῖται. ἐκεῖ δὲ καὶ Μάρωνος ἡρῷον, ὡς ὁ γεωγράφος ἱστορεῖ. Ἡρόδοτος δὲ καὶ Μάρωνα τινὰ ἱστορεῖ ἀριστέα Λάκωνα. (Vers. 39.) Ἰστέον δὲ ὅτι τε Θρᾳκικὸν ἔθνος οἱ Κίκονες, καὶ ὅτι οὐ κανονικῶς γράφεται διὰ τοῦ ο μικροῦ οἱ Κίκονες. λέγει γὰρ Ἡρῳδιανὸς, διὰ τοῦ ω κλίνονται, Λάκωνος, Καύκωνος. τὸ μέντοι Κικόνεσσι πέλασσε, διὰ μέτρον φησὶν οὕτω κλιθῆναι. καὶ ὅτι τὸ Κικόνεσσι πέλασσεν Ἰσμάρῳ, ὅμοιον τῷ, ἐς Κύπρον ἐς Πάφον, περὶ οὗ προεῤῥέθη. (Vers. 42.) Τὸ δὲ ἀτεμβόμενος ὅτι στέρησίν τινα καὶ βλάβην δηλοῖ, καὶ ὡς οὐκ ἂν φιληθείη ἐν λόγῳ πεζῷ γραφῆναι, καὶ ἡ Ἰλιὰς ἐδήλωσε. (Vers. 43.) Διερὸν δὲ πόδα, τὸ πλοῖον λέγει κατά τινας, ὡς καὶ προείρηται. ὃ φθάσας καὶ ἁλὸς ἵππον ἐκάλεσε. καὶ ἔστι διθυραμβώδης τροπὴ διερὸν εἰπεῖν πόδα τὴν ναῦν διὰ τὸ καθάπερ ποδὶ τῇ νηῒ ἐν θαλάσσῃ προϊέναι ἡμᾶς. ὡς εἴ τις καὶ χεῖρα ξηρὰν ἀνθρώπου καλοίη τὸ λικμητήριον. ἀρέσκει γοῦν μᾶλλον τοῖς παλαιοῖς, πόδα νῦν διερὸν λέγειν, ἢ τὸν τῇ θαλάσσῃ διαινόμενον ὅ ἐστιν ὑγραινόμενον ἢ τὸν σπουδαῖον καὶ μὴ ξηραινόμενον τῆς ἐξ ἱδρώτων νοτίδος, ἵνα ᾖ διερῷ ποδὶ φεύγειν, τὸ παραχρῆμα σπουδαίως διὰ θαλάσσης φυγεῖν. ὅπερ Ὀδυσσέως κελεύοντος οὐκ ἐπείθοντο οἱ ἑταῖροι, γαῦροι πάντως ὄντες τῇ τύχῃ τῆς νίκης. οὕτω καὶ τῷ Ἀγαμέμνονι ἔστιν οὗ ἠναντιοῦντο οἱ Ἀχαιοί. καὶ Ἀλεξάνδρου δὲ οἱ στρατιῶται δεύτερον ἀπέστησαν. Ὅρα οὖν περιπέτειαν ὡς ἐν Ἰλιάδι τύπτων καὶ πείθων τοὺς μηδὲν αὐτῷ προσήκοντας ἀπρακτεῖ νῦν εἰς τοὺς ἰδίους. καὶ περιφρονεῖται ὡς μήτε λόγῳ δεινὸς εἶναι. ἔπεισε γὰρ ἂν, μήτε τῇ δόξῃ μέγας, ἐδεδίεσαν γὰρ ἂν αὐτὸν, μήτε χρηστὸς, ᾑροῦντο γὰρ ἂν τὰ αὐτοῦ. Ἰστέον δὲ ὅτι διερὸν πόδα καὶ τὴν κώπην τινὲς ἐνόησαν ὡς καὶ περὶ αὐτοῦ ἐῤῥέθη, ἕτεροι δὲ τὸν ὀξὺν καὶ ταχὺν, διὰ τὸ ὑγιὲς ὃ ἐκ τοῦ ὑγροῦ δοκεῖ παρῆκται ὡς καὶ ἀλλαχοῦ ἐδηλώθη, ἄλλοι δὲ τὸν ζῶντα, κατὰ τὸ, διερὸς βροτός. ὅπερ ἐν τῇ ζ ῥαψῳδία προγέγραπται. προσεκτέον δὲ καὶ Θεοκρίτῳ εἰπόντι γόνυ χλωρὸν, τὸ νεάζον καὶ θαλερόν. ἵνα καὶ διερὸς ποὺς κατὰ τοιοῦτόν τινα λέγοιτο νοῦν. (Vers. 47.) Τοῦ δὲ γεγώνευν ῥήματος περισπωμένου φίλου ποιηταῖς τοιάδε ἡ διάθεσις. γνώω. γνώσω. γέγνωκα. μέσος γέγνωα. καὶ καθ' ὑπέρθεσιν, γέγωνα. ὅθεν κατὰ ἀναδρομὴν τὴν εἰς ἐνεστῶτα συνήθη τοῖς παλαιοῖς, γεγωνέω γεγωνῶ. ἐξ οὗ τὸ ἐγεγώνεον. (Vers. 48.) Γείτονος δέ, φασιν, ἐν Ἰλιάδι μὲν οὐκ ἔστιν, ἐνταῦθα δὲ κεῖται. καὶ ἐν τῷ γ ἐν τῷ, γείτονες ἠδὲ ἔται Μενελάου. (Vers. 49.) Τὸ ἀφ' ἵππων μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα, παραποίησίς ἐστι παραφραστικὴ τοῦ, ἱππόται καὶ πεζοί. Δῆλον δὲ ὡς ὁ ἀφ' ἵππων μαρνάμενος ἱππιοχάρμης λέγεται, ὡς ἐφ' ἵππων μαχόμενος, ἢ καὶ ὡς ἵπποις χαίρων. καὶ ὅτι τὸ, καὶ (Vers. 50.) ὅθι χρὴ πεζὸν ἐόντα τινὰ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
