Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.323.1
Not analysed yet
δηλαδὴ, σχήματός ἐστιν ἐξαλλαγὴ περιφραστική. τὸ γὰρ κοινὸν οὕτως. ἐπιστάμενοι ἀφ' ἵππων μάχεσθαι καὶ πεζοί. (Vers. 52.) Ἠέριοι δὲ Ἰλιάδι καὶ τὸ νῦν μὲν, οἱ περὶ ὄρθρον. ἐν δὲ ἐξ ἀέρος ἡ λέξις δηλοῖ. ἔνθα Γέρανοι Πυγμαίοις ἐπιτίθεσθαι ἠέριαι λέγονται. (Vers. 54.) Τὸ δὲ μάχοντο μάχην, ἄλλως τε Ἀττικόν ἐστι, καὶ ἐτυμολογικῶς δὲ προάγεται. (Vers. 58.) Τὸ δὲ μετενείσετο ἀντὶ τοῦ ἐπορεύθη, μετῆλθε, διὰ διφθόγγου γράφουσιν οἱ παλαιοί. ὡς ἀπὸ τοῦ νέω νείω νείσω. ὥσπερ κείω κείσω καὶ χείω χείσω τὸ χωρῶ. ἐξ οὗ καὶ χειά. ὡς τὸ, οὐδὸς δ' ἀμφοτέρους ὅδε χείσεται ὅ ἐστι χωρήσει. οἱ δὲ ὕστερον ἐν τῷ ι γράφουσιν ὡς ἀπὸ τοῦ νῶ νίσσω μετὰ τῶν δύο σσ. ὡς γὰρ ἤθεον αὐτοὶ, οὐχ' ἑπόμενοι τοῖς παλαιοῖς. Τὸ δὲ μετενείσσετο βουλυτόνδε, οὐχ' ὡς ἐπὶ τόπου νοητέον τοῦ βουλυτοῦ, ἀλλ' ὅτι μετεπορεύετο μετὰ τὴν τῆς ἡμέρας αὔξησιν ὁ Ἥλιος κατὰ ὥραν βουλυτοῦ. ὃς ἢ μεσημβρία ἐστὶν, ἢ ὀλίγον τι μετὰ μεσημβρίαν, ὅτε βόες λύονται τοῦ κάμνειν ὡς καὶ ἐν Ἰλιάδι δεδήλωται. (Vers. 62.) Ἐν δὲ τῷ προτέρῳ πλέομεν, σημείωσαι ὅτι ὁ ποιητὴς ἐπικρύπτων τοὺς τόπους τῆς κατὰ τὸν Ὀδυσσέα πλάνης καὶ ἐκ τῆς ἱστορίας εἰς μύθους ἀσφαλῶς καὶ ἀνεξελέγκτως ἐξοκελεῖν ἐθέλων κατὰ ποιητικὸν ἐπιτήδευμα καὶ οὕτως ἀφανίζων τὰ τῆς ἀληθοῦς γεωγραφίας ἴχνη καὶ οὐδὲν ἀρίδηλον σημεῖον τοπογραφίας τῇ ποιήσει ἐγκατατιθεὶς ἄλλα τέ τινα μεθοδεύει ὡς αὐτῷ ἀρέσκει, καὶ τὸν Ὀδυσσέα δὲ μεθιστῶν ἐκ τόπου εἰς τόπον ἐπιλέγει. ἔνθεν δὲ προτέρω πλέομεν. ἀντὶ τοῦ, ἐπὶ τὰ ἐκεῖθεν καὶ ποῤῥωτέρω, μὴ προστιθεὶς εἴτε ἐπὶ δεξιὰ εἴτε ἐπ' ἀριστερὰ, ἢ πρὸς τόδε τὸ κλίμα ἢ ἐκεῖνο, ἀλλ' ἐν ἀσαφεῖ ἐῶν τοῦτο κεῖσθαι, ὡς ἂν μὴ αὐτόθεν τὸ πλάσμα ἐλέγχηται. τὸ γοῦν ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ, οὐ μόνον ἐνταῦθα κεῖται, ἀλλὰ καὶ ὅτε ἐκ τῆς τῶν Λωτοφάγων εἰς Κύκλωπας ὁ πλοῦς. κἀκεῖθεν εἰς τὴν Αἰόλου νῆσον, καὶ εἰς Λαιστρυγόνας ἐντεῦθεν. καὶ ἐξ αὐτῶν εἰς τὴν Κίρκην, περιηγουμένου τοῦ ποιητοῦ ἀξυμφανῶς καὶ μετροῦντος τόπους ἐπίτηδες ἀσαφῶς. Τὸ δὲ δειλῶν ἑταίρων, ἀντὶ τοῦ δειλαίων ὃ καὶ ἀλλαχοῦ προδεδήλωται. (Vers. 65.) Ἰστέον δὲ καὶ ὅτι ὁ περὶ τῶν ἀνακεκλημένων λόγος νεκύων πρωθυστέρως κεῖται παρὰ τᾷ ποιητῇ ὡς οἷον κατὰ ἐπανάληψιν, δι' ἧς ἀναπληροῦνται τὰ τῶν διηγήσεων ἐλλείμματα. δῆλον γὰρ, ὅτι πρῶτον ἕκαστος τῶν κειμένων ἀνεκαλέσθη, εἶτα αἱ νῆες ἀπέπλευσαν. ὃ καὶ ὁ ποιητὴς δηλῶν ἔφη ἀποφατικῷ σχήματι, ὅτι οὐδ' ἄρα προτέρω ἔπλευσαν αἱ νῆες πρὶν τόδε γενέσθαι. (Vers. 62.) Ἔστι δ' ἐν τούτοις καὶ ἀντιθετικὸν ῥητορικὸν σχῆμα τὸ, ἀκαχήμενοι ἦτορ ἄσμενοι ἐκ θανάτοιο. ταυτὸν τῷ, λυπούμενοι καὶ χαίροντες. τὸ μὲν, διὰ τοὺς ὀλωλότας, τὸ δὲ, ὅτι μὴ καὶ αὐτοὶ ἀπολώλαμεν. (Vers. 67.) Ὅτι θαλασσίαν ζάλην ἐκφράζων καὶ πλοῦν κινδυνώδη ὁποῖον οἱ ἐξῶσται ἄνεμοι ποιοῦσι, φησί. νηυσὶ δ' ἐπ' ὦρσεν ἄνεμον Βορέην θεὸς, λαίλαπι θεσπεσίῃ. σὺν δὲ νεφέεσσι κάλυψε γαῖαν ὁμοῦ καὶ πόντον. ὀρώρει δ' οὐρανόθεν νύξ. αἱ μὲν ἔπειτ' ἐφέροντ' ἐπικάρσιαι. ἱστία δέ σφιν τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο. εἶτα θεραπείαν φράζων τοῦ τοιούτου κακοῦ φησί. (Vers. 72.) καὶ τὰ μὲν ἐς νῆας κάτθεμεν δείσαντες ὄλεθρον. αὐτὰς δ' ἐσσυμένως (Vers. 73.) προερύσαμεν ἢ κατὰ Ἀρίσταρχον προερέσαμεν ἠπειρόνδε. ἔνθα δύω νύκτας δύω δ' ἤματα (Vers. 74.) συνεχὲς αἰεὶ κείμεθ' ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες. Καὶ ὅρα ἐν τούτοις τὸ συνεχὲς ἐκτεῖνον τὴν κατάρχουσαν πρόθεσιν ἀσυνήθως. διὸ καὶ ἐτόλμησάν τινες ὥσπερ ἐπὶ τοῦ ἐννέπω, οὕτω καὶ ἐνταῦθα διπλῶσαι τὸ ἀμετάβολον διὰ δάκτυλον. (Vers. 69.) Νύκτα δὲ συνήθως κἀνταῦθα, τὴν ἐκ τῶν νεφῶν ἔφη σκότωσιν. διὸ καὶ εἶπεν οὐρανόθεν αὐτὴν γενέσθαι ὅ ἐστιν ἐξ ἀέρος. ἡ γάρ τοι κυρίως νὺξ γῆς ἐστὶ σκιὰ, οὐ μὴν σκότος νεφῶν ἐν ἀέρι. (Vers. 70.) Ἐπικάρσιαι δὲ, οὐ πλάγιαι νῦν ὁμοίως τῷ ἐγκάρσιοι, ἀλλ' ἐπὶ κεφαλὴν, διὰ τὴν ἐκ τοῦ σφοδροῦ πνεύματος τῶν ἱστίων πολλὴν ἔντασιν. καὶ ἔστιν ὅμοιον τῷ, ἐπὶ κάρ. ὡς τὸ, ἐξ ὀρέων ἐπὶ κάρ. (Vers. 71.) Τὸ δὲ τριχθὰ καὶ τετραχθὰ, καθὰ καὶ ἐν Ἰλιάδι τραχυφωνίαν ἤχου ῥήξεως δηλοῖ. Ὅτι καὶ ἐνταῦθα (Vers. 76.) ἐν τῷ, ἀλλ' ὅτε δὴ τρίτον ἦμαρ ἐϋπλόκαμος τέλεσεν Ἠὼς, Ἠῶ μὲν, τὴν σωματοειδῆ λέγει τὴν φωσφόρον, δι' ἧς ἀποτελεῖται ἡμέρα. ἦμαρ δὲ, τὴν κοινῶς λεγομένην ἡμέραν, τὴν ὑπὸ τῆς μυθικῆς εὐπλοκάμου ἀποτελουμένης Ἠοῦς. (Vers. 77.) Ὅτι εὔπλοιαν φράζει τὸ, ἱστοὺς στησάμενοι ἀνά θ' ἱστία λεύκ' ἐρύσαντες ἤγουν ἀνελκύσαντες ἥμεθα, τὰς δ' ἄνεμός τε κυβερνῆταί τ' ἴθυνον. (Vers. 80.) Ὅτι καὶ τὸν Ὀδυσσέα ἔβλαψεν ἡ Μάλεια καθὰ καὶ ἑτέρους τινάς. φησὶ γοῦν ὡς ἀσκηθὴς ἂν ἱκόμην ἐς πατρίδα γαῖαν, εἰ μὴ κῦμα ῥόος τε περὶ γνάπτοντα Μάλειαν καὶ Βορέης ἀπέωσε, παρέπλαγξε δὲ Κυθήρων. αἳ νῆσοι, ὡς καὶ ἀλλαχοῦ ἐφάνη, περὶ τὴν Λακωνικήν εἰσιν.