Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.344.1
Not analysed yet
ἂν γράψῃ ἀττικίζων ἀνήρ. Περὶ δὲ φρενῶν ἱκανῶς ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη. (Vers. 302.) Τὸ δὲ χειρὶ ἐπιμασσάμενος, ἀντὶ τοῦ αὐτόχειρ' ἁψάμενος. ἢ ἐγκρατῶς. καὶ σημείωσαι ὡς ἐντεῦθεν καὶ τὸ χερμάδιον ὃ δηλαδὴ ἔστι τῇ χειρὶ μάσασθαι. ἐκ δὲ τοῦ τοιαύτου μάσασθαι καὶ τὸ περισπώμενον μασᾶσθαι. ὅπερ οὐδέν ἐστιν ἀλλ' ἢ στόματι μάσασθαι. ἀφ' οὗ καὶ ὁ μασητὸς τοῖς βρέφεσι μαστός. Τὸ δὲ ἕτερος δέ με θυμὸς ἔρυκεν, ἐναντίον ἐστὶ πρὸς τὸ, ἕτερος δέ με θυμὸς ἀνῆκεν. ἐκεῖνο γὰρ προτροπὴν εἰς ἔργον δηλοῖ. (Vers. 304.) Αἱ δὲ ὑψηλαὶ θύραι, οἰκεῖαι πρὸς τὸν ῥηθέντα ἠλίβατον θυρέον. (Vers. 306.) Ὅτι νύκτερον λύπην δηλοῖ τὸ, ὣς τότε μὲν στενάχοντες ἐμείναμεν ἠῶ δῖαν. ἐν τούτοις δὲ (Vers. 308.) καὶ κλυτὰ μῆλα τὰ τοῦ Κύκλωπος λέγει, διὰ τὸ πλῆθος. ἢ διὰ τὸ καλλίτριχον. ἢ διὰ τὴν πιότητα. ἐπάγει οὖν ἐν τρισὶ τόποις δειπνήσας δ' ἄντρου ἐξήλασε πίονα μῆλα. καὶ, ἑσπέριος δ' ἦλθε καλλίτριχα μῆλα νομεύων. (Vers. 313.) Ὅτι καὶ ἄλλως τὸ ῥωμαλέον τοῦ Κύκλωπος ἐκφαίνων φησὶν ὡς ἐξῆλθεν εἰς νομὴν, ῥηϊδίως ἀφελὼν θυρεὸν μέγαν ὃν λίθον ὄβριμον προσεχῶς ἔφη. αὐτὰρ ἔπειτα ἂψ ἐπέθηκεν, ὡς εἴ τε φαρέτρῃ πῶμ' ἐπιθείη. (Vers. 314.) Καὶ ὅρα τὸ σύντομον τῆς παραβολῆς καὶ τὸ ἐντεῦθεν καίριον. οὐ γὰρ πρᾶγμα παρέβαλε πράγματι, τὴν φαρέτραν δηλαδὴ τῷ μεγάλῳ σπηλαίῳ, ἦν γὰρ ἂν ψυχρὸς ὁ λόγος διὰ τὸ ἐν σμικροπρεπίᾳ κακόζηλον, ἀλλ' ἐνέργειαν ἐνεργείᾳ, τὸ ῥᾷον δηλαδὴ τοῦ ἐπιπωπασμοῦ τῆς φαρέτρας τῷ ἀπόνῳ τοῦ σπηλαίου συγκλεισμῷ. καὶ οὐκ ἦν εἰς πλέον διασκευάσαι τὴν παραβολήν. ὡς οὐδὲ τὸ, ὥστε σκύλακας ποτὶ γαίῃ κόπτε. (Vers. 315.) Τὸ δὲ ἐπέθηκε, πρὸ βραχέων καὶ προσέθηκεν εἶπεν. ἐνταῦθα δὲ ὥσπερ τὸν φθόγγον, οὕτω καὶ τὸν συριγμὸν ἀγριαίνων τοῦ Κύκλωπος ῥοῖζον αὐτόν φησι κατὰ γένος θηλυκὸν Ἰωνικῶς. φησὶ γάρ. πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα. ὥσπερ δὲ ἡ ῥοῖζος, οὕτω παρά τισι καὶ ἡ λιμός. Ἰστέον δὲ ὅτι κατὰ τὸν ποιητὴν ῥοιζεῖν λέγεται ποιμὴν τουτέστι συρίττειν ἐν τῷ ἐξάγειν ποίμνιον ἢ ὅλως νέμειν. οἱ δὲ παλαιοὶ καὶ ἄλλας ἔχουσι λέξεις ἰσοδυνάμους ποιμενικάς. Παυσανίας δὲ καὶ ψιττάζειν λέγει τὸ ποιμενικῶς φθέγγεσθαι. (Vers. 316.) Ὅτι ἀμύνης λόγος τὸ, αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων εἴπως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη. τουτέστι φρόνησις. διὸ ἐπάγει. ἥ δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή. τὸ γὰρ κατὰ ῥωμαλεότητα περιγενέσθαι τοῦ Κύκλωπος ἤδη ἀποδεδοκίμασται. Περὶ δὲ τοῦ βυσσοδομεύειν καὶ τοῦ εἴπως ἀντὶ τοῦ ὅπως προδεδήλωται. (Vers. 319.) Ὅτι Κύκλωπος ἔκειτο μέγα ῥόπαλον κατὰ Ὀδυσσέως λόγον παρὰ σηκῷ χλωρὸν ἐλαΐνεον. τὸ μὲν, ἔκταμεν ὄφρα φοροίη αὐανθέν. ὅ φησιν ἡμεῖς εἰσορῶντες εἰκάζομεν ὅσσον θ' ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης, φορτίδος, εὐρείης. ἥτ' ἐπεράᾳ μέγα λαῖτμα. τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι. τοῦ μὲν ὅσσον τ' ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς καὶ παρέθηκ' ἑταίροισιν, ἀποξῦναι δ' ἐκέλευσα. οἵδ' ὁμαλὸν ποίησαν. ἐγὼ δ' ἐθόωσα παραστὰς ἄκρον. ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κλέῳ. καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ. ἣ κατὰ σπείους κέχυτο μεγάλ' ἤλιθα πολλή. αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάχθαι ἄνωγον ἢ πεπάλασθαι κατὰ Ἀρίσταρχον, ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας τρίψαι ἐπ' ὀφθαλμῷ ἢ ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνει. οἱ δ' ἔλαχον οὓς ἂν καὶ ἤθελον αὐτὸς ἑλέσθαι. αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέχθην. δίχα δηλαδὴ τοῦ λαχεῖν ἐπιδοὺς ἐμαυτὸν τῷ κινδύνῳ. τῶν γὰρ ἄλλων οὐκ ἐχρῆν ἐπιλογὴν γενέσθαι ἄλλως, (Vers. 331.) ἢ διὰ τοῦ κληρώσασθαι. ἵνα μήτε οἱ λειφθέντες φθονήσωσι, μήτε οἱ προκριθέντες μέμψωνται, ὡς ἐπιλεγέντες εἰς κίνδυνον. καὶ εἰσὶ ταῦτα ἡ πρὸ ὀλίγων ἀρίστη τῷ Ὀδυσσεῖ φανεῖσα βουλή. ἀνελεῖν γὰρ ἔσω τοῦ σπηλαίου τὸν Κύκλωπα οὐκ ἦν ἀρίστης ὡς ἐῤῥέθη βουλῆς. (Vers. 334.) Ὅρα δὲ ὡς ἐν ἀγαθῷ ἔργῳ εὐτυχῶς ὁ κλῆρος ἔπεσε τῷ Ὀδυσσεῖ, ὃ μυριαχοῦ ἱστορεῖται γίνεσθαι. καὶ οὐ μόνον κατὰ τὴν ἐπιλογὴν εὐτυχεῖ ὁ παρὼν κλῆρος, ἀλλὰ καὶ κατὰ τὴν ὕστερον σωτηρίαν. δύο γὰρ δορπήσας ὁ Κύκλωψ οὐδενὸς τῶν λαχόντων ἥψατο. (Vers. 320.) Χλωρὸν δὲ ὑποτίθεται τὸ καὶ προσημειωθὲν ῥόπαλον, ἵνα μὴ ξηρανθὲν ἄλλως ἔχῃ τι ὑπόσαθρον καὶ ἀσυντελὲς εἰς τὴν τοῦ πελωρίου τύφλωσιν. ἀπὸ τῆς χλόης δὲ τὸ χλωρὸν ὡς ἀπὸ τῆς πράσου τὸ πράσινον. Τὸ δὲ ἐλαΐνεον, πλεονασμὸν ἔχει τοῦ ε τῆς παραληγούσης. Τὸ γὰρ ἐντελὲς, ἐλάϊνον. ὡς ἐν τῇ ε ῥαψῳδίᾳ προγέγραπται. ἴσως δὲ καὶ Ἰωνικῶς ἐκ τοῦ ἐλαΐνειον γίνεται ἀπελεύσει τοῦ ἰῶτα. ἵνα ἐκ τοῦ ἐλάα, ὃ τὴν ἐλαίαν δηλοῖ, γένηται εἷς μὲν τύπος μετουσιαστικὸς τὸ ἐλάϊνον, δεύτερος δὲ τὸ ἐλαΐνειον. Τὸ δὲ ἔκταμεν, οἱ ἀκριβέστεροι ἔκσπασε γράφουσιν. ἐχρῆν γάρ φασι τὸν τηλικοῦτον Κύκλωπα καὶ αὐτόπρεμνον ἐκσπάσαι τὸ φυτὸν. (Vers. 322.) Εἰς δὲ τὸ,