# Commentarii ad Homeri Odysseam 1.341.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.341.1

πελώριος ὡς καὶ οἱ αἰτωλὸς καὶ ὁ κάπρος, τοῦ αἰτώλιος καὶ κάπριος. (Vers. 256.) Ὅρα δὲ τὸ, ἡμῖν δὲ κατεκλάσθη ἦτορ δεισάντων. ὅπερ εἰ καὶ σολοικοφανὲς δοκεῖ, ἀλλ' ὅμως πέφρασται καὶ αὐτὸ καταλλήλως τῷ καιρῷ καὶ τῇ δειλίᾳ, ἐπεὶ μὴ δύνανται τῆς φράσεως κρατεῖν οἱ δεδιότες. καὶ νῦν μὲν ἡ ἐναλλαγὴ ἀπὸ δοτικῆς γέγονεν εἰς γενικὴν, ἀλλαχοῦ δὲ ἀνάπαλιν ἀπὸ γενικῆς εἰς δοτικὴν, ὡς ἐν τῷ, ὣς τῶν ὕπνος ἀπὸ βλεφάροιϊν ὄλωλε νύκτα φυλασσομένοισι. καὶ, Ἀχιλλῆος ὀλοὸν κῆρ γηθεῖ φόνον Ἀχαιῶν δερκομένῳ. ὤφειλε γὰρ δερκομένου εἰπεῖν. καὶ, τῆς δ' αὖ τοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, σήματ' ἀναγνούσῃ. τὸ τοίνυν δεισάντων οὐκ ἂν εἴη ὡς ἐῤῥέθη σόλοικον, οὐ μόνον διὰ τὸ καὶ μιμητικῶς φρασθῆναι καὶ ἀντιπτωτικῶς, ἀλλὰ καὶ διότι ἀσφαλεῖς οἱ πλαγιασμοὶ πρὸς σύνταξιν καὶ ἀσόλοικοι. (Vers. 253.) Σημείωσαι δ' ἐν τῇ ἐρωτήσει τοῦ Κύκλωπος, ὅτι οἶδεν ὁ θηριώδης, τίνες τε οἱ κατὰ πρᾶξιν τινὰ ναυτιλλόμενοι καὶ οἱ ὡς λῃσταὶ πλανώμενοι. καὶ ὅτι ἀληθῶς οὔτε δίκας οἶδεν οὔτε θέμιστας, εἴγε ξένους προσειπὼν καὶ δηλονότι καὶ εἰδὼς τί ποτέ ἐστιν ἡ ξενία, εἶτα τοὺς ξένους δεινὰ διατίθεται. Ἔοικε δ' ἐνταῦθα Ὅμηρος καὶ τῆς τραγικῆς ὑποκρίσεως κατάρξασθαι, παραγγέλλων κατὰ βαρὺν φθόγγον ἀναγινώσκειν τὸ χωρίον τῆς τοῦ Κύκλωπος πεύσεως. ὃ δὴ καὶ ἔστι διαφορὰ τῶν παρὰ τῷ Νέστορι τοιούτων στίχων καὶ τῶν παρὰ τῷ Κύκλωπι, ἡ καθ' ὑπόκρισιν δηλαδὴ ἀνάγνωσις. Νέστωρ μὲν γὰρ εἴποι ἂν αὐτὰ, ὡς ἐκεῖνον φράσαι εἰκός. οὗ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή. Κύκλωψ δὲ λέγων βρυχήσεται. ὁ δὲ φθόγγος τῇ φθογγῇ σύστοιχος. ὡς καὶ ὦνος τῇ ὠνῇ. καὶ χόλος τῇ χολῇ. ἐῤῥέθη δὲ καὶ πρὸ ὀλίγων ἡ φθογγὴ ἐν τῷ, αὐτῶν τε φθογγὴν οἰῶν τε καὶ αἰγῶν. (Vers. 259.) Ὅτι Ὀδυσσεὺς τήν τε ἐκ Τροίας πλάνην αὐτοῦ ἐπιτέμνων κεφαλαιωδῶς καὶ τὸν Κύκλωπα δὲ πειρώμενος οὐ μόνον εἰς οἶκτον κινεῖν ἀλλὰ καὶ ἐκφοβεῖν φησίν. ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ, παντοίοις ἀνέμοισι ὑπὲρ μέγα λαῖτμα θαλάσσης οἴκαδ' ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα ἤλθομεν. οὕτω που Ζεὺς ἤθελε μητιάασθαι. λαοὶ δ' Ἀτρείδεω Ἀγαμέμνονος εὐχόμεθ' εἶναι. τοῦ δὴ νῦν τε μέγιστον ὑπουράνιον κλέος ἐστί. τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπόλεσε λαοὺς πολλούς. (Vers. 266.) εἶτα ἱκετικώτερον λέγων φησίν. ἡμεῖς δὲ κιχανόμενοι τὰ σὰ γούνα ἱκόμεθα τουτέστιν ἱκετεύομεν, εἴ τι πόροις ξεινήϊον ἢ καὶ ἄλλως δῴης δωτίνην, ἥτε ξείνων θέμις ἐστίν. ὁποίους δηλαδὴ καὶ σὺ ὠνομάσας ἡμᾶς. (Vers. 268.) καὶ ἐπαύξων τὴν ἱκετείαν, ἐπιφέρει. ἀλλ' αἰδοῖο φέριστε θεούς, ἱκέται δέ τοι εἰμέν. Ζεὺς δ' ἐπιτιμήτωρ ἱκετάων τε ξένων τε, ξείνιος. ὃς ξείνοισιν ἅμ' αἰδοίοισιν ὀπηδεῖ. καὶ οὕτω μὲν Ὀδυσσεὺς οἴκτῳ καὶ φόβῳ κεράσας τοὺς λόγους, οἴκτῳ μὲν, οἷς τὴν πλάνην εἰπὼν ἱκέτευσε, φόβῳ δὲ, δι' ὧν πτοῆσαι τὸν Κύκλωπα διὰ βασιλικῆς μεγαλειότητος ἐπεχείρησε. (Vers. 273.) Κύκλωψ δὲ εἰς οὐδὲν ἐπιστραφεὶς ὧν ἤκουσεν, αὐτίκ' ἀμείβετο νηλέϊ θυμῷ. νήπιος εἶς, ὦ ξεῖνε, ἢ τηλόθεν εἰλήλουθας, ὅς μοι θεοὺς ἐπισείεις. (Vers. 275.) εἶτα καὶ διαβάλλων τοὺς ὁμοφύλους, ὡς καὶ προδεδήλωται, καὶ αὐτὸς μάλιστα οὕτω τὸν Ὀδυσσέα ἐκφοβῶν φησίν. οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν οὐδὲ θεῶν μακάρων, ἐπειὴ πολὺ φέρτεροι εἰμέν. οὐδ' ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην οὔτε σεῦ οὔθ' ἑτέρων (Vers. 278.) εἰ μὴ θυμός με κελεύει. τοῦτο δὲ πανούργως εἶπεν ὁ μωρὸς, φιλανθρωπίας ἐντεῦθεν ὑποβάλλων ἐλπίδα, ὡς δῆθεν εἰ θυμὸς κελεύσει φεισόμενος. (Vers. 279.) διὸ καὶ ζητεῖ εὐθὺς μαθεῖν τὰ κατὰ τὸν Ὀδυσσέα εἰπών. ἀλλά μοι εἶφ' ὅπῃ ἔσχες ἰὼν εὐεργέα νῆα, ἤπου ἐπεσχατιῆς ἢ καὶ σχεδόν. (Vers. 281.) καὶ ὁ μὲν οὕτως ἔφη πειράζων, ἐμὲ δ' οὐ λάθε φησὶν εἰδότα πολλά. ἀλλά μιν ἄψοῤῥον προσέφην δολίοις ἐπέεσσι. νέα μέν μοι κατέαξε Ποσειδῶν πρὸς πέτρῃσι βαλὼν, ὑμῆς ἤγουν ὑμετέρας ἐπὶ πείρασι γαίης, ἄκρῃ προσπελάσας. ἄνεμος δ' ἐκ πόντου ἔνεικεν. αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον ὄλεθρον. Καὶ ὅρα κἀνταῦθα τὴν τοῦ Πολυφήμου ἀφροσύνην. πρὸ βραχέων μὲν γὰρ Ὀδυσσεὺς τὴν ἑαυτοῦ συνελὼν πλάνην ἐν στίχοις τέσσαρσιν οὐκ ἐμνήσθη ναυαγίου, ἐνταῦθα δὲ στίχοις αὖθις τέτρασι ναυαγὸς γενέσθαι εἰπὼν (Vers. 282.) καὶ ἄψοῤῥον προσφωνήσας τουτέστιν ἔμπαλιν ὧν φθάσας ἐλάλησεν, οὐκ ἐλέγχεται. αἴτιον δὲ ἡ δεξιὰ τοῦ Ὀδυσσέως φράσις. μέσως γὰρ ἐλαλήθη ἐκεῖνα. καὶ εἰ μὴ κίνδυνον φανερὸν ἔφραζεν ἔνθα παντοίοις ἀνέμοις ἔφη πλανηθῆναι ἄλλην ὁδὸν, ὅμως ἐνέφαινέ πως καὶ ἐκεῖ τὸ κακὸν ὡς δυνηθῆναι ἄνδρα λαθεῖν ἀνόητον. (Vers. 259.) Ἰστέον δὲ ὅτι ἀνδρὶ κατὰ θάλασσαν πλάνητι εἰπεῖν ἁρμόττει τὸ, ἡμεῖς τοι ἀποπλαγχθέντες παντοίοις ἀνέμοισι καὶ ἑξῆς ἕως τοῦ, οὕτω που θεὸς ἤθελε μητίσασθαι. (Vers. 264.) Ἀριστέως δὲ ἔπαινος τὸ, τοῦ δὴ νῦν γε μέγιστον ὑπουρά-

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
