# Commentarii ad Homeri Odysseam 1.345.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.345.1

ἐεικόσορος, γράφουσιν οἱ παλαιοὶ ὅτι εἰκόσορος μὲν διὰ τοῦ ο. πεντηκόντερος δὲ διὰ τοῦ ε. ἑρμηνεία δὲ τοῦ ἐεικόσορος τὸ, ἐείκοσιν ἑταίρους ἔχειν ἐρέσσοντας δηλαδή. (Vers. 323.) Τὸ δὲ ἐκπεράα μέγα λαῖτμα, πρὸς διαστολὴν εἴρηται τῶν σχεδιῶν, αἳ οὐκ ἂν τοιοῦτον κῦμα διαπεράσαιεν. (Vers. 324.) Ὅρα δὲ τὸ πάχος κοινότερον λεχθέν. οὕτω δὲ καὶ μᾶκος, προπερισπωμένως μέντοι, τὸ μῆκος φασὶν οἱ Δωριεῖς. (Vers. 325.) Ὄργυιαν δὲ προπαροξυτόνως ἡ παλαιὰ λέγει Ἀτθὶς, ὥσπερ καὶ ἄγυιαν. οἱ δὲ ὕστερον τὸν τόνον κατάγουσι. (Vers. 327.) Τὸ δὲ ὁμαλὸν ἐποίησαν, ἀντὶ τοῦ ἀπώξυναν, κατὰ τὸ, ἀποξῦναι δ' ἐκέλευσα. καὶ ἔστι μὲν καὶ τὸ ἐθόωσα ταυτὸν τῷ ἀπώξυνα. διαφέρει δὲ καθὸ οἱ μὲν ἑταῖροι τὸ λοιπὸν τοῦ ῥοπάλου παρώξυναν. Ὀδυσσεὺς δὲ ἐπὶ πλέον αὐτὸ τὸ ἄκρον, (Vers. 328.) ὃ καὶ ἐπυράκτου ἵνα τὸ ξύλον ἐξικμασθείσης τῆς ὑγρότητος πυκνωθῇ καὶ οἷά τις σίδηρος βαφῇ καθὰ καὶ οἱ ναυμαχικοὶ καὶ ἄλλως δὲ πολεμικοὶ σκῶλοι. Ὁ δὲ τρόπος φασὶ τοῦ ἐθόωσα μεταληπτικὸς κατὰ συνωνυμίαν καὶ ὁμωνυμίαν. (Vers. 327.) θοὸν μὲν γὰρ καὶ ὀξὺ συνώνυμά εἰσι. θοὸν δὲ τὸ μὴ ἁπλῶς ταχὺ ἀλλὰ τὸ τμητικὸν ἐν τῷ ἄκρῳ ὁμωνύμως ἔχει. (Vers. 328.) Τὸ δὲ πυράκτεον ἐν πυρὶ, ἐτυμολογικῶς πέφρασται. (Vers. 329.) Τὸ δὲ κατακρύψας ὑπὸ κόπρῳ, ὑπὸ κόπρου τινὲς γράφουσιν Ἀττικώτερον, ὁποῖον καὶ τὸ φέρειν τι ὑπὸ κόλπου ἢ ὑπὸ μάλης. (Vers. 330.) Ἐν δὲ τῷ, μεγάλ' ἤλιθα πολλὴ, ἢ ἐκ παραλλήλου ταυτὸν τῷ μεγάλα καὶ ἤλιθα, ἢ κατὰ συναλιφὴν ἔστι νοῆσαι, κατὰ σπείους κέχυτο μεγάλου. εὐρὺ γὰρ καὶ μέγα τὸ σπήλαιον καὶ πολλὴν κεχυμένην ἔχον κόπρον. (Vers. 331.) Τὸ δὲ κλήρῳ πεπαλάχθαι, ἀντὶ τοῦ, κλήρῳ λαχεῖν ἢ κληρώσασθαι. παλάσσειν γὰρ οὐ μόνον τὸ μολύνειν, ἀλλὰ καὶ τὸ κληροῦσθαι, παρὰ τὸν πάλον ὃ τὸν κλῆρον δηλοῖ. ἐξ οὗ καὶ ὁ ἀντίπαλος. (Vers. 333.) Τοῦ δὲ τρίψαι τὸν μοχλὸν ἐν ὀφθαλμῷ οὐκ ἔστι καιριωτέραν λέξιν εὑρεῖν, ὥσπερ οὐδὲ τοῦ κόπτειν ἐν τῷ, ὥστε σκύλακας ποτὶ γαίῃ κόπτεν, ἤγουν ἔπληττεν, ἔκρουε, προσήρασσεν. ἐκ τοῦ τρῶ δὲ τὸ τρίβω παράγεται. τὸ γὰρ ἐνταῦθα τρίμμα τοῦ ὀφθαλμοῦ τρυπάνου ἔοικε τρήματι. ἐκ δὲ τοῦ τοιούτου τρῶ καὶ τὸ τρίβω γίνεται καθ' ἑτέραν παραγωγὴν καθάπερ καὶ ἐκ τοῦ ψῶ τὸ ψίζω. ἐξ οὗπερ οὐ μόνον ἡ ψὶξ, ἀλλὰ καὶ τὸ ψίσαι, ἤτοι ψωμίσαι, σιτίσαι ὡς ἐν ῥητορικῷ εὕρηται λεξικῷ. Γλυκὺς δὲ ὕπνος καὶ ἄλλως μὲν ὁ ἐκ τοῦ μεγάλην ἐμπλήσασθαι νηδύν. μάλιστα δὲ ὁ ἐκ τοῦ ποθησομένου ἡδέος οἴνου. αὐτοῦ γὰρ μὴ ποθέντος οὔτε γλυκὺς οὕτως ἦν ἂν οὔτε βαθύς. καὶ ἄλλως δὲ γλυκὺς ὕπνος ἢ κατά τι κοινὸν παντὸς ὕπνου ἐπίθετον, ἢ τῷ Ὀδυσσεῖ τοιοῦτος, τῷ δι' ὕπνου ἐκτυφλώσαντι τὸν ἐχθρόν. (Vers. 319.) Σημείωσαι δὲ καὶ ὅτι ἐν τῷ περὶ τοῦ ῥοπάλου διηγήματι χρᾶται ὁ ποιητὴς ἐν κατάρχῃ τοῦ λόγου συνήθως τὸ γαρ συνδέσμῳ εἰπών. Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον. πολλαχοῦ δὲ τοῦτο γίνεται. καὶ ἡ αἰτία δεδήλωται ἀλλαχοῦ. (Vers. 338.) Ὅτι ὥσπερ ὁ ἐπὶ φίλοις κλῆρος εὐτυχῶς ἐξέβη τῷ Ὀδυσσεῖ, οὕτω καὶ ἡ τῶν μήλων τοῦ Πολυφήμου συνέλασις. πάντα γὰρ εἰς εὐρὺ σπέος ἤλασεν. οὐδέ τι λεῖπε βαθείης ἔκτοσθεν αὐλῆς, ὃ χθὲς οὐκ ἐποίησε. πάντα γὰρ εἰσελάσας τὰ ἄρσενα λεῖπε θύραζε. διὸ καὶ θαυμάσας τὸ τῆς τύχης Ὀδυσσεὺς φησὶν ὡς ἐποίησεν ὁ Κύκλωψ τοῦτο, (Vers. 339.) ἤ τι ὀϊσσάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν. εὐτύχισε γοῦν θεσπέσιον οἷον ἐντεῦθεν ὁ Ὀδυσσεὺς, συνέργων τοὺς ἄρσενας λύγοις καὶ οὕτως σὺν τοῖς ἑταίροις περισωθεὶς κατά τι θεῖον. (Vers. 346.) Ὅτι κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο Ὀδυσσεὺς προσεῖπε τὸν Κύκλωπα. Κύκλωψ, τῆ, τουτέστι λάβε, πίε οἶνον ἐπεὶ φάγες ἀνδρόμεα κρέα, ὄφρ' εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει ἡμετέρη. σοὶ δ' αὖ λοιβὴν φέρον εἴ μ' ἐλεήσας οἴκαδε πέμψειας. σὺ δὲ μαίνεαι οὐκέτ' ἀνεκτῶς. σχέτλιε. πῶς ἄν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας. φαγὼν δηλαδὴ τοὺς ξένους. Καὶ ὅρα καὶ (Vers. 347.) τὸν λόγον τοῦτον τῷ Ὀδυσσεῖ δικαιολογίᾳ τε κεκραμένον καὶ οἴκτῳ, ἔτι δὲ καὶ κολακευτικὸν, εἴγε οὐχ' ὡς ξείνῳ δῶρον ἀλλ' ὡς θεῷ λοιβὴν φησὶ τὸν οἶνον προσφέρειν. λαλεῖ δὲ ἄρα ὁ ῥήτωρ πρὸς λέοντα, φαγεῖν μόνον εἰδότα, ἤδη δὲ καὶ πιεῖν, μᾶλλον δ' ἐκπιεῖν κατὰ τὸ, ἔδεκτο καὶ ἔκπιεν ἥσατο δ' αἰνῶς. (Vers. 361.) καὶ τρίς δ' ἔκπιε. τουτέστι τὸ πᾶν ἐξέπιε, καθ' ὁμοιότητά τινα τοῦ φαγεῖν ἁπλῶς καὶ τοῦ καταφαγεῖν ὅ ἐστι πάντα φαγεῖν. Ἔστι δὲ κισσύβιον, ποιμενικὸν ποτήριον ἐκ κισσίνου φασὶ ξύλου. ὁποῖον καὶ τῷ συβώτῃ ἐν τοῖς ἑξῆς Εὐμαίῳ ἐστίν, ὡς δηλοῖ φασὶ καὶ Τιμόθεος ἐν τῷ κατ' αὐτὸν Κύκλωπι, παραφράσας οὕτως. ἓν μὲν δέπας κίσσινον μελαίνας σταγόνος ἀμβρότας ἀφρῷ βρυάζον, εἴκοσι δ' ὕδατος μέτρ' ἔχευεν. Ἔνθα ὅρα τὸ βρυάζον ἐκ τοῦ βρύω, καθ' ὁμοιότητα τοῦ πετάζω

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
