# Commentarii ad Homeri Odysseam 1.332.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.332.1

πιθανῶς. εἰ γὰρ δύο εἶχεν ὁ πελώριος οὗτος θὴρ ὀφθαλμοὺς, ἀμήχανον ἦν ἐκτυφλῶσαι αὐτόν. ἓξ γὰρ τῷ Ὀδυσσεῖ περιλειπομένων ἐν τῷ σπηλαίῳ, μόλις οἱ τέσσαρες ἴσχυσαν σὺν αὐτῷ τὸν ἐπὶ τῷ ἑνὶ ὀφθαλμῷ ἆθλον ἀνῦσαι. Ἰστέον δὲ καὶ ὅτι ἀστείως ἐκ Ποσειδῶνος τοῦ εἰς θάλασσαν ἀλληγορουμένου τὸν ἄγριον καὶ τερατώδη ὁ ποιητικὸς μῦθος γεγονέναι λέγει τὸν Κύκλωπα διὰ τὸ κατὰ θάλασσαν ἄγριον, οὕτω καὶ ὁ τὸν Ἀχιλλέα ἐν Ἰλιάδι ὀνειδίζων ἐπὶ ἀγριότητι, γλαυκή σε φησὶν ἔτικτε θάλασσα. καὶ ὁ σκώπτων δέ τινα δυσπειθῆ πρὸς κύματα λαλεῖν φησὶ παροιμιακῶς. ἐν δὲ λέξεσι ῥητορικαῖς εὕρηται καὶ Ἱλάων Ποσειδῶνος υἱὸς ὑπερφυὴς οὐκ εὐπρόσιτος. ἦν δὲ ἄλλως καὶ Τιτυὸς ὑπερμεγέθης καθ' Ὅμηρον, οὐκ ἀπεοίκασι δὲ τούτων οὐδὲ Ὦτος καὶ Ἐφιάλτης οἱ τοῦ Ἀλωέως. Ὠρίων δὲ πρὸς τῷ εὐμεγέθει καὶ κάλλιστος ἦν. δοκεῖ δὲ ὁ ῥηθεὶς Κύκλωψ φύσει μὲν δύο ἔχειν ὀφθαλμοὺς, εἴγε καὶ ἐν τοῖς ἑξῆς ἐρεῖ Ὅμηρος βλέφαρα καὶ ὀφρύας εἶναι αὐτῷ. κατὰ δέ τινα αἰτίαν εἰκὸς προαπολωλέναι αὐτῷ τὸν ἕτερον ὀφθαλμόν. εἰ δέ γε κυκλοτερὴς ὀφθαλμὸς εἷς κατὰ τὸν Ἡσιόδου μῦθον καὶ τῷ τοῦ Κύκλωπος τούτου μετώπῳ ἐνέκειτο, οὐκ ἂν ἐσίγησε τὴν ἰδιότητα ὁ ποιητής. ἄλλως δέ γε οὐδὲ Ἡσίοδος περὶ τοῦ Κύκλωπος τούτου ἢ τῶν λοιπῶν συγκυκλώπων τὸν λῆρον λόγον ἐκεῖνον ἐξεφύσησεν, ἀλλὰ περί τινων τριῶν οἳ καὶ τὸν κεραυνὸν ἐχάλκευον τῷ Διΐ. οἷς ὀνόματα, Βρόντης. Στερόπης. καὶ Ἄργης. Θεόκριτος μέντοι καὶ περὶ τούτου, οὕτω δοξάζει λέγων, μίαν ὀφρῦν τετᾶσθαι αὐτῷ ἀπὸ τοῦ ἑνὸς ὠτὸς ἐπὶ θάτερον. ὅτι δὲ ὅπως ἂν ἔχοι τὰ τοῦ πράγματος καὶ ἕνα ὀφθαλμὸν εἶχεν ὁ ῥηθεὶς πελώριος Κύκλωψ, δῆλον καὶ ἐκ τοῦ, ὃν ὀφθαλμοῦ ἀλάωσε. καὶ ὡς οὐκ ὀφθαλμὸν ἰάσεται οὐδ' ἐνοσίχθων. ὁ δὲ γεωγράφος καὶ ἑτέρων Κυκλώπων μέμνηται οἳ ἐκ Λυκίας ἦσαν μετάπεμπτοι, ἑπτὰ ὄντες, οἱ παρ' αὐτῷ μὲν γαστερόχειρες καλούμενοι, παρὰ δὲ ἑτέροις ἐγχειρογάστορες, ὡς ἐκ τῆς τέχνης τρεφόμενοι. ἀφ' ὧν ἐν ναυπλίᾳ σπήλαια καὶ λαβύρινθοι οἰκοδομητοὶ Κυκλώπεια καλούμενα. καὶ οὕτω μὲν ἁπλῶς τὰ κατὰ τὸν Κύκλωπα. ἡ δὲ ἀλληγορία εἰς θυμὸν αὐτὸν μεταλαμβάνει θηριώδη ὡς καὶ προσεδηλώθη. καὶ μικροῦ καὶ σαρκοβόρον ὅτε πολὺς ἐκβράσει. οὗπερ εἷς ὀφθαλμὸς, ἐπεὶ ὁ θυμούμενος οὐ μερμηρίζει οὐδὲ διάφορα βουλεύεται, ἀλλ' εἰς ἕν τι καὶ μόνον ἀφορᾷ, τὴν τοῦ οἰκείου θελήματος ἄνυσιν. Ὀδυσσεὺς δὲ τὸν τοιοῦτον θυμὸν οὐκ ἀναιρεῖ μὲν εἰς τὸ πᾶν. οὐ γάρ ἐστι τὸ τριμερὲς ἀπολέσθαί ποτε τῆς ψυχῆς οὗ μέρος καὶ ὁ θυμός. ἐκτυφλοῖ δὲ, οἷς τὰς θηριώδεις ὁρμὰς καὶ φονικὰς ἀπρακτεῖν ποιεῖ τῷ Κύκλωπι. πῶς δὲ αὐτὸν ἐκτυφλοῖ; οὐκ ἄλλως πάντως ἀλλ' ἢ ἀποῤῥαθυμήσας αὐτὸς καὶ οἷον ἐπιμύσας τοῖς αἰσθητοῖς πράγμασιν ἅπερ εἰς θηριωδίαν προκαλοῦνται αὐτὸν καὶ οὕτω δόξας ἐκτυφλῶσαι τὸν ἐν ἑαυτῷ Κύκλωπα. τὸ μὲν γὰρ ἀσκόπως ἡμᾶς ἐπεντρανίζειν τοῖς κατ' αἴσθησιν ὀξυωπέστατον ποιεῖ τὸν ἐν ἡμῖν τοιοῦτον Κύκλωπα. ὁ δὲ συστέλλων ἐλλόγως τὴν τοιαύτην θέαν, ἐκ τοῦ ἐναντίου ἐκτυφλοῦν ἂν ἐκεῖνον λέγοιτο. οὕτω δὲ καὶ τὴν ἐπιθυμίαν. παρουσία μὲν ἡ τῶν αἰσθητῶν προκαλεῖται, ἀπουσία δὲ ἀπωθεῖται. διὸ καὶ ὁ φιλόσοφος Ὀδυσσεὺς τοὺς ἡττηθέντας ἑταίρους τῆς παρὰ Λωτοφάγοις ἡδονῆς δεσμεῖ. κολούων αὐτοῖς οὕτω τὴν τῶν αἰσθητῶν ἐντυχίαν ἀφ' ὧν ἐρεθίζεταί τις εἰς ἡδονάς. καὶ τοιόνδε μὲν καὶ τοῦτο. ἐν δὲ τοῖς προῤῥηθεῖσιν (Vers. 187.) ὅρα τὸ ἐνιαύειν ἐπὶ Κύκλωπος λεχθὲν ὡς πρὸ αὐτοῦ τὸ ἰαύειν ἐπὶ οἰῶν καὶ αἰγῶν. Τὸ δὲ πελώριος δὶς ἐνταῦθα καὶ αὐτὸ λεχθὲν διὰ τὸ καίριον ἔοικεν, ὡς καὶ ἀλλαχοῦ ὑπεδηλώθη, παρὰ τὸ πέλας καὶ τὸ ὄρος γενέσθαι. εἰκὸς γὰρ οὕτω νοηθῆναι πελώριον ὃς ὄρει ἔοικεν. Ὅτι δὲ καὶ πέλωρ λέγεται τὸ πελώριον καὶ ὅτι παρὰ τὸ πέλας καὶ τὴν ὥραν ὅ ἐστι φροντίδα κατά τινας γίνεται, δῆλον καὶ αὐτό. ἀναλογία δὲ τοῦ, πέλωρ πελώριον, κατὰ τὸ, ἕλωρ ἑλώριον. δῆλον δὲ ὅτι ἐκ τοῦ πέλωρ καὶ πελωρίδες ὄστρακόν τι μεῖζον χήμης, καὶ Πελωρὶς δὲ ἀκρωτήριον Σικελικὸν, κληθεῖσα οὕτω, καθὰ εἰκὸς, διὰ τὸ κατ' αὐτὴν μέγεθος. ὡς δὲ καὶ ὁ εἰπὼν πέλωρον κακὸν ταυτὸν ἔφη τῷ φαμένῳ κακὸν ἠλίβατον, δῆλόν ἐστι καὶ αὐτό. χρῆσις δὲ αὐτοῦ γνωμικὴ ἐν τῷ, αἱ μεταβολαὶ γὰρ αἵ τε κινήσεις κακὸν ἠλίβατον. ἔντ' ἀνθρώποις ἀλλοιώματα ἐν ταῖς τροπαῖς ποιοῦσιν. Ἰστέον δὲ ὡς εἰ καὶ μιᾷ ὑπάγονται ἀναλογίᾳ τὸ, πέλωρ πέλωρος πελώριον, καὶ ἕλωρ ἕλωρος ἑλώριον, ἀλλὰ πέλωρ μὲν κοινόν ἐστι τῷ γένει, ἕλωρ δὲ μόνως οὐδέτερον. οἷον. Πατρόκλοιο δ' ἕλωρα μενοιτιάδαο. δύο γάρ φασι μόνα οὐδέτερα εἰς ωρ, ὕδωρ καὶ ἕλωρ, ὧν τὸ μὲν διὰ τοῦ ρ κλίνεται, τὸ δὲ διὰ τοῦ τ. (Vers. 189.) Ὅρα δὲ καὶ τὸ, ἀθεμίστια ἤδη, τουτέστιν ἄδικα ἠπίστατο. καὶ σημείωσαι ὡς ἄλλως μὲν ἀθέμιστοι συνθέτως οἱ λοιποὶ εὐσεβεῖς Κύκλωπες, ἄλλως δὲ ἀθεμίστια εἰδὼς ὁ Πολύφημος. ἄδικος

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
