Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.334.1
Not analysed yet
κίου Μάρωνος εἰπὼν ὅτι Ἄλεξις σκώπτων τινὰ ὡς μέθυσον καὶ ἐξώλη φησὶν Οἰνοπίων τις ἢ καὶ Μάρων ἢ Τιμοκλῆς, μεθύει γὰρ, οὐδὲν ἕτερον ἐμφαίνει ἢ ὡς ὁ Μάρων περὶ οἶνον ἠσχολεῖτο οὐ μόνον κτώμενος ἀλλὰ καὶ πίνων. ἐσκώπτοντο δὲ εἰς οἰνοφλυγίαν καὶ οἱ τῆς αὐτῷ παρωνύμου Μαρωνείας πολῖται. διὸ σοφός τις παρατυχὼν ἐκεῖ καὶ εἰπὼν ὡς εἰ κατακαλυφθῇ, γνώσεται κατὰ τίνα τόπον ἐστὶ τῆς πόλεως, ὡς ἤγετο κατακεκαλυμμένος καὶ ἠρωτήθη ποῦ ἐστὶ τῆς πόλεως, κατὰ τὸ καπηλεῖον ἔφη. καπηλεῖα γὰρ ἐδόκει εἶναι ἡ Μαρώνεια. τάχα που καὶ τῶν ἐκεῖ ἐπὶ οἴνου ἀποδοχῇ λεγόντων τὸ περιᾳδόμενον, ὡς οὐκ ἀπόβλητον Διονύσειον οὐδὲ γίγαρτον. οὐ μὴν προσλογιζομένων καὶ τὰ ἐξ οἴνου κακά. οὐδ' ἐπενθυμουμένων παροιμίαν τὴν λέγουσαν ὡς οἶνος οὐκ ἔχει πηδάλιον. ὁ δὲ τὸ εἰρημένον σκῶμμα εἰπὼν Στρατόνικος εἰπεῖν λέγεται καὶ ὡς ἐν Μαρωνείᾳ οὐ γίνεται ἔαρ ἀλλὰ ἀλέα. καὶ οὕτω μὲν ταῦτα. Εὐάνθης δὲ νῦν βαρυτόνως τὸ κύριον, πρὸς διαστολὴν τοῦ ἐπιθέτου. ὡς τὸ εὐανθὴς λειμών. οὕτω καὶ Εὐπείθης ὁ τοῦ Ἀντινόου πατὴρ, εἰς διαφορὰν τοῦ, ἀνὴρ εὐπειθής. ὁμοίως δὲ καὶ Εὐμάθης ὡς οἱ παλαιοί φασι διεσταλμένος τῇ βαρυτονήσει τοῦ ἐπιθετικῶς εὐμαθοῦς. ὅμοιον καὶ Πολυπείθης περὶ οὗ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. (Vers. 198.) Τὸ δὲ ἱρεὺς, ψιλοῦται κατά τινας Ἰωνικῶς καθὰ καὶ τὸ ἴρηξ ὁ ἱέραξ. Τὸ δὲ Ἴσμαρον ἀμφιβεβήκει, πρὸς ὁμοιότητα λαλεῖται τοῦ, ὃς Χρύσην ἀμφιβέβηκας. Ἔνθα ὅρα καὶ ὅτι καθάπερ ὁ Χρύσης περιουσίαν εἶχε διὰ τὸν Ἀπόλλωνα, οὗ περ ἦν ἱερεὺς, οὕτω καὶ ὁ ῥηθεὶς Μάρων. ὃς καὶ οὕτω καὶ μετὰ πολιορκίαν περιουσιάζεται, ὡς πολλὰ δῶρα εὐγνωμόνως δοῦναι πρὸς χάριν τῷ Ὀδυσσεῖ. ἅπερ ἐπίτηδες ἀριθμήσας Ὀδυσσεὺς καὶ καταιδέσας οὕτω τοὺς Φαίακας ἐφελκήσεται δίχα τῶν φθασάντων δοθῆναι καὶ τρίποδας ἐν τοῖς ἑξῆς ἐκ τῶν Φαιάκων καὶ λέβητας δοθέντας, ὡς ῥηθήσεται, ἀνδρακάς. (Vers. 199.) Τὸ δὲ σὺν παισὶ περισχόμεθα Ἀρίσταρχος σὺν παιδὶ γράφει ἑνικῶς. Περισχέσθαι δὲ, τὸ βοηθῆσαι καὶ περιποιήσασθαι. καιριώτερον δὲ εἰπεῖν, τὸ οἱονεὶ περιλαβεῖν. καὶ ἄλλως δὲ τὸ περισχεῖν ἐνταῦθα ὅμοιόν ἐστι τῷ ὑπερσχεῖν. ἐξ οὗ καὶ τὸ, ὑπερέσχε τοῦ δεῖνος χεῖρα θεός. ὅπερ Ὅμηρος φησὶν, ὑπερέσχεθε. δῆλον γὰρ ὅτι ἐν πολλοῖς, καθάπερ ἡ πρὸ, οὕτω καὶ ἡ περι πρόθεσις λαμβάνεται ἀντὶ τῆς ὑπερ κατὰ λόγον ὑπερθέσεως καὶ περιττότητος ὡς καὶ ἡ περίφρων δηλοῖ. καὶ τὸ, περίσχεο παιδὸς ἑῆος. (Vers. 200.) Τὸ δὲ ἁζόμενοι, ἐντελέστερον ἡ Ἰλιὰς φράζει ἐν τῷ, ἁζόμενοι Διὸς υἱόν. Ἄλσος δὲ δενδρῆεν, ὁποῖος ὁ ἐν ἄλλοις πολυδένδρεος κῆπος. θεῖον μέντοι τὸ ἄλσος. παράγεται δὲ Αἰολικῶς ἀπὸ τοῦ ἅλλω ἅλσω, ἐν ᾧ ἅλλονται φυτά. διὸ καὶ ψιλοῦται ὡς Αἰολικόν. ὅτι δὲ οὐ ταυτά εἰσιν ἄλσος καὶ ἕλος ἀλλὰ διάφορα, δηλοῖ καὶ ὁ γράψας τὸ, ἔπινε καὶ εὐπάθει οὔτε ἡμέρας οὔτε νυκτὸς ἀνιείς. καὶ εἰς τὰ ἕλεα δὲ καὶ τὰ ἄλση νεμόμενος. ὑγρὸς δὲ πάντως τόπος τὸ ἕλος καὶ πολυβότανος καὶ οἷος φύειν καὶ τρέφειν καὶ σέλεα τὰ καὶ ἐτυμολογούμενα ἐξ αὐτοῦ, καὶ δι' αὐτὸ ἐπικαλούμενα ἐλεόθρεπτα. (Vers. 202.) Εὐεργὴς δὲ δίδοται χρυσὸς, ἐπεὶ οὐκ ἦν τίμιον τοῖς τότε ἀργὸν χρυσίον. (Vers. 203.) Τὸ δὲ πανάργυρον, πρὸς διαστολὴν ἑτέρου ἴσως κεῖται ᾧ καὶ χρυσὸς συνεκέκρατο, ὁποῖος καὶ ᾧ τὰ χείλη ἐπὶ χρυσῷ κεκράανται. (Vers. 205.) Ἀκηράσιος δὲ, ὁ ἀκέραιος καὶ μὴ διεφθορὼς, ἀλλὰ θεῖος καὶ θεσπέσιος. οὕτω καὶ ἐν Ἰλιάδι ἀκήρατον ὕδωρ φησὶ τὸ καθαρόν. παραγωγὴ δὲ ἀμφοῖν εἶναι δοκεῖ, τοῦ μὲν ἡ κὴρ καὶ ἡ ἄση, τοῦ δὲ ἡ αὐτὴ κὴρ καὶ ἡ ἄτη. ὧν δηλαδὴ οὐκ ἔστι τις κὴρ ἢ ἄση καὶ ἄτη διὰ τὸ θεῖον. τὸ μέντοι ἀκήριον ἄλλο τι δηλοῖ. τὸ ἄψυχον γάρ. Τὸ δὲ θεῖον ποτὸν καθὰ καὶ τὸ ἀκηράσιον ἐπιτείνουσι μὲν τὸ ἡδὺ τοῦ οἴνου, εὐοδοῦσι δὲ καὶ τὸ, νέκταρος ἀποῤῥῶγα τὸν αὐτὸν εἶναι θείου καὶ ἐκείνου πόματος. καὶ ταῦτα μὲν σεμνὰ εἰς οἴνου ἔπαινον. ὁ δὲ Ἀφροδίτης γάλα τὸν οἶνον εἰπὼν ἐκωμικεύσατο. καὶ οὐδὲ ἐσέμνυνε τὸ ποτὸν, ὅτι μηδὲ θεῖον τὸ ἀφροδίσιον. (Vers. 206.) Τὸ δὲ ἠείδει γραφόμενον ἐξ ἀρχῆς διὰ τοῦ η εἶτα ἐφεξῆς διὰ δύο διφθόγγων ἐν τοῖς παλαιοῖς ἀντιγράφοις, δηλοῖ μὲν τὸ ἠπίστατο. γίνεται δὲ ἢ ἐκ τοῦ εἰδῶ εἰδήσω. οὗ ὑπερσυντέλικος εἰδήκειν εἰδήκεις εἰδήκει καὶ συγκοπῇ τοῦ ἦτα καὶ κάππα εἴδει ὁμοίως τῷ εἰδηκὼς εἰδὼς, καὶ προσελεύσει τοῦ ἦτα κατ' ἀρχὴν, ὡς καὶ ἐπὶ ἄλλων γίνεται, ἠείδει. ἢ ἀπὸ τοῦ ᾔδει Ἀττικοῦ ὑπερσυντελίκου ἐπενθέσει τῆς διφθόγγου, πολλαχοῦ τοῦτο ποιούσης. οὐκ ἂν δὲ φιλοίη τὴν τοιαύτην λέξιν ἀνὴρ μὴ ἡρωΐζων. Ὅρα δὲ καὶ ὅτι ἐν τούτοις διαφορὰ φανερὰ κεῖται δμώων καὶ ἀμφιπόλων. δμῶες μὲν γὰρ οἱ ἄῤῥενες δοῦλοι, θατέρου δὲ γένους αἱ ἀμφίπολοι. καὶ ὅτι τοῦ, Σαμία μία ναῦς, προεῤῥέθη τὸ Ὁμηρικὸν, τὸ, ταμία μία. Ἔνθα καὶ σημείωσαι τὴν τοῦ οἴνου ἐπίκρυψιν, ὡς δέον ὂν τοὺς σπουδαίους τὰ παρ' αὐτοῖς τίμια