# Commentarii ad Homeri Odysseam 1.342.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.342.1

νιον κλέος καὶ ἑξῆς ἕως τοῦ, ἀπώλεσε λαοὺς πολλούς. τὰ δὲ αὐτοῦ ἐφεξῆς, ἱκετικά εἰσιν ἐπὶ ξενίᾳ. (Vers. 273.) Τὸ δὲ νήπιος εἶς, ὦ ξεῖνε, ἢ τηλόθεν εἰλήλουθας, πρός τινα ῥηθήσεται ὃς κοινόν τι περὶ προσώπου λαλῶν ἢ ὡς ἄφρων λαλεῖ ἢ ὡς φρονῶν μὲν μὴ πεῖραν δὲ τοῦ προσώπου σχὼν ὡς εἰ καὶ ἀπὸ ξένης ἦλθε. (Vers. 275.) Τὸ δὲ, οὐ γὰρ Κύκλωπες ἀλέγουσιν οὐδὲ θεοῦ ἐπειὴ πολὺ φέρτεροί εἰσι, καὶ τὸ, οὐδ' ἂν ἐγὼ θεοῦ ἔχθος ἀλευάμενος πεφιδοίμην εἰ μὴ θυμός με κελεύει, ἀσεβὲς καὶ κακόφρον ἦθος ὑπογράφουσι. (Vers. 280.) φρονίμου δὲ λόγος κατὰ νηπίου πειραστοῦ τὸ. ὣς φάτο πειράζων, ἐμέ δ' οὐ λάθεν εἰδότα πολλά. ἐν οἷς, καὶ οἱ ἐπαινετοὶ δόλοι. ὧν ἄρτι προβολὴ τὸ προσεχῶς περὶ ναυαγίας ῥηθὲν δόλιον ἔπος. (Vers. 283.) Τὸ δὲ νέα μέν μοι κατέαξε Ποσειδῶν πρὸς πέτρῃς βαλὼν ἄκρῃ προσπελάσας, ἄνεμος δ' ἐκ πόντου ἤνεγκεν, ἐγὼ δὲ σὺν τοῖσδε ὑπέκφυγον ὄλεθρον, ναυαγίου ἐστὶν ἐκφραστικόν. Ἔνθα τὸ, νέα μέν μοι, ἀνάπαιστον ἔχει πόδα ἐν καταρχῇ στίχου, καταλογιζόμενον ἀντὶ σπονδείου. (Vers. 260.) Τὸ δὲ ὑπὲρ μέγα λαῖτμα, ἢ ἀντὶ τῆς κατα προθέσεως κεῖται, ἢ ἀντιπτωτικῶς ἐῤῥέθη ἀντὶ τοῦ, ὑπὲρ ἄνω μεγάλου κύματος. (Vers. 266.) Ξεινήϊον δὲ δωτίνης διαφέρειν δοκεῖ κατὰ τὸ κειμηλιοῦσθαι καὶ μή. ποῖον δὲ ἂν εἴη κειμήλιον τῷ λαβόντι, εἴτε τὸ ξεινήϊον εἴτε ἡ δωτίνη τουτέστι τὸ δῶρον, ἐρευνάτω τις. οὐκ ἔστι γὰρ βεβαίως εἰπεῖν. ἴσως δὲ τὸ δῶρον ἐκειμηλιοῦτο οἷα τιμιώτερον. ξείνιον μὲν γὰρ δίδοται καὶ τῷ τυχόντι. δῶρον δὲ, τῷ ἀξίῳ λόγου πλείονος. δύναται δέ τις ἐρίζων ἐπαγωνίζασθαι καὶ εἰς τὸ ἀνάπαλιν. (Vers. 269.) Τὸ δὲ φέριστε, κολακικῶς οὕτω λεχθὲν, παρήνεγκε τὸν οὐκ ἔμφρονα Κύκλωπα εἰπεῖν τὸ, ἐπεὶ πολὺ φέρτεροι ἐσμέν. ταυτὸν δὲ φέριστον εἰπεῖν καὶ φέρτερον. (Vers. 270.) Ἐπιτιμήτωρ δὲ κατὰ τοὺς παλαιοὺς ὁ ἐπόπτης καὶ βοηθός. εἴη δ' ἂν καιριώτερον εἰπεῖν τιμωρός. ἐκδικητής. παρὰ τὴν τιμὴν ἣ δηλοῖ τὴν ποινήν. ἢ τιμητικὸς ἤγουν τιμῶν. καθ' ὃ σημαινόμενον ἐῤῥέθη καὶ τὸ, ἐπετιμήθη ὁ σῖτος, ἤγουν τιμιώτατος γέγονεν. ἔστι δὲ ἶσον τῷ Ὁμηρικῷ ἐπιτιμήτορι καὶ τὸ εἰπεῖν ἐπιτιμητήν. Αἰσχύλος. ὡς ὁὐπιτιμητής γε τῶν ἔργων βαρὺς, ἵνα ᾖ ὡς θηρατὴς θηρήτωρ, οὕτω καὶ ἐπιτιμητὴς ἐπιτιμήτωρ. Ἱκέται δὲ ξένων διαφέρουσι, καθότι ἅπας μὲν ἱκέτης καὶ ξεῖνος. οὐ πᾶς δὲ ξεῖνος καὶ ἱκετεύει. καὶ ἔστι τὸ ξεῖνος καθολικώτερον. (Vers. 271.) Τὸ δὲ ὃς ξείνοις ὀπηδεῖ, ἑρμηνευτικόν ἐστι τοῦ ξείνιος. Ἐν δὲ τῷ, οὐ Κύκλωπες Διὸς ἀλέγουσι καὶ ἑξῆς ὅτι ὁ Πολύφημος ἀφ' ἑαυτοῦ καὶ τοὺς λοιποὺς ἐγχωρίους διαζωγραφεῖ, οὐ γὰρ κατ' αὐτὸν ἀσεβεῖς ἐκεῖνοι, προδεδήλωται. ἴσως δὲ καὶ ἑαυτὸν εἶναι κρίνει τοὺς ἄλλους Κύκλωπας. διὸ ἐπάγει (Vers. 277.) οὐδ' ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην. μονονουχὶ λέγων ὡς ἐπεί περ ἐγὼ τοιοῦτος, οὐκ ἂν οὐδὲ οἱ λοιποὶ Κύκλωπες ἑτεροῖοι εἶεν. Τὸ δὲ πεφιδοίμην Ἰωνικός ἐστι μέσος δεύτερος ἀόριστος. (Vers. 279.) Τὸ δὲ ὅπῃ ἔσχες νῆα, ἀντὶ τοῦ, ἐπίσχες τοῦ πλέειν. ἐνελιμένισας. τοῦτο δὲ οἱ μεθ' Ὅμηρον κατασχεῖν λέγουσι καὶ προσχεῖν. προσίσχει γάρ τις λιμένι καὶ κατέσχεν εἰς ὅρμον. Ὅρα δὲ τὸ πειράζων κοινῶς ῥηθὲν ἀντὶ τοῦ δοκιμάζων. πρωτότυπον δὲ αὐτοῦ τὸ πειρῶ, ὡς δηλοῖ τὸ, πειρᾷ ἐμεῖο γεραιέ. Τὸ δὲ ὑμῆς γαίης σύστοιχόν ἐστι τοῦ, εὖ ναιομένην πόλιν ἐμήν. καὶ τοῦ, ὑμὰ κτήματα. Ἄκρην δὲ, ἀκρωτήριον λέγει ἔφαλον, ᾧ πέρ ἐστι προσκροῦσαι τὸ παραπλέον. (Vers. 287.) Ὅτι βαρύφρονος ἤθους τὸ, ὣς ἐφάμην. ὁ δέ μ' οὐδὲν ἀμείβετο νηλέϊ θυμῷ. ἀλλ' ὅ γ' ἀναΐξας ἐποίει τάδε, (Vers. 288.) Ὅτι διηγούμενος Ὀδυσσεὺς ὅπως ἐπέβαλε βίαν τοῖς αὐτοῦ φίλοις ὁ Πολύφημος φησίν. ἀλλ' ὅ γ' ἀναΐξας ἑτάροις ἐπὶ χεῖρ' ἴαλλε, σὺν δὲ δύω μάρψας ὥστε σκύλακας ποτὶ γαίῃ (Vers. 290.) κόπτεν. ἤγουν ἔτυπτεν. ἐκ δ' ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν. τοὺς δὲ ἁδρομερέστερον διαμελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον. καὶ νῦν μὲν οὕτως ἥπλωσε τὸ διήγημα. μετ' ὀλίγα δὲ συντεμὼν οὕτω φράζει. σὺν δ' ὅγε δ' αὖ τε δύω μάρψας ὡπλίσσατο δεῖπνον. καὶ πάλιν μετ' οὐ πολλὰ τὸν αὐτὸν στίχον. (Vers. 292.) εἶτα ἐπάγει καὶ ὅτι ἤσθιε ὥστε λέων ὀρεσίτροφος οὐδ' ἀπέλιπεν ἔγκατά τε καὶ ὀστέα μυελόεντα, παρατετηρημένως καὶ τοῦτο ἐπὶ λεόντων εἰπὼν, οἳ τὸ μέρος οὗ ἂν δράξωνται παραμόνως ἐσθίουσι, καὶ οὐ κατὰ τοὺς κύνας, οἳ ἀπ' ἄλλων ἐπ' ἄλλα μεταπηδῶσιν. ὡς οἷα παίζοντες καὶ ἀλύοντες ἢ ἀλύσσοντες ὡς ἡ Ἰλιὰς λέγει. ὅθεν εἴρηται καὶ τὸ, κυνῶν μέλπηθρα, ὡς εἰ μὴ τοῦτ' ἦν καὶ κατὰ λέοντα ἐξέτρωγεν ὁ Κύκλωψ καὶ αὐτὰ τὰ ὀστᾶ, θῖνες ἂν ὀστέων πρὸ τοῦ σπηλαίου ἦσαν σεσωρευμένοι, οὐδὲν ἥττονες τῶν ἐπὶ τῶν Σειρήνων, καὶ ἦν ἂν Ὀδυσσεὺς πάντῃ νήπιος κολωνὸν ὀστέων ἰδὼν καὶ τολμήσας τῷ σπηλαίῳ ἐγγίσαι. πάνυ γοῦν πιθανῶς καὶ ταῦτα πέπλασται τῷ ποιητῇ. ἐν οἷς σημείωσαι καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
