# Commentarii ad Homeri Odysseam 1.324.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.324.1

Ὅρα δὲ ὡς Βοῤῥᾶς μὲν ἀπωθεῖ ἐκ Μαλείας, Νότος δὲ οὐκ ἂν, ἀλλὰ μᾶλλον προσαράσσει τοὺς ἐκεῖ τοὺς δι' αὐτοῦ πλέοντας. Τὸ δὲ ῥόος, ἐνδείκνυται ῥοώδη τὴν ἐκεῖ θάλασσαν εἶναι. Τὸ δὲ ἀπέωσε, λέξις μέν ἐστιν Ἀττική. καὶ τὸ ἐξέωσε καὶ συνέωσεν. Ἔστι δὲ ταυτὸν τῷ ἐξῶσεν. ἐξ οὗ καὶ ἄνεμοι ἐξῶσται καὶ ὦσται λέγονται. (Vers. 82.) Ὅτι ἐννῆμαρ ἐκ Μαλείας φερόμενος ὀλοοῖς ἀνέμοις Ὀδυσσεὺς τῇ δεκάτῃ ἐπέβη γαίης Λωτοφάγων, οἵ φησιν ἄνθινον εἶδαρ ἔδουσιν. ἔνθα ἐπ' Ἠπείρου βάντες ἀφυσσάμεθα ὕδωρ. αἶψα δὲ δεῖπνον εἵλοντο ἑταῖροι. ἐπεὶ δὲ σίτοιό τ' ἐπασσάμεθ' ἠδὲ ποτῆτος, δὴ τότ' ἐγὼν ἑτάρους προΐην πεύθεσθαι ἰόντας ἄνδρε δύω κρίνας, τρίτατον κήρυκα (Vers. 89.) ὀπάσας ἤτοι δοὺς ἕπεσθαι, οἵ τινες ἀνέρες εἶεν οἱ ἐκεῖ. οἱ δὲ, μιγέντες (Vers. 91.) ἀνδράσι Λωτοφάγοισιν, οὐκ ἔτι ἐπανῄεσαν. οὐ βίᾳ κατασχεθέντες ἀλλ' ἡδονῆς δελέατι. φησὶ γάρ. οὐδ' ἄρα Λωτοφάγοι μήδονθ' ἑτάροισιν ὄλεθρον ἡμετέροις ὁποῖά τινα ἐν τοῖς ἑξῆς γενήσεται, ἀλλά σφιν δόσαν λωτοῖο πάσασθαι. τῶν δ' ὅς. τις λωτοῖο φάγοι μελιηδέα καρπὸν, οὐκ ἔτ' ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι. ἀλλ' αὐτοῦ βούλοντο μετ' ἀνδράσι Λωτοφάγοισι λωτὸν ἐρεπτόμενοι μενέμεν, νόστου τε λαθέσθαι. τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ, νηυσὶ δ' ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσας. τοὺς δ' ἄλλους κελόμην σπερχομένους νηῶν ἐπιβαίνειν, μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται. (Vers. 93.) Τίς δὲ ὁ λωτὸς καὶ οἷος καὶ ὅτι καρπὸς δένδρου ἐστὶν ἐοικότος μεσπίλῃ καὶ ὡς οἶνος αὐτοῦ ἐκθλίβεται καθὰ καὶ τῶν φοινίκων, ἱστοροῦσιν εἰς πλάτος οἱ παλαιοὶ, φυτοκομοῦντες ἐπιμελῶς, καὶ τοῦ τῆς ἱστορίας λωτοῦ κατατρυφᾶν τοῖς φιλολόγοις διδόντες. (Vers. 84.) Ἰστέον δὲ καὶ ὡς οἱ μὲν τῇ Μήνιγγι νήσῳ τοὺς Λωτοφάγους ἐνπεριγράφουσι, λωτοφαγίτιν εἶναι λέγοντες τὴν νῆσον ταύτην. οἱ δὲ φασὶν, ὅτι λωτὸς, πόα καὶ ῥίζα ἀφ' ἧς σιτούμενοι οἱ τὴν ἄνυδρον νεμόμενοι οὐ δέονται ποτοῦ. ὅπερ οὐδὲ ἔχουσι διὰ τὴν ἀνυδρίαν. καὶ δοκεῖ καὶ ὁ ποιητὴς οὐκ ἀπὸ δένδρου εἰδέναι εἶναι τὸν λωτὸν, οἷς ἄνθινον αὐτὸν εἶδαρ φησί, καὶ ἐρέπτεσθαι αὐτὸν λέγει. ἀλόγοις γὰρ ζῴοις οἰκεῖον τὸ ἐρέπτεσθαι, ἃ ἐκ τῆς ἔρας ἐσθίουσι. τινὲς δὲ ἱστοροῦσι καὶ ὅτι παρήκουσιν οἱ Λωτοφάγοι μέχρι τῶν ὑπὲρ Κυρήνην τόπων, ἀρχόμενοι ἀπὸ τῶν ὑπὲρ τῆς μαυρουσίας ἑσπερίων Αἰθιόπων. τὰ δέ γε τῆς Ὀδυσσείας ὑπομνήματα βοτάνην φασὶ τὸν λωτόν. ἣν Αἰγύπτιοι ξηραίνοντες ἀλοῦσι, καὶ πέττοντες ἐσθίουσιν ἄλλην δηλονότι οὖσαν παρὰ τὴν ἐν τῇ Ἰλιάδι τε λειμωνίαν βοτάνην, ὁποῖος καὶ ὁ ἑρσήεις λωτὸς, καὶ παρὰ τὴν ἐν τοῖς Τηλεμάχου λόγοις, ὃς λωτόν φησι καὶ θρυὸν καὶ κύπειρον. Ἡρόδοτος δέ φησιν ὅτι ἐν Αἰγύπτῳ ἐπὰν ὁ ποταμὸς πλήρης γένηται καὶ τὰ πεδία πελαγίσῃ, φύεται ἐν τῷ ὕδατι κρίνεα πολλὰ, ἃ Αἰγύπτιοι καλοῦσι λωτόν. ταῦτα δρέψαντες Αἰγύπτιοι αὐαίνουσι πρὸς ἥλιον. εἶτα τὸ ἐκ μέσου τοῦ λωτοῦ πτίσαντες ἐμφερὲς ὂν τῇ μήκωνι ποιοῦνται ἐξ αὐτοῦ ἄρτους ὀπτοὺς πυρί. ἔστι δέ φησι καὶ ἡ ῥίζα τοῦ λωτοῦ τούτου ἐδωδίμη. ὁ δ' αὐτὸς λέγει καὶ ὅτι ὁ καρπὸς τοῦ λωτοῦ μέγεθος ὅσον σχίνου, γλυκύτατος, τῷ καρπῷ τοῦ φοίνικος ὁμοίως. ποιοῦνται δ' ἐκ τοῦ καρποῦ τούτου καὶ οἶνον. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου φέρεται περὶ λωτοῦ καὶ ταῦτα. ὁ τοῦ Αἰγυπτίου κυάμου, περὶ οὗ ἀλλαχοῦ ἐγράφη, καυλὸς, μῆκος μὲν ὁ μακρότατος εἰς τέσσαρας πήχεις, πάχος δὲ δακτυλιαῖος, ὅμοιος καλάμῳ μακρῷ ἀγονάτῳ. ἐπὶ τούτῳ δ' ἡ κωδύα. καὶ τὸ ἄνθος διπλάσιον ἢ μήκωνος. τὸ δὲ τοιοῦτον ἄνθος στεφανωτικὸν ὂν Αἰγύπτιοι μὲν καλοῦσι λωτὸν, Ναυκρατίται δὲ μελίλωτον. ἀφ' οὗ καὶ στέφανοι μελιλώτινοι, πάνυ εὐώδεις. καὶ καύσωνος ὥρᾳ ψυκτικώτατοι. Ὅρα δ' ἐν τούτοις τὸ κωδύα διὰ τοῦ υ ψιλοῦ γραφόμενον ἐν τοῖς ἀντιγράφοις, ἄλλως παρὰ τὴν Ὁμηρικὴν κώδειαν. Πολύβιος δὲ αὐτόπτης φησὶ τοῦ λωτοῦ γενέσθαι. καὶ εἶναι δένδρον οὐ μέγα, τραχύ, ἀκανθῶδες, φύλλα ἔχον χλωρὰ ὅμοια ῥάμνῳ, καρπὸς δὲ αὐτοῦ τὴν μὲν ἀρχὴν ὅμοιος λευκαῖς μυρτίσιν, αὐξόμενος δὲ γίνεται τῷ μὲν χρώματι φοινικοῦς, τῷ δὲ μεγέθει γογγύλαις ἐλαίαις ὅμοιος. πυρῆνα δὲ ἔχει τελέως μικρόν. γίνεται δέ φησι καὶ οἶνος ἐξ αὐτοῦ ἡδὺς καὶ ἀπολαυστικός, ᾧ χρῶνται χωρὶς ὕδατος. οὐ μένει δὲ πλέον δέκα ἡμερῶν. διὸ καὶ ποιοῦσιν αὐτὸν κατὰ βραχὺ πρὸς τὴν χρείαν. ποιοῦσι δὲ καὶ ὄξος ἐξ αὐτοῦ. Ὡς δὲ καὶ ἡ τοῦ φοίνικος ὀπώρα συντελεῖ εἰς οἶνον, καθωμίληται. ὡς δὲ καὶ ῥοδίζων ἦν τις λωτὸς, ὁ Ἀθήναιος δηλοῖ ἐν οἷς ἱστορεῖ καὶ ὅτι Παγκράτης ποιητὴς Ἀλεξανδρεὺς Ἀδριανῷ τῷ αὐτοκράτορι ἐπιδημήσαντι ἐν Ἀλεξανδρείᾳ, μετὰ τερατείας μυθικῆς αὐτὸν ἐπέδειξε. φάσκων ἀναπεμφθῆναι γῆθεν τὸν τοιουτόχροον λωτὸν, ὅτε τὸ αἷμα ἡ γῆ ἐδέξατο τοῦ μαυροσίου λέοντος ὃν ἐκεῖ που ἐν κυνηγεσίῳ καταβεβλήκει ὁ Ἀδριανὸς, μέγα χρῆμα ὄντα, καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
