# Commentarii ad Homeri Odysseam 1.340.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.340.1

θρέψας λευκοῖο γάλακτος πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν. ἥμισυ δ' αὖτ' ἔστησεν ἐν ἄγγεσιν ὄφρα οἱ εἴη πίνειν. (Vers. 245.) πάντα δὲ λέγει τὰς ὄϊς καὶ τὰς αἶγας, ἀποδοὺς πρὸς τὸ μῆλα γενικῶς. μῆλα γὰρ αἵ τε αἶγες καὶ αἱ ὄϊς. προϊὼν γοῦν ἐρεῖ. ἤμελγε κλυτὰ μῆλα πάντα κατὰ μοῖραν, καὶ ἑξῆς, τρὶς τὴν αὐτὴν φράσας ἔννοιαν ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ ταῖς αὐταῖς λέξεσιν, οὐ μόνον διὰ τὸ σχεδιάζειν ἀλλὰ καὶ διὰ τὸ τῆς φράσεως κατευστοχῆσαι, καὶ μήδ' ἐνταῦθα ἐθέλειν φιλοτιμεῖσθαι εἰκῇ. Ἔμβρυον δὲ τὸ νεογνὸν τέκνον λέγει, ἀπεναντίας τῇ συνηθείᾳ. ἡ μὲν γὰρ ἔμβρυον λέγει τὸ ἐντὸς τῆς γαστρὸς βρύον, ὅ ἐστι ζῶν καὶ θάλλον, βρέφος δὲ τὸ ἐκκύψαν τῆς γαστρός. Ὅμηρος δὲ τὸ νεογιλὸν ἐνταῦθα γαλαθηνὸν ἔμβρυον εἰπὼν βρέφος ἐν Ἰλιάδι λέγει οὐ τὸ εἰς φῶς ἤδη προαχθὲν ἀλλὰ τὸ κατὰ γαστρὸς ἔτι φερόμενον, ἐν τῷ, ἡμίονον βρέφος κυέουσαν. Τὸ δὲ ὑπ' ἔμβρυον ἧκεν ἑκάστῃ, ἀντὶ τοῦ ὑφῆκε καὶ ὑπέβαλε ταῖς ἀμελχθείσαις τὰ γαλαθηνά. ὅθεν λαβὼν Θεόκριτος ἔφη τὸ, μούσχους βουσὶν ὑφέντες. Τὸ δὲ θρέψας, ἀντὶ τοῦ, πήξας. ὅθεν καὶ τροφαλὶς τυροῦ. καὶ τρόφι κῦμα. καὶ τροφέον ἢ τροφέεν, τὸ καὶ πηγόν. ὃ ἄνεμος δηλαδὴ ἀναστήσας οἱονεὶ ἔπηξε. τριχῶς δέ φασι τὸ θρέψαι. δηλοῖ γὰρ, τὸ τροφὴν δοῦναι, καὶ τὸ αὐξῆσαι. καὶ τρίτον, τὸ πῆξαι ὅθεν καὶ ὁ θρόμβος. (Vers. 246.) Τὸ δὲ γάλακτος, πλεονασμὸν ἔχει τοῦ κ. οὐ γάρ ἐστιν εὐθεῖαν εἰπεῖν αὐτοῦ τὸ, γάλαξ. ἐπεὶ μηδὲ ἔστι τὸ ξ τελικὸν οὐδετέρον ὀνομάτων, εἰ καὶ ἔμφασιν εὐθείας τοιαύτης ὁ κατ' οὐρανὸν γαλαξίας κύκλος δίδωσι, καὶ τὸ εὑρίσκεσθαι δοτικὴν πληθυντικὴν τοῖς γάλαξιν. ἐφ' οἷς δῆλον ὅτι τοῦ κ τ κειμένων ἐν τῷ γάλακτι ἡ δοτικὴ τῶν παλαιῶν τρέψασα μὲν συνήθως τὸ τ εἰς σ, κεράσασα δὲ τὸ κ σ εἰς ξ πεποίηκε τὸ γάλαξιν. ἐξ οὗ καὶ ὁ γαλαξίας γενέσθαι δοκεῖ. τέως γε μὴν οἱ τὸ γάλαξ λέγοντες διὰ τοῦ κ κλίνοντες αὐτὸ πλεονάζειν δοκοῦσι τὸ ταῦ. ὡς γὰρ ἄναξ ἄνακος ὅθεν καὶ Διόσκουροι ἀνακοὶ καὶ ἀνακῶς ἐπίῤῥημα ὅ ἐστιν ἐπιμελῶς, καὶ πλεονασμῷ τοῦ τ ἄνακτος, οὕτω καὶ γάλαξ μονήρης εὐθεῖα γάλακος γάλακτος. οὗ χρῆσις καὶ ἐν τῷ, γάλακτι δ' ἴκελον ἄνθος. οἱ δὲ τοιοῦτοι φαίνονται λέγειν ὥσπερ τὴν μὲν γύναιξ εὐθεῖαν σεσιγημένην εἶναι, κεῖσθαι δὲ τὰς πλαγίας πτώσεις ἐν χρήσει οὕτω καὶ ἐπὶ τοῦ γάλακτος γίνεσθαι. σιγᾶσθαι μὲν γὰρ τὴν ὀρθὴν, λαλεῖσθαι δὲ τὰς μετ' αὐτήν. γάλαξ μὲν γὰρ οὐκ ἐκφωνεῖται, τὰ δὲ ἐφεξῆς αὐτῇ χρηστά εἰσιν. Ὅτι δὲ καὶ ἰσοσυλλάβως ἐκλίθη τὸ γάλα τοῦ γάλα, ἐν τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους κεῖται, ὅπου φησὶν ἐκεῖνος καὶ ὅτι τὴν δόκησιν καὶ ὑπόληψιν δοκὸν ὁ Καλλίμαχος ἔφη, γράψας, τῷ γ' ἐμῷ δοκῷ, ἤγουν τῇ ἐμῇ δοκήσει. καί τις ἕτερος, βάδον τὴν βάδισιν. καὶ ὅτι εὕρηται καὶ ὁ πρόσωπος ἀντὶ τοῦ, πρόσωπον. καὶ οὐδέν τι τούτων φησὶ πεπαιγμένον ἐστιν, ἀλλὰ πάντα ἐσπούδασται. ὅτι δὲ τὸ γάλα εἰς ξ δοκεῖ λήγειν, ἐπιστώσατο Ἡρῳδιανὸς καὶ ἀπὸ συνθέτου τοῦ ἀρτιγάλαξ καὶ ἀπὸ πληθυντικῆς δοτικῆς τοῖς γάλαξι. (Vers. 247.) Ταλάρους δὲ λέγει, οὓς φθάσας ἔφη ταρσοὺς, ἀλλοίους δηλαδὴ ὄντας παρὰ τὸν τῆς Ἑλένης, περὶ οὗ προδεδήλωται. ὃς καὶ κάλαθος ἴσως ἂν ῥηθείη. οὗ ἐτυμολογία, παρὰ τὸ κάλον ὅ ἐστι ξύλον καὶ τὸ θέειν, ὅ ἐστι γυροῦσθαι. ἀφ' οὗ καὶ ὁ ἐν τοῖς ἑξῆς που, θόλος. κάλα γὰρ θέοντα κυκλοειδῶς ἀποτελεῖ καλάθους ὁποῖοι καὶ οἱ τῆς Δήμητρος, οὓς ὀρχεῖσθαι μῦθος ἔν τινι τελετῇ Δημητρειακῇ. Τὸ δὲ ἀμησάμενος, ἀντὶ τοῦ συνελὼν χερσὶ καὶ συναγαγὼν, ὡς καὶ Ὀδυσσεὺς φύλλα ἐπαμησάμενος ἐκαλύψατο. καὶ Πρίαμος ἐπαμησάμενος κόνιν κατεπάσατο. ἐντεῦθεν καὶ ὁ τῶν σπορίμων ἄμητος συναγωγή τις διὰ χειρῶν καὶ αὐτὸς ὤν. (Vers. 248.) Κεῖται δ' ἐν τούτοις καὶ τὸ εἴη κατὰ λόγον κάλλους ἐν τέλει στίχων, φησὶ γάρ. ὄφρα οἱ εἴη πίνειν καί οἱ ποτιδόρπιον εἴη. (Vers. 250.) Ὅτι σπουδὴν φράζει τὸ, αὐτὰρ ἐπειδὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, καὶ τότε δὴ ἐποίησε τόδε τι. (Vers. 252.) Ὅτι καθάπερ ὁ Νέστωρ ἠρώτησε τοὺς ξένους, οὕτω κἀνταῦθα ὁ Κύκλωψ τοὺς ἀμφὶ τὸν Ὀδυσσέα. καὶ κεῖνται φασὶν οἱ παλαιοὶ κάλλιον ἐνταῦθα οἱ στίχοι ἐκεῖνοι. διὸ καὶ ἀστερίσκοι ὧδε πρόκεινται αὐτῶν, δι' ὧν τὰ ἔπη ἐκκρίνονται. δηλοῖ γὰρ τὸ σημεῖον ὁ ἀστερίσκος, ὡς ἄριστα ἐν τῷ τόπῳ κεῖται τὸ ἔπος καὶ οἷον ἐκλάμπει. ἔστι δὲ τὸ σημεῖον τοῦ ἀστερίσκου ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη διὰ τοῦ χ στοιχείου, τετραχῇ στιζομένου κατὰ τὴν τῶν γραμμάτων ἐπίζευξιν, οὕτω ※ ἔστι δὲ ἡ τοῦ Κύκλωπος ἐρώτησις αὕτη. ὦ ξεῖνοι τίνες ἐστέ. πόθεν πλεῖτε. καὶ ἑξῆς ὡς ἐν τῇ γ ῥαψῳδία γέγραπται. βαρύφθογγος δὲ ὡς εἰκὸς ἦν ὁ Κύκλωψ, διὸ κἂν (Vers. 250.) ἱλαρὰ προσεφώνει, ὅμως δεινὸς ἦν ὡς δηλοῖ καὶ Ὀδυσσεὺς, εἰπών. ὣς ἔφατο, ἡμῖν αὖ τε κατεκλάσθη φίλον ἦτορ, δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε (Vers. 257.) πέλωρον. ὃ πρωτότυπόν ἐστι τοῦ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
