# Commentarii ad Homeri Odysseam 1.34.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.34.1

οὕτω φράζει. χέρνιβα δ' ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ. ἤγουν κατὰ τὸν παραφραστὴν, πρῶτον μὲν κατὰ χειρὸς θεράπαινα ἔφερε χρυσῇ πρόχῳ ὑπὲρ ἀργυρέοιο λέβητος, νίψασθαι. παρὰ δὲ ξεστὴν ἐτάνυσε τράπεζαν, σῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα, εἴδατα πόλλ' ἐπιθεῖσα, χαριζομένη παρεόντων. δαιτρὸς δὲ, κρειῶν πίνακας παρέθηκεν ἀείρας, παντοίων. παρετίθει δὲ χρύσεα κύπελλα, ὡς αὐτοῦ ἔργον καὶ τοῦτο ὄν. κῆρυξ δ' αὐτοῖς θάμ' ἐπῴχετο οἰνοχεύων. οἵ δ' ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε. Καὶ ὅρα ὅπως ἄλλο τι ἔχει τὸν κλισμὸν καὶ ἄλλο τὸν θρόνον ὡς καὶ πρὸ μικροῦ γέγραπται καὶ ἐν τοῖς ἑξῆς δὲ φανεῖται. Λέγει δὲ ἀμφίπολον, τὴν δούλην ὡς ἐν Ἰλιάδι. καὶ ζήτει ἐκεῖ. ἔνθα καὶ ὅτι τὸ ἄῤῥεν, ὁ πρόπολος. ἡ χρῆσις παρὰ τῷ κωμικῷ. καὶ ὅτι τύμβος λέγεταί που ἀμφίπολος, ὁ κύκλῳ περιπολούμενος. φασὶ δὲ οἱ παλαιοὶ καὶ ὅτι ὥσπερ ἀμφίπολοι, οὕτω καὶ ἑπέται οἱ θεράποντες παρὰ τὸ ἕπεσθαι ὅπερ ἔοικε τῷ ἀμφιπολεῖν. (Vers. 137.) Χέρνιβα δὲ, τὸ κατὰ χειρὸς διδόμενον ὕδωρ. ὅπερ τινὲς παροξυτόνως χερνίβα λέγουσιν ὡς ἀπὸ τῆς χερνὶψ ὀξυτόνου εὐθείας. τὸ δ' αὐτό τινες ὕδωρ, καὶ χειρόνιπτρον φασίν. ὡς δηλοῖ ὁ γράψας ὅτι χειρόνιπτρα, τὸ κατὰ χειρὸς ὕδωρ. καὶ τὸ χέρνιβον, ὁ ἐνταῦθα δηλαδὴ λέβης. ὃν ἡ κοινὴ γλῶσσα, χερνίβιον λέγει. τὸ μέντοι μετάνιπτρον, οὐ τοιοῦτόν τι ἐστὶν, ἀλλὰ κύλιξ ἢ πόσις διδομένη μετὰ νίπτρον ἤτοι μετὰ τὸ νίψασθαι. Πρόχοος δὲ θηλυκῶς, ὁ ξέστης. παρὰ τὸ προχέειν. ὅθεν καὶ τὸ προχοΐδιον, καὶ συναιρέσει προχοίδιον. ὡς βοΐδιον βοίδιον. τὸ ἱμάτιον θοιμάτιον. ῥοΐδιον ῥοίδιον. καὶ ἄλλα δὲ διάφορα, ἐκ τοῦ χέω παράγονται. ὧν ἔστι καὶ ὁ χοεὺς μέτρον τι. οἷον. στέφανον ἕκαστος ἀπέφερε κατὰ τὸ ἐν λίμναις τέμενος τῇ ἱερείᾳ περιθεὶς εἰς τὸν ἑαυτοῦ χοᾶ. οὗ τὸ ἐντελὲς, χοέα. ὡς Πειραιέα Πειραιᾶ. ὁ δ' αὐτὸς χοεὺς, καὶ χοῦς ἐλέγετο ὁμωνύμως τῷ κατὰ γῆν. ὅθεν καὶ δίχουν ποτήριον, τὸ χωροῦν δύο χοᾶς. ἔλεγον δὲ καὶ Ἀθηναίων ἑορτήν τινα Χοᾶς, συναιροῦντες ἐκ τοῦ Χοέας. ὡς δὲ καὶ χοὴ ἐπὶ νεκρῶν ἐκ τοῦ χέειν. καὶ χόανα τὰ ἐν Ἰλιάδι. καὶ ἡ τῶν ποταμῶν δὲ χοῦς. καὶ σύνθετα δὲ, ὁ φυλλοχόος. καὶ ὁ πολύχους, ἀρκεῖ ἐς τόσον εἰπεῖν. ἐν δέ γε τοῖς τοῦ Ἀθηναίου, τοιαῦτα περὶ τῶν εἰρημένων κεῖται. πρόχοος, ἀγγεῖον ἐν ᾧ τὸ ὕδωρ. χέρνιβα δὲ, τὰ εἰς χειρὸς νίμμα καταχεόμενα. οἷς πολλάκις, καί τι προσεδίδοτο καταρτικὸν χειρῶν. κατὰ τὸ, δότω τις δεῦρο ὕδωρ καὶ σμῆμα ὥς φησιν Ἀντιφάνης. τὸ δὲ μετὰ τὴν κάθαρσιν καταπεσὸν ὑγρὸν, ἀπόνιπτρον ἐκαλεῖτο, ἤγουν χειρῶν καὶ ποδῶν ἀπόνιμμα. ἴσως δέ φησι καὶ τὴν λεκάνην οὕτως ἔλεγον ἐν ᾧ τρόπῳ καὶ τὸ χειρόνιπτρον. Ἰδίως δέ φασι καλεῖται παρ' Ἀττικοῖς ἀπόνιμμα, ἐπί τε χοῶν νεκρικῶν καὶ ἐπὶ ἐναγῶν καθαιρομένων. οἷον. ὄρυξαι βόθρον πρὸς ἑσπέραν, καὶ τά δέ τινα ποιήσας, λέγε. ὑμῖν ἀπόνιμμα οἷς χρῆν καὶ οἷς θέμις. καὶ οὕτω μὲν ταῦτα. ὃ δὲ ἡμεῖς ἐν τῇ συνηθείᾳ χέρνιβον φαμὲν, Ἀττικοὶ χερνίβιον φασί. Λυσίας. χρυσοῖς χερνιβίοις καὶ θυματηρίοις. Εὔπολις δὲ, χειρόνιπτρον αὐτὸ λέγει. Ἐπίχαρμος δὲ, χειρόνιβα. παρὰ δὲ τραγικοῖς καὶ κωμικοῖς, παροξυτόνως εὕρηται χερνίβα. Εὐριπίδης, εἰς χερνίβος βάψειεν Ἀλκμήνης γόνος. ἤγουν εἰς ὕδωρ ἐν ᾧ ἀπέβαπτον δαλὸν ἐκ τοῦ βωμοῦ λαμβάνοντες καὶ τῆς θυσίας. καὶ τούτῳ περιῤῥαίνοντες τοὺς παρόντας, ἥγνιζον. χρὴ μέντοι φησὶ, προπαροξυτόνως προφέρεσθαι. τὰ γὰρ τοιάδε ῥηματικὰ σύνθετα εἰς ψ λήγοντα φυλάττοντα παραλήγουσαν παρακειμένου παθητικοῦ δηλαδὴ λεγομένου διὰ τῶν δύο μ ἐξ οὗ καὶ γεγόνασι, βαρύνονται. λέλειμμαι λέλειψαι, αἰγίλιψ. τέτριμμαι τέτριψαι, οἰκότριψ, κέκλεμμαι, βοόκλεψ. βέβλεμμαι, κατώβλεψ. οὕτως οὖν καὶ νένιμμαι, χέρνιψ. κειμένου δ' ἐν τούτοις καὶ ὅτι ὃ ἡμεῖς ἐν τῇ συνηθείᾳ χέρνιβον φαμὲν, ἔστι καὶ παρ' Ὁμήρῳ ἐν Ἰλιάδι. οἷον. ἡ δὲ, παρέστη χέρνιβον ἀμφίπολος πρόχοόν θ' ἅμα χερσὶν ἔχουσα, ζήτει ποῦ τοῦτο. Λέγει δὲ καὶ ὅτι τὸ χεῖρας νίπτεσθαι ἀφ' οὗ χέρνιβα καὶ χερνίπτεσθαι, ἡ πλείων χρῆσις, κατὰ χειρὸς εἴωθε λέγειν καὶ κατὰ χειρῶν. Ἀριστοφάνης δ' ὁ γραμματικὸς, φησὶ παρὰ τοῖς παλαιοῖς τὸ μὲν πρὸ ἀρίστου καὶ δείπνου, λέγεσθαι κατὰ χειρὸς τὸ δὲ μετὰ ταῦτα, ἀπονίψασθαι. τοῦτο δὲ, παρ' Ἀττικοῖς ἴσως πεφύλακται. ἐπείτοι Ὅμηρος φησὶ, νίψασθαι, παρὰ δὲ ξέστην ἐτάνυσε τράπεζαν. ἐν καιρῷ δηλαδὴ δείπνου. ἤγουν πρωϊνοῦ ἐμβρώματος. τοῦτο δὲ εἴπομεν, ἐπειδή ποτε δεῖπνον λέγεται καὶ τὸ δόρπον, ὥς που δηλοῖ Ἀθήναιος ἐν τῷ, ὁ τραγηματισμὸς, ἐπιδορπισμός τις ἐστὶ καὶ δεῖπνον ἕτερον. εἰρήσθω μὲν δὴ ταῦθ' οὕτω. Ἐν οἷς ὅρα καὶ τὸ σμῆμα, ὡς ἀπὸ τοῦ σμῶ σμήσω. οὗ παράγωγον τὸ σμήχω. ὡς καὶ τοῦ νῶ νήσω, τὸ νήχω. Τὸ δὲ καλὴ, ταυτόν ἐστι τῷ, εὐειδής. ἐπὶ τοιούτου γὰρ λαμβάνεται τὸ καλόν. οὗ τὸ ἐναντίον, αἰσχρόν. ὅθεν καλὸς μὲν ὁ Νιρεὺς, κάλλιστος δὲ ὁ Ἀχιλ-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
