# Commentarii ad Homeri Odysseam 1.333.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.333.1

γάρ. μετ' ὀλίγα δὲ τοῦτο σαφέστερον φράζων φησίν. ἄνδρα ἄγριον οὔτε δίκας εὖ εἰδότα οὔτε θέμιστας. ἐκ δὲ τοῦ, (Vers. 190.) θαῦμ' ἐτέτυκτο πελώριον, εἰλήφασιν οἱ μεθ' Ὅμηρον θαύματά τινα ἐν κόσμῳ λέγειν τὰ παράδοξα θεάματα, ὁποῖος ὁ τοῦ Μαυσώλου τάφος, ὁ ἐν Ἐφέσῳ ναὸς τῆς Ἀρτέμιδος, ὁ Βαβυλώνιος κῆπος, αἱ ἐν Αἰγύπτῳ πυραμίδες καὶ ἕτερα. (Vers. 191.) Τὸ δὲ ῥίῳ ὑψηλῶν ὀρέων, διαφορὰν δηλοῖ ῥίου καὶ ὄρους. ἵνα ᾖ τὸ ῥίον ὄρους κορυφὴ ὑπερφαινομένη, διὸ καὶ ἐπάγει τὸ, (Vers. 192.) ὃ φαίνεται μόνον ἀπ' ἄλλων, ὡς τῶν ἄλλων ὑψηλότερον. καθὰ καὶ ὁ Πολύφημος ὑπὲρ τοὺς λοιποὺς Κύκλωπας ἦν πελώριος. (Vers. 195.) Ὅτι ἑταίρους δυοκαίδεκα ἀρίστους κρίνας Ὀδυσσεὺς ἄνεισιν εἰς τὸ τοῦ Κύκλωπος σπήλαιον, ἀρίστους μὲν καὶ ἐκκρίτους, ἵνα μετὰ θάῤῥους καὶ ῥωμαλεότητος ἡ τοῦ Πολυφήμου πλασθείη τύφλωσις. δώδεκα δὲ μόνους, διότι τε προμηθὲς ἦν παραμεῖναί τινας κάτω τῇ νηῒ, καὶ ἵνα βρωθέντων τινῶν ὑπὸ Κύκλωπος περιλειφθῶσι τινὲς καὶ οὕτω τι σὺν αὐτοῖς ἀνύσῃ Ὀδυσσεὺς, καὶ ἵνα δὲ πιθανολογηθείη πρὸς τὸν Πολύφημον τὸ ῥηθησόμενον τοῦ ναυαγοῦ πλάσμα, ὡς τοσούτων καὶ μόνων δῆθεν περιλειφθέντων τῷ Ὀδυσσεῖ μετὰ τὸν κίνδυνον. (Vers. 196.) Ὅτι τὴν κατὰ τοῦ Πολυφήμου μηχανὴν πιθανευόμενος Ὀδυσσεὺς φησὶ ὡς αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο ἡδέος. ὅν μοι ἔδωκε Μάρων Εὐάνθεος υἱὸς ἱερεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει, οὕνεκά μιν σὺν παισὶ περισχόμεθα ἠδὲ γυναικὶ ἁζόμενοι. ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι Ἀπόλλωνος. ὃ δέ μοι πόρεν ἀγλαὰ δῶρα. χρυσοῦ μέν μοι δῶκεν εὐεργέος ἑπτὰ τάλαντα. δῶκε δέ μοι κρητῆρα πανάργυρον. αὐτὰρ ἔπειτα οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσας. (Vers. 205.) εἶτα ἐπαινῶν τὸν τοιοῦτον οἶνον ἐπάγει. ἡδύν. ἀκηράσιον. θεῖον ποτόν. οὐδέ τις αὐτὸν ᾐείδει δμώων οὐδ' ἀμφιπόλων ἐνὶ οἴκῳ, ἀλλ' αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μί' οἴη. τὸν δ' ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρὸν, ἓν δέπας ἐμπλήσας (Vers. 209.) ὕδατος ἀνὰ εἴκοσι μέτρα χεῦεν. ἀναλογία δηλαδὴ τῷ τοῦ οἴνου δέπαϊ. ὀδμή δ' ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει. θεσπεσίη. τότ' ἂν οὔτοι ἀποσχέσθαι φίλον ἦεν. τοῦ τοιούτου δή φησιν οἴνου ἔφερον ἐμπλήσας ἀσκὸν μέγαν, (Vers. 212.) καὶ ἤϊα ἐν κωρύκῳ, περὶ οὗ καὶ προεγράφη. προστιθεὶς δὲ καὶ αἰτίαν τοῦ καὶ τοιοῦτον φέρειν καὶ τοσοῦτον οἶνον ἐπιφέρει (Vers. 213.) αὐτίκα γάρ μοι ὀΐσσατο θυμὸς ἀγήνωρ, ἄνδρα ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν. ἄγριον. οὔτε δίκας εὖ εἰδότα οὔτε θέμιστας. Καὶ ὅρα τὸ θεῖόν τε τῆς ψυχῆς ὅπως τὸ μέλλον ὑπιείδετο, καὶ ὡς πολλάκις ἄνθρωποι προορώμενοι τὸ ἀποβησόμενον, ὅμως οὐδὲν ἀπώναντο τοῦ εἰδέναι, οἷα ἑτέροις ἐκκρουόμενοι θελήμασι. καὶ οὕτω μήδ' αὐτοὶ τὸ δοκηθὲν τελέσαντες. (Vers. 196.) Αἴγειον δὲ ἀσκὸν ἐν ἄλλοις εἰπὼν αἴγεον ἐνταῦθα λέγει πρὸς ὁμοιότητα τοῦ, χρύσεον ἀργύρεον καὶ τῶν τοιούτων. πρὸς διαστολὴν δὲ ἑτέρων ἀσκῶν ἔφη τὸ αἴγειον. εἰσὶ γὰρ καὶ ἑτεροῖοι ὡς δηλοῖ καὶ ὁ παρὰ τῷ Αἰόλῳ ἀσκὸς βοός, ὡς τοῦ τοιούτου συνηθεστέρου ὄντος. (Vers. 197.) Τὸν δὲ μέλανα ἡδὺν οἶνον, μελιηδέα οἶνον ἐρυθρὸν μετ' ὀλίγα ἔφη, πολυωνύμως φράσας. δῆλον δὲ ὅτι μέλας οἶνος πρὸς διαστολὴν ἑτεροίου λέγεται. τῶν γὰρ οἴνων ὁ μέν φασι λευκὸς, ὁ δὲ κιῤῥός, ὁ δὲ μέλας. περὶ ὧν λαλεῖ πολλὰ ὁ Ἀθήναιος. ὧν δὴ οἴνων ἄριστον μὲν τὸ μέτριον, ἀνάπαλιν δὲ, ἡ ἀσυμμετρία. καὶ εἴπερ ἐκμετροῦμεν ἑαυτοὺς οἱ ἄνθρωποι σωφρόνως πίνοντες, οὐκ ἂν αἱ ἀμέθυσοι περιενοηθήσαν κατασκευαὶ τοῖς παλαιοῖς. ἐν αἷς καὶ σπέρμα κράμβης προσελαμβάνετο. δοκεῖ γάρ φασιν ἀπελαύνειν μέθην, ῥάφανος, αὐτόν δ' εἰπεῖν κράμβη κατὰ τοὺς παλαιούς. τί γὰρ καὶ ἔδει περιέργου ταύτης θεραπείας, ἔνθα τὸ καλὸν αὐτόματον τοῖς οὐκ ἀμέτρως πίνουσιν; οἷς κατὰ τὸν ποιήσαντα τὰ Κυπριακὰ οἶνος θεόθεν πεποίηται ἄριστος ἀνθρώποις ἀποσκεδάσαι μελεδῶνας. ὃ καὶ ἐπὶ ὕπνου ἔφη Ὅμηρος ἐν τῷ, λύων μελεδήματα θυμοῦ. ὅθεν κατά τινας καὶ ὕπνος λέγεται ὡς οἷον λύπονος. Τὸν δὲ Μάρωνα οὗ καὶ δοκεῖ παρώνυμος εἶναι ἡ κατὰ Θρᾴκην Μαρώνεια καὶ ἱερῷ ἐτίμησαν οἱ ἐγχώριοι. οὗ τὸν πατέρα Εὐάνθην Ἡσίοδος Οἰνοπίωνός φασιν ἱερὸν ἱστορεῖ υἱοῦ Διονύσου. ὅθεν δοκεῖ καὶ εὐοινεῖν οἷα δῶρον ἔχων αὐτὸ ἐκ τοῦ προγόνου Διονύσου. δοκεῖ δὲ ἀμπέλων ἐπιμελητὴς ὁ Μάρων γενέσθαι μάλιστα ὧν γλυκὺς ὁ οἶνος, διὸ Κλέαρχός τις ἐπισημαινόμενος ἔφη τὸ, οἶνος Λέσβιος, ὃν ἐποίησεν ὁ Μάρων μοι δοκῶ. ἐν δὲ τοῖς τοῦ δειπνοσοφιστοῦ φέρεται καὶ ὅτι Μάρων εἷς τῶν μετὰ Διονύσου στρατευομένων. ἀφ' οὗ καὶ Μάρεα κρήνη Ἀλεξανδρεωτική. καὶ παρ' αὐτὴν πόλις ὁμώνυμος, μεγίστη ποτὲ εἰ καὶ ὕστερον κώμη περιελείφθη. ἐκεῖθεν δὲ καὶ ὁ Μαρεώτης οἶνος. ἄδηλον δὲ εἴπερ ὁ προσεχῶς ῥηθεὶς Μάρων ὁ αὐτός ἐστι τῷ Ὁμηρικῷ. Ἔτι ὁ αὐτὸς περὶ τοῦ Θρᾳ-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
