# Commentarii ad Homeri Odysseam 1.35.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.35.1

λεὺς. ἤτοι καλὸς λίαν. οὕτω γὰρ ἔοικεν ἐτυμολογεῖσθαι καὶ τὸ κάλλος. Αἴσχιστος δὲ ὁ Θερσίτης. διὸ καὶ Εὐριπίδης, ἐν σχήματι ἀντιθέτῳ φησί. διὰ καλῶν γὰρ ὀμμάτων αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα ὡς τοῦ καλοῦ, ἀντικειμένου τῷ αἰσχρῷ καὶ τῷ αἰσχίστῳ. καλὸν οὖν, τὸ λαμπρὸν καὶ ὡς ἂν εἴποι τις ἡλιῶδες, παρὰ τὸ κῶ καὶ τὸ ἥλιος. οἱονεὶ τὸ ἀνακείμενον ἡλίῳ. ἢ καόμενον ὡς ἥλιος. διὸ καὶ ἐκτείνει ἀεὶ τὸ δίχρονον παρὰ τῷ ποιητῇ ὡς ἀπὸ συναιρέσεως. τὸ μέν τοι αἰσχρὸν ἐκ τοῦ ἐναντίου, τῷ σκότει ἀνάκειται. ὅθεν καὶ τὸ ἐγγίσαν τῇ νυκτὶ τέλος τῆς καλῆς ἡμέρας, αἰσχρία καὶ αἰσχρίασμα λέγεται. ἐπεὶ τοίνυν καὶ ὁ χρυσὸς ἡλίῳ ἀνάκειται κατὰ τοὺς παλαιοὺς, εἴη ἂν καὶ αὐτὸς κυρίως καλός. καὶ δι' αὐτὸν, καλὴ καὶ ἡ χρυσῆ πρόχοος. ὥσπερ ἐλέχθη καλὰ πρὸ βραχέων, καὶ τὰ τῆς Ἀθηνᾶς χρύσεια πέδιλα. Λέβης δὲ νῦν παρὰ τῷ ποιητῇ, τὸ παρ' ἡμῖν λεγόμενον χερνίβιον καθ' οὗ νιπτόμεθα, παρὰ τὴν λαβὴν ὥς φασιν οἱ παλαιοί. ἢ μᾶλλον διότι λείβεται ὕδωρ εἰς αὐτόν. Καὶ σημείωσαι τὴν λέξιν ἐνταῦθα. ἐν γὰρ ἄλλοις τόποις, ἀλλοῖόν τι σκεῦος οἱ λέβητες λέγονται, ὡς καὶ ἐν Ἰλιάδι φαίνεται. ὅτι δὲ κοινῶς μὲν, διὰ τοῦ η ὁ λέβης, κατὰ δὲ Βοιωτοὺς, διὰ διφθόγγου καθὰ καὶ ὁ πένης καὶ τὰ κατ' αὐτὰ, ὁ Ἡρακλείδης δηλοῖ. Ἀργύρεος δὲ ὁ λέβης, ἢ πρὸς ποικιλίαν ἵνα μὴ αὐτὸς χρυσοῦς εἴη. ἢ ὅτι σπάνιον πάλαι ὁ χρυσός. ἢ καὶ ὅτι ἐχρῆν τὸ ὑποκείμενον τῇ ῥίψει, ὑποδεῶς ἔχειν πρὸς τὸ σκεῦος ἀφ' οὗ τὸ ῥίπτον πρόεισι. Σημειοῦνται δὲ οἱ παλαιοὶ ὅτι παρ' Ὁμήρῳ πρὸ τῶν βρωμάτων εὑρίσκονται νιπτόμενοι, ὡς ἂν εὐαγῶς ἐπὶ τὰς σπονδὰς ἔλθωσιν. εἰ δὲ καὶ μετὰ τὸ φαγεῖν ὡς εἰκὸς ἐνίπτοντο, σιωπᾷ ὁ ποιητὴς ὡς καὶ ἄλλα πολλὰ, κατὰ σχῆμα τὸ καλούμενον σιωπώμενον, παρὰ δὲ τοῖς παλαιοῖς κεῖται καὶ ὅτι ἐν Ἰλιάδι οὐδὲ πρινὴ φαγεῖν, ποιεῖ Ὅμηρος ἀπονιζομένους. σχολαζόντων γὰρ βίος ὁ ἐν Ὀδυσσείᾳ, καὶ τρυφώντων ἐν εἰρήνῃ. διὸ καὶ ἐθεράπευον τὸ σῶμα λουτροῖς καὶ κατανίσμασιν. οἵ γε καὶ ἀστραγαλίζουσιν ἐν τῇ κατ' αὐτοὺς πολιτείᾳ, καὶ σφαιρίζουσι παίζοντες. εἰ δὲ Ἡρόδοτος ἐν λιμῷ εὑρῆσθαί φησι τοιαύτας παιδιὰς ἐπὶ Ἄτυος, ἀλλὰ πρεσβεύει φασὶ τοῖς χρόνοις τὰ ἡρωϊκά. θετέον δ' ἐνταῦθα καὶ Τρύφωνος τὸ, κατὰ χειρῶν μὲν, πρὸ τροφὴς παρὰ τοῖς ὕστερον, νίφασθαι δὲ, μετὰ τροφήν. (Vers. 138.) Τράπεζαν δὲ τανύεσθαι εἰπὼν, ἐμφαίνει μήπω κυκλοτερεῖς εἶναι τότε τὰς τραπέζας, ἀλλὰ τετανυσμένας εἰς μῆκος. ἴσως γὰρ ὕστερον ἐπενοήθησαν αἱ κυκλοειδεῖς, διά τε τὴν ἀνυπέρβλητον ἰσότητα, καὶ πρὸς ὁμοιότητα τῆς τροφοφόρου ἅλωνος. Ἰστέον δὲ ὅτι τὲ τῶν δαιτυμόνων ἑκάστῳ κατ' ἄνδρα παρακεῖσθαι τράπεζαν οἴονταί τινες ὡς καὶ ἐνταῦθα ἐπὶ τοῦ φαινομένου Μέντου γίνεται. καὶ ἐν τοῖς ἑξῆς δὲ ἐπὶ τοῦ συβώτου. καὶ ὅτι αἱ οὕτω πολυτελεῖς τράπεζαι, κατηρεφέες παντοίων ἀγαθῶν πρός τινος τῶν παλαιῶν ἐῤῥέθησαν. καὶ ὅτι τράπεζαι παρὰ τοῖς παλαιοῖς, καὶ δεύτεραί τινες ἐκαλοῦντο. αἱ δὲ, ἦσαν, αἱ τῶν τραγημάτων. ἃ, ὡς ἐν τοῖς τοῦ Ἀθηναίου κεῖται, καὶ τρωγάλια ἐλέγοντο. Πίνδαρος. δείπνου δὲ λήγοντος, γλυκὺ τρωγάλιον. ὁ δὲ κωμικὸς, εἶδος τραγημάτων οἶδε τὸ τρωγάλιον. λέγει δὲ Ἀθήναιος, καὶ ὅτι ὄντως ὁ τραγηματισμὸς, ἐπιδορπισμός τις ἐστὶ καὶ δεῖπνον ἕτερον. καὶ ἦσαν παρὰ τοῖς ἀρχαίοις αἱ δεύτεραι τράπεζαι, πολυτελῶς πάνυ μεμεριμνημέναι. ἐν αἷς, λαγῶα καὶ κίχλαι καὶ μελίπηκτα καὶ ὠὰ προεφέροντο. διὸ, ἀστείως Ἀντιφάνης φησὶν ἐν ἐρωτήσει καὶ ἀποκρίσει, ταῦτα. οἶνον Θάσιον πίνοις ἄν; εἴ τις ἐγχέαι. πρὸς ἀμυγδαλᾶς δὲ, πῶς ἔχεις; εἰρηνικῶς. μᾶλλον δι' ἃς μέλιτι προσπαίζειν δέδοται. μελίπηκτα δ' εἴσοι προσφέρει; τρώγοιμ' ἄν. Ὠὸν δὲ; καταπίνοιμ' ἄν. Ἔτι ἰστέον καὶ ὅτι ἡ εἰρημένη ἀνυπέρβλητος ἰσότης, δηλοῦται καὶ ἐν τῷ, δαιτὸς ἐΐσης. δαὶς γὰρ ἐΐση, ἄλλως μὲν κοινότερον, ἡ ἰσόμοιρος. κατὰ δὲ Ζηνόδοτον, ἡ ἀγαθή. ὡς ἱστορεῖ καὶ Ἀθήναιος λέγων ὅτι ἐπεὶ ἡ τροφὴ τῷ ἀνθρώπῳ ἀγαθὸν ἀναγκαῖον, ἐπεκτείνας εἴρηκεν ἐΐσην. ἔνθα σημείωσαι τὸ ἐπεκτείνας, ὡς τοῦ Ζηνοδότου ἐπέκτασιν δοξάζοντος καὶ τὸ ἀντὶ τοῦ ἴσην, εἰπεῖν ἐΐσην. τούτοις δὲ ἐπάγει καὶ ὅτι ἐπεὶ οἱ πρῶτοι ἄνθρωποι οἷς οὐ παρῆν ἄφθονος τροφὴ, ἄρτι φαινομένης, ἀθρόον ἐπ' αὐτὴν ἰόντες, βίᾳ ἥρπαζον. καὶ σὺν ἀκοσμίᾳ, ἐγίνοντο καὶ φόνοι. ἐξ ὧν εἰκὸς λεχθῆναι καὶ ἀτασθαλίαν τὴν ἐν θαλίαις ἁμαρτίαν, τέως μὲν, οὐκ εἶχον ὅ, τι δράσουσιν. ὡς δὲ παρεγένετο αὐτοῖς πολλὴ τροφὴ ἐκ τῆς Δήμητρος, διένεμον ἑκάστῳ ἴσην. καὶ οὕτως εἰς κόσμον προῆλθε τὰ δόρπα, πάντων εἰς ἶσον διαμεμοιραμένων. ὥς τε δαὶς ἐΐση ἡ ἀνθρωπίνη τροφὴ, παρὰ τὸ δατεῖσθαι ὅ ἐστι διαμοιρᾶσθαι ἐπίσης. καὶ οὐ κρέα μόνον, ἀλλὰ καὶ οἶνον καὶ λοιπά. οὕτω δὲ καὶ δαιτρὸς, ὁ ἴσην ἑκάστῳ μοῖραν δαιόμενος. ὅτι δὲ ἐπὶ μόνων ἀνθρώπων ἡ δαὶς κἂν ὁ Ζηνόδοτος ἄλλο τι βούληται, καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. σῖτον δὲ οὐδετέρως, ἐπὶ ἄρτου. ὁ σῖτος γὰρ, ἀκατέργαστος.

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
