# Commentarii ad Homeri Odysseam 1.329.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.329.1

ἡ νῆσος ἀοίκητος, ἴσως δὲ καὶ οὖσαι οὐκ ἐποίουν οἶνον ἐριστάφυλον, ἀλλὰ συνετέλουν ἁπλῶς καὶ αὐταὶ τῇ νήσῳ εἰς τὸ εἶναι ὑλήεσσαν. (Vers. 133.) Ὅρα δὲ καὶ ὡς μνησθεὶς τόπου δεξιοῦ εἰς ἀμπελοποιΐαν καὶ εἰς ληΐου κατασπορὰν ἐπήγαγεν ἀποστατικῶς κατά τι κάλλος δι' ἐπαναφορᾶς τὸ, μάλα ἂν ἄφθιτοι ἄμπελοι εἶεν. καὶ τὸ, μάλα ἂν βαθὺ λήϊον ἀμῷτο, καλῶς ἀπονείμας ἀμπέλοις μὲν τὸ ἄφθιτον διὰ τὸ μακρόβιον, ληΐῳ δὲ ἐπετεσίῳ μόνον τὸ βαθύ. Ὅτι δὲ σχῆμα ἐπαναφορᾶς τὸ, μάλα ἄφθιτοι καὶ μάλα βαθὺ διὰ τὸ εἰς τὴν αὐτὴν λέξιν ἐπαναφέρειν, δῆλόν ἐστι. (Vers. 135.) Τὸ δὲ εἰς ὥρας, ἐξ Ὁμήρου λαβόντες οἱ Ἀττικοὶ φασὶν ἐπὶ ἀρᾶς τὸ, μὴ ἐς ὥρας ὁ δεῖνα ἵκοιτο, ἀλλὰ δηλαδὴ πρὸ ὥρας ἐκθερισθείη. Ἐν δὲ τῷ, οὔτ' εὐνὰς βαλέειν, τουτέστι κατὰ βυθοῦ ἀγκύρας ῥίψαι, (Vers. 137.) οὔτε πρυμνήσι' ἀνάψαι ὅ ἐστιν ἐκδῆσαι, περιτταὶ αἱ ἀρνήσεις. ὀρθὸν γὰρ εἰπεῖν ὅτι οὐ χρεία πείσματος ἤτοι ἀπογείου σχοινίου ὡς ἢ εὐνὰς βαλεῖν δι' αὐτοῦ ἢ πρυμνήσια ἀνάψαι. Ἐκ δὲ τοῦ, εὐνὰς βαλέειν, τὸ ἀγκυρηβόλιον παρὰ τοῖς μεθ' Ὅμηρον συντέθειται ἐπείπερ εὐναὶ ποιητικῶς πολλαχοῦ αἱ ἄγκυραι. (Vers. 138.) Τὸ δὲ κέλλειν, πρωτότυπόν ἐστι καὶ ἐξ αὐτοῦ κατὰ πλεονασμὸν τὸ ὀκέλλειν. τρὶς γοῦν ἐνταῦθα χρᾶται τῇ λέξει δίχα τοῦ ο ἐν τῷ, ἐπικέλσαντας μεῖναι. καὶ, νῆας ἐπικέλσαι. καὶ, κελσάσῃσι δὲ νηυσί. καὶ ἔοικεν ἐκ τοῦ τοιούτου κέλλειν καὶ κόλπος λέγεσθαι, ὅπου δηλαδὴ νῆες κέλλουσιν. Ἐν δὲ τῷ, εἰσόκε ναυτέων θυμὸς ἠδύνατο μὲν γράψαι ναυτῶν θυμός. προείλετο δὲ τὸ διὰ χασμῳδίαν σεμνότερον. (Vers. 139.) Τὸ δὲ ἐπιπνεύσωσιν ἀῆται, κατὰ τὸ ἐπὶ πλεῖστον εἴρηται. ὡς ἐπὶ πολὺ γὰρ ἀνέμου πνεύσαντος ἐκ λιμένων ἀναγόμεθα εἴγε θυμὸς ἐποτρύνῃ. (Vers. 140.) Κρᾶτα δὲ λιμένος λέγει, ὡς καὶ κορυφὴν ὄρους καὶ εἴ τι που τοιοῦτον. Ἐν δὲ τῷ, (Vers. 141.) κρήνη ὑπὸ σπείους, ἀγαθόν τι προσμαρτυρεῖται τῇ νήσῳ καὶ ἡ σπηλαιώδης κατάδυσις. ὅλως δὲ εἰπεῖν, τῆς τῶν Κυκλώπων γῆς ὑποκόρισμα ἡ ῥηθεῖσα νῆσος ἐστὶν, ὡς τῷ ἐγγὺς εἶναι μετέχουσά πως αὐτῆς. Πρὸς σαφήνειαν δὲ τοῦ, ἀγλαὸν ὕδωρ ἐπῆκται τὸ, κρήνη. ἵνα μὴ τέλμα τυχὸν ἢ ἑτεροία τις ὑγρότης τοιαύτη νοηθείη ἀπόῤῥοιαν ἔχουσα. (Vers. 142.) Ὅτι εὐτυχοῦς νυκτερινοῦ κατάπλου δήλωσις τὸ, ἔνθα κατεπλέομεν μήτε ἰδόντες μήτε ἀκούσαντες. ἀλλὰ πῶς; θεὸς ἡγεμόνευε νύκτα δι' ὀρφαίην. οὐδὲ προὐφαίνετ' ἰδέσθαι, ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖα ἦν, οὐδὲ σελήνη οὐρανόθεν προὔφαινε, κατείχετο δὲ νεφέεσσι. (Vers. 145.) Καὶ ὅρα τὸ, κατείχετο νεφέεσσιν. ὅπερ ὅμοιον ἐστί πως τῷ, ποίμνῃσι καταίσχεται ὃ ἐστὶ κατέχεται. εἰ δὲ καὶ νῆσος ἐστὶ περὶ ἣν ὁ κατάπλους, προσφυῆ καὶ τὰ ἐφεξῆς. (Vers. 146.) ἤγουν τὸ, ἔνθ' οὔτις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν. οὔτ' οὖν κύματα μακρὰ κυλινδόμενα ποτὶ χέρσον εἰσίδομεν, πρὶν νῆας ἐϋσσέλμους ἐπικέλσαι. (Vers. 149.) Κελσάσῃσι δὲ νηυσὶν ὅ ἐστι κατ' ἀντίπτωσιν προσοκειλασῶν δὲ τῶν νηῶν, καθείλομεν ἱστία πάντα, ἐκ δὲ καὶ αὐτοὶ βῆμεν. (Vers. 144.) Σημείωσαι δὲ καὶ ὅτι τὸ ἀὴρ ἐνταῦθα ἐκτείνει τὴν ἄρχουσαν. ὥστε ἐν τῷ, ἠέρος καὶ ἠέρι καὶ ἠέρα, οὐ διὰ βραχύτητα τοῦ ἄλφα ἐξετάθη τὸ δίχρονον, ἀλλὰ κατὰ διαλέκτου ἰδίωμα. ἐπεί τοί γε εἶχον καὶ αὐτὰ δι' ἐκτεταμένου τοῦ α προφέρεσθαι ὁμοίως τῷ, ἀκάματος καὶ ἀθάνατος. ὥσπερ αὖ πάλιν καὶ ἡ ἀὴρ, ἔτρεψεν ἂν τὸ α εἰς η εἰ μὴ κακοφωνία οὕτω τραχεῖα ἐγίνετο. θηλυκῶς δὲ καὶ νῦν ἡ ἀὴρ, ὡς δηλοῖ τὸ, ἀὴρ βαθεῖα ἦν. Τὸ δὲ μὴ σελήνην οὐρανόθεν προφαίνειν τὴν ἀσελὴν νύκτα συνέθετο παρὰ τοῖς μεθ' Ὅμηρον. (Vers. 142.) Δῆλον δὲ καὶ ὅτι καταπλεῦσαι καὶ κέλσαι καὶ ἐπικέλσαι τὸ ἐλλιμενισθῆναι ἐστί. (Vers. 149.) Καθελεῖν δὲ ἱστία, τὸ καταγαγεῖν καὶ συστεῖλαι. (Vers. 150.) Ὅτι ἐν Ἰλιάδι μὲν τὸ βρίζειν ἐπὶ ἀμελείας ἔθετο, ὡς εἴ τις εἴποι ἀπονυστάζειν. ἐνταῦθα δὲ φανερῶς ἐπὶ ὕπνου τὴν λέξιν τίθησιν, ἐπεὶ καὶ κυρίως βρίζειν ἐστὶ, τὸ βαρὺ ἵζειν. ἢ μετὰ βορὰν ἵζειν. φησὶ γοῦν. ἔνθα δ' ἀποβρίξαντες ἐμείναμεν ἠῶ δῖαν. (Vers. 154.) Ὅτι νύμφαι καὶ ὧδε κοῦραι Διὸς ἀλληγορικῶς αἱ τῶν φυτῶν αὐξητικαὶ δυνάμεις, ἃς ὁ Ζεὺς ποιεῖ. τουτέστι τὸ ἐν τῷ περιέχοντι εὔκρατον ὑφ' οὗ τὰ ζωοτρόφα τέθηλε φυτά. φησὶ γοῦν. ὦρσαν δὲ νύμφαι κοῦραι Διὸς αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι. (Vers. 156.) κυνηγετικῆς δὲ ἀκολουθίας τοῦτο. διὸ ἐπάγει αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους εἱλόμεθα, ἤγουν ἐπελεξάμεθα. (Vers. 157.) διὰ δὲ τρίχα κοσμηθέντες ἤγουν τριχῇ διαταχθέντες, βάλλομεν. αἶψα δὲ δῶκε θεὸς μενοεικέα θήρην. (Vers. 159.) ἣν καὶ ἐφερμηνεύων φησὶν ὁ Ὁμηρικὸς Ὀδυσσεύς. νῆες μέν μοι ἕποντο δυώδεκα. ἐς δὲ ἑκάστην ἐννέα λάγχανον ἤτοι ἐκληροῦντο αἶγες. (Vers. 160.) ἐμοὶ δὲ, δέκα ἔξελον οἴῳ, οὕτω γὰρ βραχὺ τοῖς πάλαι στρατηγοῖς ἦν τὸ ὑπέρτιμον. καὶ ἐν τοῖς ἑξῆς δὲ τὰ Κύκλωπος μῆλα δασάμενοι ἀρνειὸν οἱ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
