# Commentarii ad Homeri Odysseam 1.338.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.338.1

ἀλλὰ καὶ εἰς ἄμελξιν. Περὶ δὲ τοῦ ἀμέλγειν, πολλαχοῦ δεδήλωται τά τε ἄλλα, καὶ ὅτι καὶ ἀμέργειν λέγεται. ὧν ἐκ μὲν τοῦ ἀμέλγειν ὁ προσεχῶς ῥηθεὶς ἀμολγεὺς, καὶ ἀμολγὸς δὲ ὁ πολλαχοῦ γραφείς. ἐκ δὲ τοῦ ἀμέργειν, τὸ ὀμόργνυσθαι κατά τινα μεταφοράν. (Vers. 224.) Ὅτι εὕρηνται ἐνταῦθα οἱ ἑταῖροι κρεῖττόν τι συμβουλευόμενοι τῷ Ὀδυσσεῖ οὗπερ αὐτὸς ἐνόησε. καὶ Ὀδυσσεὺς φιλαλήθως ὁμολογεῖν οὐκ αἰδεῖται αὐτὸ, θηρώμενος οὕτω καὶ τὴν ἐπὶ τοῖς ἄλλοις οἷς λέγει πίστιν παρὰ τοῖς Φαίαξιν. οἱ μὲν γάρ φησιν ἐλίσσοντο τυρῶν αἰνυμένους ἐρίφους τε καὶ ἄρνας σηκῶν ἐξελάσαντας (Vers. 225.) ἰέναι πάλιν, ἤγουν ἐπανιέναι πλέοντας. ἀλλ' ἐγώ φησιν οὐ πιθόμην. ἦτ' ἀν πολὺ κέρδιον ἦεν. διατί δὲ οὐ πιθόμην; ὄφρα φησὶν αὐτόν τε ἴδοιμι, (Vers. 229.) καὶ εἴ μοι ξείνια δοίη. ἤγουν εἴπως με ξενίσει. ὃ ταυτόν ἐστι τῷ ὅπως κατὰ μετάληψιν συνδέσμου εἰς σύνδεσμον ὡς καὶ ἑτέρωθι δεδήλωται. (Vers. 230.) εἶτα ἐπάγει προεκθετικῶς ὅτι οὐδ' ἂρ ἔμελλεν ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι. Καὶ ὅρα οἷα τὰ τυχηρά. πρινή τε γὰρ εἰσελθεῖν εἰς τὸ ἄντρον, ὀϊσσάμενος Ὀδυσσεὺς τὸ κακὸν ὅμως οὐκ ἀπέστη. καὶ νῦν δὲ οὐ μόνον οὐ νοεῖ αὐτὸς τὸ δέον, ἀλλὰ καὶ συμβουλευόντων τῶν φίλων δυστυχεῖ μὴ πεισθείς. καὶ οὕτως ἀνταποδοὺς τοῖς φίλοις τὸ μηδ' αὐτὸς πεισθῆνα αὐτοῖς. οἳ οὐδ' αὐτοὶ τῷ Ὀδυσσεῖ ἐν τῇ τῶν Κικόνων γῇ ἐπείσθησαν φεύγειν κελεύοντι. ὧν ἔχει τις ἐνταῦθα εἰπεῖν τῷ Ὀδυσσεῖ καὶ αὐτὸς, ὡς ἐγὼ μὲν διερῷ ποδὶ φεύγειν ἤνωγον. ὁ δὲ νήπιος οὐκ ἐπείθετο. καὶ τοῦτο μὲν τοιοῦτον. Ὁ δὲ περὶ τῶν ξενίων λόγος παραλαλεῖ ἐθέλειν καὶ παρὰ τῶν Φαιάκων πλείω τῶν δοθέντων δῶρα λαβεῖν. ὃ καὶ ἐν τοῖς ἐφεξῆς ἐκφαίνων σαφέστερον βούλεσθαι λέγει πλειοτέρῃ σὺν χειρὶ ἐς πατρίδα ἱκέσθαι. ὅπου καὶ ὁ βασιλεὺς καθικνεῖταί πως αὐτοῦ ὡς ἐκεῖ φανεῖται. (Vers. 225.) Τὸ δὲ τυρῶν αἰνυμένους, Ἀττικῶς ἐῤῥέθη ἀντὶ τοῦ ἐκ τῶν τυρῶν ἄραντας, οὐ γὰρ πάντας ἤθελον ἄρασθαι τοὺς τυρούς. οὕτω καὶ λέων βοὸς βεβρωκέναι που λέγεται. καὶ μάντις ἀποφοιβάζει φύλλων δάφνης φαγών. Ἴσως δὲ παρὰ τὸ τέρσειν ἤγουν ξηραίνειν γίνεται καὶ ὁ τυρός. ὡς ἀπὸ ῥυτοῦ γάλατος αὐτὸς μὴ τοιοῦτος ὢν, ἀλλὰ πρῶτα μὲν χλωρὸς κατὰ τὸν ποιητὴν, εἶτα καὶ ξηρὸς γεγονώς. ἀπὸ δέ γε τοῦ τυροῦ τυρεύειν τε τὸ ἀνακυκᾶν πράγματα, καὶ τυρβάζειν δὲ τὸ ὑπὲρ τοιούτων μεριμνᾶν. εἰ δέ γε ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ, ἡ κοινῶς λεγομένη σύρβη τύρβη λέγεται Ἀττικῶς, ζητητέον ἑτέραν τινὰ ἐτυμολογίαν ταύτης τε καὶ τοῦ τυρβάζειν, ὥσπερ καὶ τοῦ τυροῦ. ὃν καὶ παρὰ τὸ τηρεῖν φασί τινες γίνεσθαι. ὡς γὰρ ἅλμη ἁλμηρὸς, οὕτω τυρῶ τυρὸς, ὃ εἰς τήρησιν συμπηγνύμενος. Ἰστέον δὲ καὶ ὅτι τοὺς λεπτοὺς τῶν τυρῶν καὶ πλατεῖς Κρῆτες θηλίας καλοῦσιν, οὓς καὶ ἐν θυσίαις τισὶν ἦσαν ἐναγίζοντες ὥς φησιν Ἀθήναιος. ἔνθα τῶν ἀντιγράφων διὰ μόνου τοῦ ἰῶτα ἐχόντων τὴν παραλήγουσαν τῆς θηλίας δοκεῖ ἑνικὴ αὐτῶν εὐθεῖα εἶναι ὁ θηλίας. ὡς δὲ τηροῦ σύνθετον ὁ κατάτυρος, δηλοῖ ὁ γράψας τὸ, γλοιῶν καταχύσματα κατάτυρα παρὰ τῷ αὐτῷ ῥήτορι. Τοῦ δὲ αἰνύμενοι ἡ σκευωρία, τοιαύτη τις εἶναι δοκεῖ. ἔστι ῥῆμα μονοσύλλαβον δασυνόμενον, ὧ τὸ πληρῶ. ἐξ οὗ, ἕω καὶ ἕημι. ἀφ' ὧν καὶ ὁ ὅλος. καὶ τὸ, ἐξ ἔρον ἕντο ὡς ἐν Ἰλιάδι ἐῤῥέθη. τούτου τοῦ ὧ παράγωγον, αἴω. ὡς κλῶ κλαίω. κῶ καίω. καὶ προσλήψει τοῦ ν, αἴνω. ὅθεν αἰνύω αἴνυμι. εἰ δὲ τοῦ πρωτοτύπου θέματος δασυνομένου ψιλοῦται τὸ αἴνυσθαι, ὁ κοινὸς κανὼν τῆς αι διφθόγγου αἴτιος. ἥτις ὑπὲρ μίαν συλλαβὴν οὖσα καὶ προκαθημένη λέξεως ψιλοῦται. Ἰστέον δὲ ὅτι τὸ τυρῶν αἰνυμένους γράφεται καὶ ἀχθομένους, ἵνα δηλοῖ τοὺς φόρτιον τυρῶν αἴροντας. εἰ δὲ καὶ ἀπὸ τοῦ αἴρω γίνεται αἰρύω αἴρυμι ὅθεν κατὰ τροπὴν ἀμεταβόλου εἰς ἀμετάβολον τὸ αἴνυσθαι, οὐκ ἂν εἴη ἔχον ἀντιλογίαν. ποιητικὴ δὲ πάντως λέξις καὶ τὸ αἴνυσθαι καὶ εἰς μέτρον χρησίμη μόνον ἢ καὶ εἰς μετρικήν τινα παραπλοκήν. διόπερ Ὅμηρος διὰ τὸ ἐν ποιήσει καίριον δὶς φράζει εἰπών. (Vers. 232.) τυρῶν αἰνυμένους. καὶ, τυρῶν αἰνύμενοι φάγομεν. λέγει δὲ καὶ προϊών. ὄφρα οἱ εἴη πίνειν αἰνυμένῳ. (Vers. 231.) Ὅτι δαπανήσας Ὀδυσσεὺς οὐ πολλὰ τῶν τοῦ Κύκλωπος οὐ τὴν ἴσην ἔτισεν. ἔθυσαν μὲν γὰρ οἱ αὐτοῦ πῦρ κείαντες καὶ τῶν τυρῶν ἔφαγον. ἐζημιώθησαν δὲ φίλοις ἓξ ὡς ἐν τοῖς ἐφεξῆς φανεῖται. Τὸ δὲ κείαντες, διὰ διφθόγγου γράφουσι τὰ πολλὰ καὶ κρείττω τῶν ἀντιγράφων, ὡς ἀπὸ τοῦ κέω κείω. Ἰστέον δὲ ὅτι ὥσπερ θέω θῶ, οὕτω καὶ κέω κῶ. ἐξ αὐτοῦ δὲ παράγωγον καίω ὡς λῶ λαίω. ῥῶ ῥαίω τὸ φθείρω. καὶ ἀπὸ μὲν τοῦ ψιλοῦ κέω δοκεῖ καὶ ὁ θυοσκόος γίνεσθαι. καὶ τὸ, πῦρ κείαντες ἐθύσαμεν. ἐκ δὲ τοῦ γραφομένου διὰ διφθόγγου τὸ καῦσαί τε γίνεται καὶ τὸ κάειν καὶ τὸ ἔκηε καὶ ὅσα τοιαῦτα. (Vers. 233.) Ὅτι ὅτε νέμων ἐπῆλθεν ὁ Κύκλωψ ἔφερεν ὄβριμον ἄχθος ὕλης ἀζαλέης ἵνα οἱ ποτιδόρ-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
