# Commentarii ad Homeri Odysseam 1.343.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.343.1

ὅτι ἔδει μὲν τὸν Ὅμηρον ἐνταῦθα ἐκφράσαι ὅπως ἤσθιεν ὁ Κύκλωψ. οἶον. ἡ μὲν φάρυγξ αὐτῷ ἐρόχθει, οἱ δὲ ὀδόντες τραχὺ ἔτριζον, αἱ δὲ γνάθοι ἐφυσῶντο εἰς ὄγκον, οὔατα δὲ ἐκινοῦντο, ὁποῖά τις ἐπὶ Ἡρακλέους ἔγραφεν. ὁ δὲ κωμικωτέρας διασκευῆς ταῦτα κρίνων νῦν μὲν ἔφη τὰ εἰρημένα. (Vers. 310.) ἐφεξῆς δὲ στίχον ἕνα λαβὼν ἐκ τῶν προγεγραμμένων τὸ, αὐτὰρ ἐπειδὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, προσθεὶς δὲ καὶ ἕτερον τὸν προσεχῶς ῥηθέντα τὸ, σὺν δύω μάρψας ὡπλίσσατο δεῖπνον, καὶ τοὺς τοιούτους δύο στίχους δευτερώσας ἐν τοῖς καθεξῆς, οὐκ ἐθέλει περιεργάζεσθαι εἰς πλέον καὶ τὸν τρόπον τῆς θηριώδους βρώσεως τοῦ Κύκλωπος. παραθετέον δὲ τῇ λεοντώδει βρώσει καὶ ἱστορίαν Κελτικὴν ἀπευθυνομένην πρὸς Κυκλώπειον σκάριφον. λέγεται γὰρ ὅτι Κελτοὶ κρέα πολλὰ ἐν ὕδασι σκευάσαντες καὶ ὀπτὰ ἐπ' ἀνθράκων ἢ ὀβελίσκων προσφέρονται αὐτὰ καθαρείως μὲν, λεοντωδῶς δὲ, ταῖς χερσὶν ἀμφοτέραις αἴροντες ὅλα μέλη καὶ ἀποδάκνοντες, ἐὰν δέ τι ᾖ δυσαπόσπαστον, μαχαιρίῳ μικρῷ παρατέμνοντες ὃ τοῖς κολεοῖς ἐν ἰδίᾳ θήκῃ παράκειται. τοῦτο δὲ δῆλον ὡς οἱ μὲν παραξιφίδα καλοῦσιν, οἱ δὲ ἐγχειρίδιον. ἔτι μνηστέον καὶ ὡς οὐ μόνον Κύκλωψ καὶ Λαιστρυγόνες ἀνθρωποφαγεῖν ἐμελέτων, ἀλλὰ καὶ ἕτεροι πολλοί. ἐν γοῦν τοῖς ὕστερον κατ' ἄνδρα τοιοῦτοι διαβέβληνται καί τις Χαρίλας κατὰ Ἀρχίλοχον καὶ κωμῳδοὶ Κλεώνυμος καὶ Πείσανδρος. ἀλλ' αὐτοὶ μὲν ἴσως ἀστεϊσμοῦ χάριν ἀνθρωποφαγεῖν ἐσκώφθησαν ὡς πολυφάγοι. καθά τις καὶ ἰχθύας, οἳ πολλοῦ ἐτιμῶντο, ἀνθρωποφάγους εἶπε πρός τινα ὁμοιότητα τῶν τοῦ Θρᾳκὸς Διομήδους ἀνθρωποφάγων ἵππων, ὡς τὰς περιουσίας τῶν τρυφώντων κατασπῶντας οἷα ἐκείνους αὐτούς. Καμβύσις δὲ, βασιλεὺς Λυδῶν, φάγος καὶ πολυπότης ὢν νυκτός ποτε τὴν ἑαυτοῦ γυναῖκα κατακρεουργήσας ἔφαγεν. ἔπειτα πρωῒ εὑρὼν τὴν χεῖρα τῆς γυναικὸς ἐνοῦσαν ἐν τῷ στόματι ἑαυτὸν ἀπέσφαξε, περιβοήτου τῆς πράξεως γινομένης. συντάττοιτο δ' ἂν τοιούτοις καὶ ὁ βορώτατος Κρόνος εἴτε μυθικὸς εἴτε ἄνθρωπος. (Vers. 288.) Τὸ δὲ ἑτάροις ἐπὶ χεῖρας ἴαλλεν, ἐγράφη μὲν καθ' ὁμοιότητα τοῦ, ἐπ' ὀνείατα προκείμενα χεῖρας ἴαλλον. ἑτεροίαν δὲ ἔχει σύνταξιν κατὰ δοτικήν. δέδωκε δὲ ἀφορμὴν τοῖς ὕστερον λέγειν ἐπὶ βίας τὸ, χεῖρας ἐπέβαλε. (Vers. 289.) Τὸ δὲ ὥστε σκύλακας, τὸ ῥωμαλέον δηλοῖ τοῦ Πολυφήμου, ὃς οὕτω κούφως ἐκ ποδῶν αἴρων τοὺς ἡρωϊκοὺς ἄνδρας τῇ γῇ προσήρασσεν εἰς ὄλεθρον. (Vers. 294.) Ὅτι ἀμηχανούντων ἴδιον τὸ, ἡμεῖς κλαίοντες ἀνεσχέθομεν θεῷ χεῖρας, σχέτλια ἔργ' ὁρόωντες. ἀμηχανίη δ' ἔχε θυμόν. (Vers. 296.) Ὅτι τὸ, αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν ἀνδρόμεα κρέα ἔδων καὶ ἐπ' ἄκρητον γάλα πίνων, κεῖτ' ἔντοσθ' ἄντροιο τανυσάμενος διὰ μήλων, ἔστι παρῳδηθῆναι (Vers. 298.) οὕτω πως εἰς μεθύοντα. αὐτὰρ ἐπεὶ μεγάλην ἐμπλήσατο νηδὺν ἔδων καὶ ἐπ' ἄκρητον μέθυ πίνων κεῖτ' ἔντοσθ' οἴκοιο τανυσάμενος. δύναται δὲ τὸ, ἀνδρόμεα κρέα ἔδων, καὶ εἰς διαβολέα ἢ συκοφάντην λεχθῆναι, οἳ καὶ αὐτοὶ ἀνθρωποφαγεῖν ἂν λέγοιντο. (Vers. 269.) Τοῦ δὲ μεγάλην ἐμπλήσατο νηδὺν, ἔχει φράσαι καιρώτερον. εἴρηται δὲ (Vers. 297.) ὡς ἐπὶ πολυχανδοῦς ἀγγείου τινὸς τὸ, μεγάλην νηδύν. Ἄκρητον δὲ γάλα λέγει, ἐν ᾧ ἐστιν ἔτι τὸ τυρῶδες καὶ τὸ ἐλαιῶδες καὶ τὸ ὀρῶδες. Τὸ δὲ τανυσάμενος διὰ μήλων, ταυτόν ἐστι κατὰ τὸν Ἀθήναιον τῷ διὰ πάντων τῶν μήλων. ἵνα δηλοῖ ἐμφαντικοῖς εἴτουν συλλογιστικῶς, τὸ τοῦ Κύκλωπος μέγεθος. οὕτω δέ φησι καὶ τὸ διὰ νυκτὸς ταυτόν ἐστι τῷ, δι' ὅλης νυκτὸς. πάντως δὲ τὸ τανυσάμενος διὰ μήλων, ἄλλον τρόπον ταναΰποδα εἶναι τὸν Κύκλωπα βούλεται ἤπερ τὸ, μῆλα ταναΰποδα. ἔνθα Αἰολικῶς τετραμμένου τοῦ ο εἰς υ, σκοπητέον εἰ καὶ ἐρυσίβη τροπὴν ὁμοίαν ἔχει ὡς ἐξ ἀέρος βαίνουσα. πάχνη γάρ τις ἐστί φασι γινομένη ἐν δυσαερίᾳ, φθείρουσα καρπούς. ὡς εἶναι κατὰ τὸ ἐντελὲς ἀεροσίβην αὐτήν. (Vers. 299.) Ὅτι τανυσαμένου τοῦ Κύκλωπος μετὰ πλησμονὴν ἐβούλευσεν ὡς εἰκὸς Ὀδυσσεὺς ἀνελεῖν αὐτόν. καὶ ἦν μὲν εὐχερέστερον τοῦτο τοῦ ἐκτυφλῶσαι. ὅτι δὲ οὐκ ἦν ἐλπὶς ἔτι σωθῆναι διὰ τὸν πωμάζοντα ἠλίβατον λίθον τοῦ θυρεοῦ, δευτέρας γίνεται σοφωτέρας φροντίδος τῆς κατὰ τὴν τύφλωσιν καὶ οὕτω περισώζεται. φησὶ γοῦν. τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν, ἆσσον ἰὼν ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ, οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἦπαρ ἔχουσι, χεῖρ' ἐπιμασσάμενος. ἕτερος δέ με θυμὸς ἔρυκεν. αὐτοῦ γὰρ ἄν φησι καὶ ἄμμες ἀπωλόμεθ' αἰπὺν ὄλεθρον. οὐ γάρ κεν δυνάμεθα θυράων ὑψηλάων χερσὶν ἀπώσασθαι λίθον ὄβριμον ὃν προσέθηκε. (Vers. 299.) Καὶ ὅρα ὡς ἐπαινεῖ καὶ νῦν ἀφθονήτως παρὰ τοῖς ξένοις ἑαυτὸν Ὀδυσσεὺς ἐπὶ οἰκεία συστάσει μεγαλήτορα θυμὸν εἰπὼν ἔχειν. Τὸ δὲ βούλευσα, ἐνεργητικῶς καὶ νῦν ἐῤῥέθη, ὅπερ οὐκ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
