# Commentarii ad Homeri Odysseam 1.335.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.335.1

μὴ πᾶσιν ἔκπυστα τίθεσθαι. (Vers. 208.) Τὸ δὲ ὅτε πίνοιεν, ἔλλειψιν ἔπαθε τοῦ, τίνες οἱ πίνοντες. ἦν δὲ ὀρθότερον εἰπεῖν, τόνδ' ὅτε πίνοι τις. οὕτω γὰρ εὐοδοῦται καὶ τὸ, ἓν δέπας ἐμπλήσας ὕδωρ τόσον χεῦεν. ἴσως δὲ καὶ οὕτω φησὶ ὁ Ὅμηρος τὸ πίνοιεν διὰ τὴν φύσιν τοῦ τίς. ὅπερ τῇ ἀοριστίᾳ πλῆθος δηλοῖ, τὸ γὰρ ὅτε πίνοι τις, ταυτὸν τῷ, ὅτε οὗτος ἢ ἐκεῖνος ἢ ἄλλος πίνει. διὸ καὶ ταυτόν πως εἶναι δοκεῖ τὸ, ὅτε πίνει τις, καὶ τὸ, ὅτε πίνοιέν τινες, ἤδη δὲ καὶ τὸ, ὅτε πίνοιεν. (Vers. 209.) Τὸ δὲ δέπας, οἱ μὲν οὕτω ῥηθῆναι φασὶν, ὅτι δίδοται πᾶσι σπένδειν εἴτε καὶ πίνειν, οἱ δὲ, ὅτι δύο ὦπας ἢ ὀπὰς εἶχεν ὡς ἄμφωτον. οὗ δὴ ἀμφώτου παρώνυμον, ἡ ἄμφωτις. ξύλινόν φασιν αὕτη ποτήριον, ᾧ χρῆσθαι τοὺς ἀμέλγοντας εἰς αὐτὸ καὶ οὕτω πίνοντας. ἀνάπαλιν δὲ τῷ ἀμφώτῳ ἔχει τὸ ἄωτον ποτήριον, ὁποῖον καὶ τὸ ἀμφικύπελον κατὰ τὸν Σιληνὸν ὡς ἱστορεῖ Ἀθήναιος ἐν οἷς περὶ τῶν τοιούτων γράφει. Κράσεις δὲ οἴνου πολλαὶ παραδέδονται. ὁ μὲν γὰρ κωμικὸς ἶσον ἴσῳ κεκρᾶσθαι λέγει ἐπὶ Ἑρμῇ, Ἡσίοδος δὲ τρὶς ὕδατος προχέειν ὑποτίθεται. τὸ δὲ τέταρτον, ἐνιέναι τοῦ βιβλίνου. καὶ ἄλλοι ἄλλας κράσεις φασίν, αἳ κεῖνται παρὰ τῷ Ναυκρατίτῃ δειπνοσοφιστῇ. ἐν αἷς λέγει ἐκεῖνος καὶ ὅτι ἐὰν ὑπερβάλῃς τὸν ἐν τῷ κράματι δηλαδὴ οἶνον, εἰς ὕβριν φέρει. ἐὰν δὲ ἴσον ἴσῳ προσφέρῃ, μανίαν ποιεῖ. ἂν δ' ἄκρατον, παράλυσιν σωμάτων. διὸ στοχαστέον τοῦ συμμέτρου. οὕτω γὰρ ἂν μὴ βλαπτομένου τοῦ πίνοντος καλῶς ἂν ὁ Διόνυσος καλοῖτο ἰατρὸς, ἔτι δὲ καὶ ὑγείας αἴτιος. καθότι καὶ ἡ Πυθία εἴρηκέ τισι, Διόνυσον ὑγιάτην καλεῖν. ὅ πέρ ἐστιν αἴνιγμα τοῦ τὸν οἶνον ὑγιαστικὸν εἶναι. ἡ δὲ ῥηθεῖσα νῦν κράσις παραδοξοτάτη ἐστίν. εἰκοσαπλάσιον γὰρ τοῦ οἴνου φησὶν Ὀδυσσεὺς τὸ ἐγκατακεραννύμενον ὕδωρ. καινολογεῖ δὲ Ὅμηρος τοῦτο πιθανολογῶν, ἵνα μή τις ζητοίη πῶς ἡ τοῦ Κύκλωπος μεγάλη γαστὴρ κισσυβίοις ἐπλήσθη μετρητοῖς. τρία γὰρ ἐξέπιε κισσύβια οἴνου δυναμένου μὲν κατακερασθῆναι εἰς ἑξήκοντα, καταποθέντος δὲ ὅμως ἀκράτου καὶ διατοῦτο κατακρατήσαντος ὡς ἐν παραλύσει καὶ εἰς ὕπνον βαθὺν κατενεγκόντος τὸν ἄγριον, οὐ τῇ κατὰ ποσότητα πλησμονῇ ἀλλὰ τῇ κατὰ ποιότητα πημονῇ. ὃ δὴ καὶ ποριστέον εἰς ἀκρατοποσίας ψόγον. ἐν δὲ ῥητορικῷ λεξικῷ εὕρηται περὶ κραμάτων οἰνηρῶν καὶ ταῦτα. τρία καὶ δύο. Ἀριστοφάνης. ἔχε πιεῖν κεκραμένον τρία καὶ δύο. Ἡσίοδος δὲ, τρὶς ὕδατος φησὶ καὶ τὰ ἑξῆς. Εὔπολις δὲ, Διόνυσε χαῖρε μήτοι πέντε καὶ δύο. τοιοῦτον καὶ τὸ παροιμιῶδες. πέντε πίνειν ἢ τρία ἢ μὴ τέτταρα. τὸ μὲν γὰρ πέντ' ἐστὶ, τρία καὶ δύο. τὸ δὲ τρία, ἥμισυ καὶ διπλάσιον. ἤγουν ἓν καὶ δύο. τὸ δὲ τέτταρα, ἶσον ἴσῳ. δῆλον δὲ καὶ ὅτι μέχρι καὶ νῦν περὶ τὰ βαθύτερα τῆς Ἀσίας ὡς καὶ περί που τὴν Ἀρμενιακὴν Μελιτήνην οἶνος φέρεται παχὺς μέλας κράμα φέρων ὕδατος οὐ μακρὰν τοῦ κατὰ τὸν Ὁμηρικὸν Μάρωνα. ᾧ εἰκὸς παλαί ποτε καὶ τὸν μαρωνήτην ἐοικέναι. Ἄλεξις δὲ εἰπὼν ἐγχέωμεν ἕνα καὶ τέτταρας, ἀκούει ὡς ὑδαρὴν ἢ ὑδαρῆ λέγεις κύλικα δηλαδή. τὸ δὲ κατὰ Διοκλῆν πίνειν οἶνον κεκραμένον τέτταρα καὶ δύο, παροιμία κωλύει λέγουσα τὸ, ἢ πέντε πίνειν ἢ τρί' ἢ μὴ τέσσαρα. ἢ γὰρ δύο πρὸς πέντε φασὶ πίνειν δεῖ, ἢ ἕνα πρὸς τρεῖς. κρατῆρας δηλονότι. Φερεκράτης δέ φασι πλάσας τινὰ εἰπόντα ὡς παντάπασιν ὕδωρ εἰργάσω. καὶ ἐρωτηθέντα, πῶς ὦ κατάρατε; ποιεῖ ἀποκρινάμενον τὸ, ἐνέχεας δύο ὕδατος ὦ μάμμη. πρὸς δὲ τὸ ὕδατος τέτταρα κατὰ δέ τινας οἴνου τέτταρα, ἐῤῥέθη τὸ, ἔῤῥ' ἐς κόρακας, βατράχοις οἰνοχοεῖν σε δεῖ. κατὰ δὲ ἄλλου ὑδαροῦς κράματος ἐλέχθη τὸ, μῶν Ἀχελῷος ἦν κεκραμένος πολὺς; ἤγουν, ἆρα ποταμὸς ἐνεκράθη τῷ οἴνῳ; περιφέρεται δὲ ὥσπερ τὸ παρὰ τῷ κωμικῷ ἶσον ἴσῳ κεκραμένον πίνειν, οὕτω καὶ τὸ, δύο ὕδατος πρὸς τρεῖς ἀκράτου. Φιλέταιρος. πεπωκέναι δεῖ τὸν κατὰ δύο καὶ τρεῖς ἀκράτου. τοιαῦτα δὴ καὶ ταῦτα. (Vers. 211.) Τὸ δὲ οὔτοι ἀποσχέσθαι φίλον ἦεν, ἢ ἀφελῶς ἐῤῥέθη ὡς πρὸς Ἀλκίνοον, ἵνα λέγῃ ὡς οὐκ ἂν ἤθελες ἀποσχέσθαι γευσάμενος, ἢ κατ' ἔλλειψιν, ἀντὶ τοῦ, οὐκ ἤθελεν ὁ πίνων δηλαδὴ ὃς ἂν καὶ ἦν (Vers. 113.) Ἀγήνωρ δὲ θυμὸς ἐνταῦθα, ὁ ἄτρεστος καὶ ἄγαν ἀνδρεῖος ὡς καὶ ἐν ἄλλοις. (Vers. 215.) Τὸ δὲ οὔτε δίκας εὖ εἰδότα οὔτε θέμιστας, ἄλλον τρόπον ἀθέμιστον εἶναι δηλοῖ τὸν Πολύφημον ἤπερ τοὺς λοιποὺς Κύκλωπας ὡς καὶ προδεδήλωται. Ἐν τούτῳ δὲ σημείωσαι καὶ τὸ, οὐ δίκας εὖ εἰδότα οὐδὲ θέμιστας. δῆλον γὰρ ἐντεῦθεν, ὡς οὐκ ἀεὶ τὸ εὖ εἰδέναι γενικῇ συντάσσει ὁ ποιητής. (Vers. 216.) Ὅτι τὴν ἐξ ὀΐων καὶ αἰγῶν ζωὴν τοῦ Κύκλωπος ἐκφράζων ὁ Ὀδυσσεὺς ἰδίᾳ, οὐ γὰρ ἐχρῆν παραῤῥίψαι τῇ τοῦ σπηλαίου ἐκφράσει καὶ ταύτην, φησὶ τοιαῦτα. οὐδέ μιν ἤγουν τὸν Κύκλωπα ἔνδον τοῦ ἄντρου εὕρομεν. ὃ καὶ συνήνεγκε μάλιστα τῷ Ὀδυσσεῖ καὶ τοῖς περὶ αὐτόν. εἰ γὰρ ἔνδον εὑρέθη ὁ Κύκλωψ, δυσχερὴς ἦν πλα-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
