# Commentarii ad Homeri Odysseam 1.325.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.325.1

πολλῷ χρόνῳ κατανεμηθέντα πᾶσαν Λιβύην, καὶ πολλὰ ἐκείνης ἀοίκητα πεποιηκότα. ἡσθεὶς οὖν ὁ βασιλεὺς ἐπὶ τῇ τῆς ἐννοίας ταύτης εὑρέσει καὶ καινότητι, τὴν ἐν Μουσῶν αὐτῷ σίτισιν ἔχειν ἐχαρίσατο. καὶ ὅρα τὸ ἐν Μουσῶν, ἐσχηματισμένον κατ' ἔλλειψιν Ἀττικῶς, ὡς εἴπερ ἦν ἐν πρυτανείῳ Μουσῶν. δοκεῖ γὰρ τοιοῦτόν τι καὶ ἐν Ἀλεξανδρείᾳ εἶναι ὁποῖον καὶ ἐν Ἀθήναις. (Vers. 92.) δίκαιοι δὲ μαρτυροῦνται οἱ Λωτοφάγοι καὶ φιλόξενοι. ὅθεν οὐδὲ μήδονται ὄλεθρον. ἀλλὰ φιλοξένως διδόασι λωτοῦ πάσασθαι. διὸ καὶ ἡ τῆς κατ' αὐτοὺς ἱστορίας ἀναγωγὴ χώραν ἡδονῆς τῆς περὶ γεῦσιν τὴν τῶν Λωτοφάγων εἶναι βούλεται γῆν. καὶ τὴν τοῦ λωτοῦ προσφορὰν εἰς τὴν ἐν γευστοῖς ἀρτύει ἀπόλαυσιν, ἣ κατέχει ὡς εἰπεῖν τῆς γλώττης τοὺς αὐτόθι γενομένους, οὐκέτι παλινδρομῆσαι εἰς τὸ ἄλλως βιοῦν ἀφίησι. καὶ οὕτω μὲν οἱ πολλοὶ ὅσοι πρὸς φιλοσοφίαν ἔτι ἔχουσιν ἀτελῶς οὐκ ἂν τὴν Λωτοφαγίτιν παραπλεύσωσιν. Ὀδυσσεὺς δὲ ὁ σοφὸς καὶ τοῦ τοιούτου γλυκυπίκρου κακοῦ περιγενήσεται, καὶ τοὺς μὴ πειθομένους ἑταίρους ἀνάγκῃ πειθοῦς ἢ καὶ βίας ὑπαγαγόμενος παραπλεύσει καὶ συναπαγάγῃ ἑαυτῷ ἔνθα χρή. Ἰστέον δὲ ὡς εἴτε γευσάμενος τοῦ λωτοῦ καὶ Ὀδυσσεὺς ὅμως ἀπέστη, ἐγκράτειαν αἰτιατέον αὐτοῦ, εἴτε καὶ μὴ γευσάμενος οὐκ ἐκινήθη δι' ἐπιθυμίας, ἐπαινετέον τῆς φιλοσοφίας αὐτὸν, δι' ἣν ἀπαθὴς ἦν. (Vers. 82.) Ὅρα δὲ καὶ τὸν ῥηθέντα ἐνναήμερον πλοῦν εἴτε ἱστορικῶς λεχθέντα εἴτε καὶ ἄλλως πλασθέντα, ὅτι πάνυ μακρὰν δι' αὐτοῦ ἐξῶσε τὸν Ὀδυσσέα ὁ ποιητὴς τῶν τοῖς Ἕλλησι γνωρίμων τόπων. (Vers. 89.) Ἔτι ἰστέον καὶ ὅτι οὐκ ἐνταῦθα μόνον ἀλλά που καὶ ἐν τοῖς ἑξῆς ἑταῖροι δύο στέλλονται καὶ τρίτατος κῆρυξ εἰς ἔμφασίν τε τοῦ βασιλικὴν οὐ μὴν ἰδιωτικὴν εἶναι τὴν τῆς ὁδοῦ πρόφασιν. βασιλέων γὰρ ὑποδρηστῆνες οἱ κήρυκες διογενῶν ἀνδρῶν θεῖον γένος αὐτοί. ἔτι δὲ καὶ ὡς ἂν οἱ στελλόμενοι ἄσυλοι ἀπεκβαίνωσιν. ἱεροὶ γὰρ οἱ κήρυκες ὡς ἐξ Ἑρμοῦ καὶ αἰδέσιμοι, μετὰ κηρυκίου προϊόντες. ὅπερ αὐτοῖς τοῦ κήρυκας εἶναι σύμβολον ἦν. Λαιστρυγόνες μέντοι ἄδηλον εἴτε ἐφείσαντο τοῦ κήρυκος εἴτε ἐθοινήσαντο. Ὅμηρος γὰρ ἐκεῖ τὴν σπουδὴν τῆς τῶν σταλέντων φυγῆς μιμούμενος οὐκ εἶπε τίς ἦν ὁ εἷς ἐκεῖνος ὃν ὁ Ἀντιφάτης Λαιστρυγὼν ἀπώλεσεν, ἀλλὰ μόνον ἐρεῖ ὅτι ἕνα μάρψας ὡπλίσσατο δόρπον, οἱ δὲ δύο ἀναΐξαντες ἔφυγον. Κύκλωψ δὲ εἴπερ ἂν φείσαιτο κήρυκος, ἀπόσχοιτο ἂν καὶ λέων πεινῶν ζῴου παρεμπεσόντος αὐτῷ. (Vers. 94.) Τὸ δὲ λωτοῖο φαγεῖν, τὸ αἴτιόν ἐστι τῆς τῶν Λωτοφάγων κλήσεως. ποιητικώτερον δὲ τὸ, λωτοῖο πάσασθαι. καὶ ἔτι πλέον τὸ, λωτὸν ἐρέπτεσθαι. (Vers. 99.) Τὸ δὲ δῆσα ἐρύσας, ἑρμηνευτικόν ἐστι τοῦ, ἄγον ἀνάγκῃ. ὁ γάρ τινα ἐρύων ἀναγκαστικῶς ἄγει. (Vers. 101.) Τὸ δὲ σπερχομένους, συντονίαν δηλοῖ φυγῆς μὴ καὶ προσμείναντες πάντες δυσαπόσπαστοι τῆς ἡδυπαθείας γένωνται. Ὅτι εἰ καὶ ἐν ἄλλοις (Vers. 87.) τὸ πίνειν πρῶτον φράζει τῆς ἐδητύος διὰ τὸ κατὰ δίψαν βίαιον ὡς ἐν τῷ, πόσιος καὶ ἐδητύος, ἀλλ' ἐν τοῖς προσεχῶς ῥηθεῖσι καὶ ἑξῆς δέ που ἀνάπαλιν πεποίηκεν. εἰπών. αὐτὰρ ἐπεὶ σίτοιό τε πασσάμεθα ἠδὲ ποτῆτος. οὕτω δὲ καὶ πρὸ τούτων ἐν τῷ, ἐδητύος ἠδὲ ποτῆτος. (Vers. 103.) Ὅτι σύντομος ἔκφρασις κωπηλασίας τὸ, οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῗσι κάθιζον. ἑξῆς δ' ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς, ὅπερ ὅμοιόν ἐστι τῷ, ἀνεῤῥίπτουν ἅλα πηδῷ. Ὅρα δὲ κάλλος ἐν παρίσοις τὸ, εἴσβαινον. κάθιζον. ἔτυπτον. (Vers. 106.) Ὅτι τοῦ περὶ Κυκλώπων λόγου ἀρξάμενος Ὀδυσσεὺς, ἀπὸ γὰρ τῶν φιλοξένων Λωτοφάγων εἰς τοὺς ἀξένους τούτους ἡ τοῦ ποιητοῦ μεταβαίνει πλάσις, φησί. Κυκλώπων δ' ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων ἱκόμεθα. οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν οὔτε φυτεύονται χερσὶ φυτὸν, οὔτ' ἀρόωσιν. ἀλλὰ τάγ' ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται, πυροὶ καὶ κριθαὶ ἠδ' ἄμπελοι, αἵτε φέρουσιν οἶνον ἐριστάφυλον. καί σφιν Διὸς ὄμβρος ἀέξει. (Vers. 109.) ἃ δὴ ἐπιτεμὼν ὁ γεωγράφος φησί. Κύκλωπες, αὐτοφυεῖς νέμονται καρπούς. καὶ οὕτω τὴν ἰδιότητα φράσας τῆς γῆς ὁ ποιητὴς, ὡς εἰ καὶ νῆσος μακάρων ἦν τις καὶ αὕτη, περιᾴδεται γὰρ ἐν παροιμίαις ἐπ' εὐδαιμονίᾳ καὶ ἡ τῶν Κυκλώπων ὡς καὶ ἡ τῆς Αἰγύπτου γῆ καὶ ἡ τῶν Ἀράβων, (Vers. 112.) ἐκτίθεται καὶ εἰσέτι τοὺς νησιώτας Κύκλωπας ὁποῖοι τινές εἰσιν, εἰπών. τοῖσι δ' οὔτ' ἀγοραὶ βουληφόροι οὔτε θέμιστες. ἀλλ' οἵ γ' ὑψηλῶν ὀρέων ναίουσι κάρηνα ἐν σπέσσι γλαφυροῖσι. θεμιστεύει δὲ ἕκαστος (Vers. 115.) παίδων ἠδ' ἀλόχων οὐδ' ἀλλήλων ἀλέγουσι. (Vers. 106.) καὶ τοῦτό ἐστιν αὐτοῖς τὸ ἀθεμίστοις εἶναι, τὸ μὴ κοινωνικῶς ἔχειν, μηδὲ πολιτικῶς θεμιστεύειν κατὰ τοὺς ἐν κοινῷ βουληφόρους καὶ ἀγορητὰς, ἀλλὰ κατ' οἴκους ἐν τοῖς ἑαυτῶν. ὥστε οὐχ' ἁπλῶς ἀθέμιστοι οἱ καὶ θεοῖς πεποιθότες καὶ παροιμίαν παραγαγόντες ἐκ θεοφιλείας τὴν ἄσπαρτα καὶ ἀνήροτα φύεσθαι πάντα τοῖς

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
