# Commentarii ad Homeri Odysseam 1.352.1

Eustathius, Commentarii ad Homeri Odysseam, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarii-ad-homeri-odysseam/1.352.1

γεῦντο τοῖς μήλοις διὰ τὸ ἀνήμελκτα μένειν αὐτά. (Vers. 391.) Τὸν δὲ πέλεκυν καὶ πέλυκα φασὶν οἱ μεθ' Ὅμηρον ἀπὸ εὐθείας τῆς, ὁ πέλυξ τοῦ πέλυκος. (Vers. 393.) Φαρμάσσειν δὲ οὐχ' ἁπλῶς ἐνταῦθα τὸ βάπτειν ὅθεν καὶ φαρμακῶνες τὰ βαφεῖα ὡς καὶ προεδηλώθη, ἀλλὰ τὸ στομοῦν καὶ στεῤῥοποιεῖν. φησὶ γοῦν. ὕδατι ψυχρῷ βάπτει φαρμάσσων. στομοῦται γὰρ σίδηρος τοιαύτῃ βαφῇ. καὶ κράτος ἔχει ὅ ἐστι καρτερὸς γίνεται πυμνούμενος εἰς πλέον. (Vers. 394.) Τὸ δὲ σίζειν, ὀνοματοποιεῖται πρὸς ἦχον στοιχείου τοῦ σίγμα, ὥσπερ τὸ ζέειν, κατὰ τὸ ζῆτα. καὶ τὸ ξέειν, κατὰ τὸ ξ. καὶ ὁ ῥοῖζος, κατὰ τὸ ῥῶ στοιχεῖον. οἱ δὲ παλαιοί φασι καὶ ὅτι ὠνοματοπεποίηται τὸ σίζειν ἀπὸ τοῦ κατὰ τὸ λίπος γινομένου σισιλισμοῦ. Τὸ δὲ περὶ μοχλῷ ἀντίπτωσιν ἔπαθεν. ἀντὶ γὰρ τοῦ, ἐπὶ μοχλῷ ἐῤῥέθη. (Vers. 395.) Τοῦ δὲ μέγ' ᾤμωξεν ἐπίτασις τὸ σμερδαλέον. αὐτοῦ δὲ σαφήνεια τὸ, ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθα. σμερδαλέον γὰρ τὸ ποιοῦν τινὰς κρύπτεσθαι διὰ τὸ δέος. οὐκ ἀπίθανον δὲ, οὕτω σμερδαλέον καὶ μέγα οἰμῶξαι τὸν Κύκλωπα. οὗ καὶ ἄλλως ὁ φθόγγος βαρὺς προδεδήλωται. (Vers. 397.) Τὸ δὲ πεφυρμένον, ἀντὶ τοῦ μεμιασμένον. μεμιγμένον. ἐκ τοῦ φύρω καὶ φυρῶ ἐξ οὗ καὶ τὸ φύραμα. (Vers. 398.) Ἀλύειν δὲ νῦν μὲν τὸ ἀδημονεῖν. ἐν δὲ τοῖς μετὰ ταῦτα τὸ χαίρειν, ὡς τὸ, ἢ ἁλύεις ὅτι Ἶρον ἐνίκησας; μέση γὰρ ἡ λέξις. ὡς καὶ ἡ συμφορά. καὶ ἡ τύχη. καὶ ὁ δαίμων. καὶ τὰ ὅμοια. προσγράφουσι δέ τινες τῶν παλαιῶν τὸ ἰῶτα ἐν τῷ ἀλυίειν καθὰ καὶ ἐν τῷ ὀπυίειν. οὐ μὴν ἀναντήῤῥητόν ἐστιν. Ἰστέον δὲ ὡς παρὰ τοῖς παλαιοῖς γράφεται καὶ ταῦτα. ἀλύει, ἀντὶ τοῦ μαίνεται. ἀπορεῖ κατὰ διάνοιαν. φαύλως διατίθεται. ἀμηχανεῖ. ἐξ οὗ ἐν Ἰλιάδι τὸ ἀλύσσειν. καὶ ὅτι ἄλυς, ἄλη. ῥιπασμός. καὶ ἀλύειν, τὸ μηδὲν πράττειν. ἔνιοι δὲ φασὶν καὶ οὕτω. ἁλύειν τὸ μὲν ἐπαίρεσθαι, δασύνεται. οἷον. ἢ ἁλύεις ὅτι Ἶρον ἐνίκησας, τὸ δὲ λυπεῖσθαι ψιλοῦται. τὸ μὲν γὰρ ἀπὸ τοῦ ἁλεαίνεσθαι, τὸ δ' ἀπὸ τῆς ἄλης. Ἀττικώτερον δέ φασι τὸ καὶ ἄμφω δασύνειν, καὶ γὰρ καὶ τὸ ἁλεαίνειν δασύνουσιν Ἀττικοί. ὡς καὶ τὸ, ἁμὶς, καὶ ἅμαξα. καὶ ἁμνός. ἀπὸ δὲ τοῦ ἁλύειν καὶ ἁλυσκάζειν τὸ περιΐστασθαι καὶ ἐκκλίνειν. καὶ ἁλυσθαίνειν τὸ ἀδυνατεῖν καὶ ἁλυκτεῖν τὸ δυσφορεῖν. Παυσανίας δὲ ἀλύειν λέγει τὸ ἐν ἄλῃ καὶ παρέσει τὴν ψυχὴν ἔχειν. Ὅρα δὲ ὅπως ὁ τοσοῦτος Κύκλωψ κακὸν μέγα μεθυσθεὶς ἔπαθε. καὶ πρόσθες καὶ αὐτὸν τοῖς ἐκ μέθης πάσχουσιν. ὃ καὶ οἱ παλαιοὶ ποιοῦντες ἐν τῷ κατατρέχειν τῆς μέθης φασὶν ὅτι δι' αὐτὴν καὶ ὁ τηλικοῦτος Κύκλωψ ἀπὸ μικροῦ σώματος ἀπολλύμενος πεποίηται. καὶ Εὐρυτίων ὁ κένταυρος. αὕτη τοὺς παρὰ Κίρκῃ λέοντας καὶ λύκους ποιεῖ ἐπακολουθοῦντας ἡδοναῖς, Ὀδυσσέα μέντοι σώζει ἀπαθῆ Ἑρμῆς λόγῳ πεπεισμένον. μέθη καὶ Ἐλπήνορα πάροινον ὄντα καὶ τρυφηλὸν κατακρημονίζει. Ἀντίνοος δὲ πρὸς Ὀδυσσέα εἰπὼν, οἶνός σε τρώει μελιηδὴς, αὐτὸς οὐκ ἀνέχεται τοῦ πόματος, ἀλλ' ἀπόλλυται κρατῶν ἔτι τὸ ποτήριον. ποιεῖ δὲ καὶ τοὺς Ἕλληνας Ὅμηρος ἐν τῷ ἀπόπλῳ μεθύοντας. διὸ καὶ στασιάζοντας. ὅθεν καὶ ἀπόλλυνται. μνηστέον δ' ἐν τούτοις καὶ τοῦ Ἀτρείδου σκωπτωμένου ὅτι ὡς οἰνοβαρὴς καὶ ἔμφορτος οἴνου σκώπτεται. οὕτω δὲ καὶ οἱ Ἀχαιοὶ, ὡς διὰ πλησμονὴν οἴνου κενεαυχέες ἐν Λήμνῳ φανέντες. (Vers. 400.) Ὅτι ὁ Πολύφημος ὀδυνηθεὶς ἐν τῷ τυφλωθῆναι Κύκλωπας μεγάλ' ἤπυεν, οἳ ἀμφ' αὐτὸν ᾤκεον ἐν σπήεσσι δι' ἄκριας ἠνεμοέσσας. οἱ δὲ βοῆς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος. ἱστάμενοι δ' εἴροντο περὶ σπέος (Vers. 402.) ὅ,ττι ἑ κήδοι. ἤγουν τί ἂν αὐτὸν βλάπτοι τουτέστι βιάζεται ὡς μετ' ὀλίγα ἐρεῖ. εἶτα ἐπάγει. τίπτε τόσον Πολύφημ' (Vers. 403.) ἀρημένος ὅ ἐστι βεβλαμμένος, ὧδ' ἐβόησας νύκτα δι' ἀμβροσίην καὶ ἀΰπνους ἄμμε τίθησθα; ἢ μή τις σεῦ μῆλα βροτῶν (Vers. 405.) ἀέκοντος ἐλαύνει ὅ ἐστιν ἀπελαύνει κατὰ βίαν ὅπερ ἴσως ὀϊσάμενος κατὰ τὸν τοῦ Ὀδυσσέως λόγον, (Vers. 406.) συνέκλεισε τὰ ὅλα, ἢ μή τις σὲ αὐτὸν κτείνῃ δόλῳ, ἠὲ βίῃφι; Ὁ δὲ ἐξ ἄντρου προσεῖπεν. ὦ φίλοι. (Vers. 408.) Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίῃφι, καθὰ πρὸ ὀλίγων γέγραπται. οἱ δὲ (Vers. 410.) τὸ ῥηθὲν ἐπιπολαίως νοήσαντες ὡς προδεδήλωται διὰ τὸ δεξιὸν τοῦ σοφίσματος εἶπον. εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα, νοῦσόν γ' οὔπως ἐστὶ Διὸς μεγάλου ἀλέασθαι, τουτέστι λῃστεύοντος μέν τινος, ἀμυνούμεθα. νοσοῦντι δέ σοι ἐκ Διὸς οὐκ ἔστι τις ἀποφυγὴ, ἀλλ' ἢ πάντως θεόθεν. διὸ ἐπάγουσιν. (Vers. 412.) ἀλλὰ σύ γε εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι. ἐξ οὗ δῆλον μὴ ἀσεβεῖς εἶναι κατὰ τὸν Πολύφημον καὶ τοὺς λοιποὺς Κύκλωπας. οὓς φίλους ἑαυτῷ ἔφη, κολακεύων ἀμεθόδως ὁ ἄφιλος καὶ ἄγριος καὶ κακόξενος. (Vers. 400.) Ἄκριες δὲ κατὰ τοὺς παλαιοὺς ἄκρα ὀρῶν. λόφοι. ἐσχατιαί. γωνίαι. καὶ ἀκρίζειν, τὸ τὰ ἄκρα ἐπιπορευέσθαι. ὃ καὶ

---

Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg003.local001/.
