# Commentarii ad Homeri Odysseam 1.330.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.330.1

ἑταῖροι τῷ Ὀδυσσεῖ ἔδωκαν ἔξοχα. ὃν καὶ ἐπὶ τῷ αἰγιαλῷ ἔθυσαν. καὶ ἔστιν ἐν τούτοις σημειώσασθαι ὡς εἰ καὶ ἄπονα τῇ τῶν Κυκλώπων γῇ τὰ καλὰ, ὅμως οἱ οἰκοῦντες ἄνδρες τῶν πλειόνων αἴτιοι. διὸ Κύκλωπες μὲν καὶ πρόβατα εἶχον, ἡ δὲ ἀντικρὺ νῆσος αἶγας καὶ μόνας, καὶ ἡ μὲν ἀμπέλους ἀρισταφύλους, ἐκείνη δὲ οὔ, καὶ τῇ μὲν πυροὶ καὶ κριθαὶ φύονται, οὐ μὴν καὶ ἐν τῇ ἑτέρᾳ νήσῳ τῇ ἀπανθρώπῳ. (Vers. 155.) Σημείωσαι δὲ καὶ ὅτι οὐ μόνον Κένταυροι ὀρεσκῷοι ἐν Ἰλιάδι, ἀλλὰ καὶ αἶγες ἐνταῦθα. ἔστι γὰρ τὸ ἐπίθετον ἁρμόζον πᾶσι τοῖς ὀρεινόμοις τῶν ζῴων. (Vers. 156.) Αἰγανέαι δὲ, εἴπερ κατὰ αἰγῶν ἵενται, ἰδοὺ ἐνταῦθα ἐπαληθεύει αὐταῖς τοὔνομα. βάλλονται γὰρ αἶγες δι' αὐτῶν. Δολιχαύλους δὲ τὰς μακροσιδήρους λέγει. αὐλὸς γάρ φασι νῦν ἡ ὀπὴ τῆς αἰχμῆς ᾗ τὸ ξύλον ἐμβάλλεται. (Vers. 160.) Ὅρα δὲ καὶ ὡς εὐεπίφορος Ὅμηρος εἰς τὸν ἐννέα ὢν ἀριθμὸν πάσχει τοῦτο καὶ νῦν, ἐννέα διανέμων αἶγας ἑκάστῃ τῶν νηῶν. ἐφ' αἷς καὶ λαγχάνοντες οἱ σύμπλοι τὸ ἀστασίαστον ἐπραγματεύοντο. (Vers. 161.) Ὅτι μακρῷ συμποσίῳ ἐπιλεχθείη ἂν τὸ, ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἥμεθα δαινύμενοι κρέατ' ἄσπετα καὶ μέθυ ἡδύ. (Vers. 163.) εἰ δὲ καὶ περιουσίαν οἴνου δηλώσειν αἱρεῖτό τις, ἐρεῖ καὶ τὰ ἐφεξῆς. οὐ γάρ πω ἐξέφθιτο οἶνος ἐρυθρὸς, ἀλλ' ἐνέην. (Vers. 165.) πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι ἠφύσαμεν. Ὀδυσσεὺς δὲ περὶ τοῦ ἐκ Κικόνων οἴνου τοῦτο φησί. πολύοινος γὰρ ἡ κατ' ἐκείνους Θρᾴκη. (Vers. 162) Ὅρα δὲ καὶ ἐν τῷ καὶ μέθυ ἡδὺ, λεῖπον συνεκδοχικῶς τὸ ἐπίνομεν. ἐλλέλειπται δὲ διὰ τὸ πάντῃ γνώριμον. οὕτω καὶ ὑποκαταβὰς ἐρεῖ τὸ, Κυκλώπων δ' ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων. καπνόν τ' αὐτῶν τε φθογγὴν οἰῶν τε καὶ αἰγῶν. κἀνταῦθα γὰρ ἐν τῷ, (Vers. 167.) φθογγὴν αὐτῶν καὶ οἰῶν καὶ αἰγῶν ἐξαναλόγου ληπτέον τὸ ἠκούομεν. ἴσως δὲ εἴποι τις ἂν τὸ, δαινύμενοι κρέα καὶ μέθυ, μὴ συνεκδοχὴν εἶναι. οὐ γὰρ ἔφη ἔδοντες κρέα καὶ μέθυ, ἀλλὰ δαινύμενοι, τουτέστιν ἐν δαιτὶ δαπανῶντες. (Vers. 163.) Ὅρα δὲ καὶ τὸ, ἐξέφθιτο οἶνος ῥηθὲν ἀντὶ τοῦ, ἐδαπανήθη. καὶ τὸ, (Vers. 167.) φθογγὴν, ῥηθὲν ἐπί τε ἀνθρώπων καὶ ἐπὶ ζῴων ἀλόγων. (Vers. 174) Ὅτι πορισάμενος ἤδη ἐννοίας φράσιν Ὀδυσσεὺς ἐξ ὧν ἠρωτήθη παρὰ τοῦ βασιλέως Ἀλκινόου λέγει πειράσασθαι πλεύσας εἰς τὴν ἀντιπέραν γῆν τῶν Κυκλώπων δηλαδὴ, οἵ τινές εἰσιν (Vers. 175.) ἢ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι. ἠὲ φιλόξενοι καί σφιν νόος ἐστὶ θεουδής. τοὺς γὰρ δύο στίχους τούτους οὐ μόνον ἐν τῇ ζῆτα ῥαψῳδίᾳ ἔφη ὁ ποιητὴς ἀπαραλλάκτως, ἀλλὰ πρὸ ὀλίγων καὶ Ἀλκίνοος αὐτοῦ φράσας ἔφη πρὸς Ὀδυσσέα, ὑπηλλαγμένου ἐκεῖ τοῦ χαλεποὶ ἀντὶ τοῦ ὑβρισταὶ, ὅπερ ἐνταῦθα κεῖται. (Vers. 174.) Σημείωσαι δ' ἐνταῦθα ὅτι πειράσασθαι τῶν ἐν τῇ περαίᾳ ὁ ἥρως ἐθέλει αὐτὸς ἐκεῖνος μετὰ καὶ τῶν αὐτοῦ, ἐπεὶ μηκέτι τοῖς ἑταίροις πιστεύει διά τε τὸ κατὰ τοὺς Λωτοφάγους σύμβαμα καὶ τὴν ἐν τῇ γῇ τῶν Κικόνων ἀπείθειαν. καὶ τοῦτο μὲν κατὰ τὸ φαινόμενον. ἄλλως δὲ ἀληθῶς, διότι οὕτως εὔοδος ἡ τῆς τυφλώσεως τοῦ Κύκλωπος ἱστορία γίνεται, αὐτοῦ τοῦ Ὀδυσσέως πλεύσαντος εἰς αὐτὸν οὐ μὴν στείλαντος. (Vers. 176.) Ὅρα δὲ τὸ, καί σφιν νόος ἐστὶ θεοειδής. ὑπαλλάσσει γὰρ τοῦτο τὴν κοινὴν φράσιν, ἧς τὸ ὀρθὸν τοιοῦτον. ἠὲ φιλόξενοι καὶ θεοειδεῖς. Ὅμηρος δὲ περιφράσας ἐξαλλαγὴν ἐποίησε σχήματος. (Vers. 177.) Ὅτι τὸ ἀνὰ νηὸς βῆναι, πρόθεσιν ἔχει ἀντὶ προθέσεως ὡς εἴπερ ἐπὶ νηὸς βῆναι. ἴσως δὲ καὶ καθ' ὑπέρβασιν καὶ ἔλλειψιν ἑτέρας προθέσεως πέφρασται, ἵνα ᾖ, ἀναβῆναι ἐπὶ νηός. ἄλλως γὰρ ἡ ἀνα πρόθεσις γενικῇ οὐ συντάσσεται. λέγει οὖν. ὡς εἰπὼν ἀνὰ νηὸς ἔβην. (Vers. 178.) ἐκέλευσα δ' ἑταίρους αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι, καὶ τὰ ἑξῆς ὡς καὶ πρὸ ὀλίγων ἐγράφη. Καὶ ὅρα τὸ, ἀνά τε πρυμνήσια λῦσαι. δῆλον γὰρ ὡς ταυτὸν, λῦσαι καὶ ἀναλῦσαι εἰπεῖν. (Vers. 182.) Ὅτι καὶ τὸ τοῦ Κύκλωπος ἐκφράζων σπήλαιον καὶ τὰ περὶ αὐτὸ φησίν. ἔνθα δ' ἐπ' ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης ὑψηλὸν, δάφνῃσι κατηρεφές. (Vers. 184.) ἔνθα δὲ πολλὰ μῆλ' ὀΐές τε καὶ αἶγες ἰαύεσκον. ὧν τὸ χρήσιμον ἐκφράσει μετ' ὀλίγα. (Vers. 185.) περὶ δ' αὐλὴ ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι. (Vers. 186.) μακρῇσι τε πίτυσσιν. ἰδὲ δρυσὶν ὑψικόμοισιν. ὃ καθυπερβατὸν τοῖς ἄνω συντάσσεται. ἵνα ᾖ, δάφνῃσι κατηρεφὲς καὶ πίτυσι καὶ δρυσί. Καὶ ὅρα τὰ συχνὰ πάρισα καλλύνοντα τὴν ἔκφρασιν. τὸ, ὄϊες καὶ αἶγες. καὶ τὸ, αὐλὴ ὑψηλή. καὶ τὸ, κατωρυχέεσσι λίθοισι. μακρῇσι πίτυσι. δρυσὶν ὑψικόμοισι. Σημείωσαι δὲ καὶ ὅτι ἐπίτηδες ἔοικε μὴ ἐμπλατύνασθαι τῇ τοιαύτῃ ἐκφράσει ἀλλ' ἐπιδραμεῖν αὐτὴν, ἵνα μὴ λογογραφικῷ καλλύνῃ μειδιάματι τὰ κατὰ τὸν ἄγριον Κύκλωπα. (Vers. 183.) Κατηρεφὲς δὲ, νῦν μὲν σπή-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
