Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.339.1
Not analysed yet
πιον εἴη. (Vers. 235.) ἔντοσθε δ' ἄντροιο βαλὼν τουτέστι ῥίψας ὀρυμαγδὸν ἔθηκεν, ὃς καὶ ἐξεφόβησε τοὺς περὶ τὸν Ὀδυσσέα. φησὶ γοῦν. (Vers. 236.) ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθ' ἐς μυχὸν ἄντρου. οὐ γὰρ δοῦπος ἢ ψόφος ἢ κτύπος, ἀλλ' ὀρυμαγδὸς ἦν. (Vers. 234.) Ἀζαλέα δὲ ὕλη, ἐπεί περ ἡ τοιαύτη πρὸς λυχνοκαΐαν ἐπιδόρπιον χρήσιμος. Ποτιδόρπιον δὲ νῦν μὲν τὸ τῆς ὕλης ἄχθος μετ' ὀλίγα δὲ καὶ γάλα ἐρεῖ ποτιδόρπιον. (Vers. 243.) Ὅτι τὴν τοῦ σπηλαίου εἴσοδον ἤτοι τὸ περὶ αὐτὴν διάστημα (Vers. 238.) θύραν ὁ ποιητὴς ἐνταῦθα λέγει, καθά που καὶ ἐν Ἰλιάδι, πύλας τὸν τόπον περὶ ὃν αἱ πύλαι. ὅθεν καὶ τὸ ἔξω τοῦ σπηλαίου θύραζε λέγει. (Vers. 240.) οἷον πέμπε θύραζε. ἔτι δὲ καὶ θύρῃφι. καὶ τὸν κλείοντα δὲ λίθον τὴν τοιαύτην ὁδὸν θυρεὸν λέγει ἀσυνήθως τοῖς ὕστερον. οἳ ἀσπίδος εἶδος φασὶ τὸν θυρεὸν, παρωνυμούμενον θύρᾳ διὰ τὸ μέγεθος. καὶ λέγοιτο μὲν ἂν ὁ τοιοῦτος θυρεὸς κλείειν τὸ τοῦ Κύκλωπος ἄντρον, λέγοιτο δὲ ἂν καὶ πωμάζειν, ἐπειδὴ οὕτω ῥᾷον ἀφελὼν ἐπετίθει αὖθις αὐτὸν καθά τις φαρέτρῃ πῶμ' ἐπιθείη. φράζει δ' (Vers. 237.) ἐνταῦθα ὁ ποιητὴς οὕτως. αὐτὰρ ὃ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα πάντα μάλ' ὅσσ' ἤμελγε. τὰ δ' ἄρσενα λεῖπε θύρῃφι, ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοσθεν αὐλῆς. αὐτὰρ ἔπειτ' ἐπέθηκε θυρεὸν μέγαν ὑψόσ' ἀείρας, ὄβριμον. οὐκ ἂν τόν γε δύω καὶ εἴκοσ' ἅμαξαι ἐσθλαὶ τετράκυκλοι ἀπ' οὔδεος ὀχλίσειεν. (Vers. 243.) τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσι. Καὶ ὅρα τὴν εὔτακτον τοῦ λίθου παρίψωσιν. εἰπὼν γὰρ αὐτὸν μέγαν ἡρμήνευσε διὰ τοῦ, μὴ ἂν ὑπὸ δύο καὶ (Vers. 242.) εἴκοσι ζευγῶν μετοχλισθῆναι, τουτέστι μοχλοῖς μετακινηθῆναι. ἢ καὶ ἄλλως, ἁμάξαις βασταχθῆναι. εἶτα (Vers. 243.) καὶ πέτρᾳ ἠλιβάτῳ αὐτὸν εἴκασεν. εἰ δὲ τὴν τοιαύτην ἠλίβατον ὑψόσε ἀείρων ἔφερεν, οὐκ ἂν ἀπιστηθείη, κορυφὴν ὄρεος μεγάλοιο κατὰ Ὀδυσσέως βαλεῖν ἀποπλέοντος καθὰ καὶ προγέγραπται. (Vers. 240.) Ἰστέον δὲ ὅτι Ὁμήρου ἐνταῦθα συνωνυμίας λόγῳ (Vers. 243.) ταυτὰ δηλοῦντος εἶναι θύραν καὶ θυρεὸν, ὅμως ὑπεμφαίνεταί τις αὐτῶν πρὸς ἄλληλα διαφορὰ ὡς ἔστιν ἐκ τῶν μεθ' Ὅμηρον στοχάσασθαι. οὐ γὰρ ἐξανάγκης ταυτὸν θυρεὸς καὶ θύρα, εἴπερ ἀσπίδος παρὰ τοῖς ὕστερον ὁ θυρεὸς, μεγάλης δηλαδὴ, ἐοικυίας θύρᾳ. ἐξ ἧς καὶ γέγονεν ἐπενθέσει τοῦ ε. ὅτι δὲ θύρα ὥσπερ ἐνταῦθα καταχρηστικῶς τροπικώτερον, οὕτω καὶ ἐπί τινων ἄλλων, δῆλον ἐκ τῶν χρήσεων. λέγονται γοῦν θύραι καὶ αἱ αἰσθήσεις δι' ὧν βαίνουσιν ἐς ψυχὴν τὰ αἰσθητά. ἔστι δὲ οὕτω καὶ θύρα γλώσσης, ἣν ὁ μὴ ἔχων οἷα στόμαργος ἀθυρόγλωσσος λέγεται παρὰ τὸ θύραν μὴ ἐπικεῖσθαί φασι γλώσσῃ. ἢ παρὰ τὸ ἀθύρειν ἤγουν ἀδιακρίτως ὁμιλεῖν. ὃ καὶ αὐτὸ ἤγουν τὸ ἀθύρειν στέρησιν θύρας τῆς κατὰ νοῦν σημαίνει. καὶ ὁ ἀθύρας δὲ τὸ τῶν βυζάντων ὥς φασιν ἐπίνειον, θύρας ἑτεροίας μέντοι, ἐστέρηται. (Vers. 238.) Ἔτι ἰστέον καὶ ὡς Ὁμήρου ἄρσενα λέγοντος καὶ κόρσην οἱ Ἀττικοὶ ἄλλως ὕστερον φράζουσιν, ἄῤῥενα γὰρ ἐκεῖνοι καὶ κόῤῥην φασὶ, καθὰ καὶ ταῤῥὸν τὸν ταρσόν, καὶ τὴν μυρσίνην μυῤῥίνην, καὶ θαῤῥεῖν τὸ θαρσεῖν. τὸ γὰρ σ ὡς καὶ ἐν Ἰλιάδι ἐῤῥέθη ὑποτεταγμένον τῷ ρ οἱ Ἀττικοὶ ῥῶ ποιοῦσι. (Vers. 239.) Σημείωσαι δὲ καὶ ὅτι ὥσπερ ὁ τράγος ὄνομά ἐστιν ἄῤῥενος αἰγὸς, οὕτω καὶ ὁ ἀρνειὸς προβάτου ἄῤῥενος. τέλειος οὖν ὁ ἀρνειὸς καὶ οὐκ ἀτελὴς κατὰ ἄρνα καὶ τὸ ἀρνειόν. διὸ καὶ Ὀδυσσεὺς ἀρνειῷ σώζεται. τρίτη δὲ ἡλικία εἶναι δοκεῖ ὁ ἀρνειός. τέταρτος δὲ μετ' αὐτὸν, ὁ λειπογνώμων ὄϊς. φασὶ γοῦν οἱ παλαιοὶ, ὅτι οὐ μόνον τρεῖς ἡλικίαι, ἀρήν. ἀμνός. ἀρνειός. καὶ ὅτι τοῦ ἀμνοῦ καὶ θηλυκὸν ἡ ἀμνὴ πρόβατον αὐτὸ μέσον τῇ ἡλικίᾳ. καὶ ὅτι ἀμνὴ ἐνιαύσιον ἄρνα δηλοῖ. καὶ ὅτι παροιμία ἀμνεῖν τὸ θερίζειν ἐπὶ τῶν ἐκδιαλείματος τιμωρουμένων, τὰ γὰρ ἄρνια ἐν τῷ ἔαρι ἄκαρπα ἐᾶται, ἀλλὰ καὶ ὅτι Ἴστρος ἐν Ἀττικαῖς λέξεσιν ἄρνα φησίν. εἶτα ἀμνόν. εἶτα ἀρνειόν. εἶτα λειπογνώμονα. ἐλέγετο δὲ καὶ μοσχίας ὁ τριέτης κριός. Ἰστέον δὲ καὶ ὅτι οὐ μόνον ἐπὶ προβάτου λειπογνώμων, ἀλλὰ κυρίως ἵπποι ἐλέγοντο λειπογνώμονες οἱ μηκέτι διὰ τῶν ὀδόντων γνωσθῆναι δυνάμενοι. γνώμων γὰρ ὀδοὺς ἀφ' οὗ ἡλικία γνωρίζεται πώλων τε καὶ μόσχων. ἐν οἷς ἄβολος ὁ μηδέπω ἐκβεβληκὼς τοὺς ὀδόντας. τριάκοντα γάρ φασι μηνῶν γενόμενοι ἐκβάλλουσι τοὺς πρώτους ὀδόντας. εἶτα ἐνιαυτοῦ παρελθόντος τοὺς ἑτέρους καὶ τὰ ἑξῆς. ἐν οἷς καὶ ὅτι λειπογνώμων ἵππος ὁ μήπω ἔχων βόλον. καὶ ὁ προήκων. καὶ ὁ μὴ ἔχων ὅθεν γνωσθήσεται. Τὸ δὲ βαθείης ἔκτοσθεν αὐλῆς ἑρμηνεία ἐστὶ τοῦ θύρῃφι καὶ θύραζε. Τετράκυκλοι δὲ, οὐ πάσαι ἅμαξαι ἀλλὰ κατὰ χώρας. (Vers. 242.) Ὅτι ἀμέλξεως καὶ τυροποιΐας ἔκφρασις ταῦτα. (Vers. 244.) ἑζόμενος δ' ἤμελγεν ὄϊς καὶ μηκάδας αἶγας, πάντα κατὰ μοῖραν, καὶ ὑπ' ἔμβρυον ἧκεν ἑκάστῃ. αὐτίκα δ' ἥμισυ μὲν